Τοις μισουσιν καί αδικουσιν ημας συγχωρησον Κυριε, τοις αγαθοποιουσιν αγαθοποιησον
Εὐχὴ πρὸ τοῦ ὕπνου.
Τοῖς μισοῦσι καὶ ἀδικοῦσιν ἡμᾶς
συγχὼρησον, Κὺριε, τοῖς ἀγαθοποιοῦσιν ἀγαθοποὶησον, τοῖς ἀδελφοῖς καὶ
οἰκεὶοις ἡμῶν χὰρισαι τὰ πρὸς σωτηρὶαν αἰτὴματα καὶ ζωὴν τὴν αἰὼνιον,
τοὺς ἐν ἀσθενεὶα ἐπὶσκεψαι καὶ ἴασιν δὼρησαι, τοὺς ἐν θαλὰσση
κυβὲρνησον, τοῖς ἐν ὁδοιπορὶαις συνὸδευσον, τοῖς διακονοῦσι καὶ ἐλεοῦσιν
ἡμᾶς ἁμαρτιῶν ἄφεσιν δὼρησαι, τοῖς ἐντειλαμὲνοις ἡμῖν τοῖς ἀναξὶοις
εὔχεσθαι ὑπὲρ αὐτῶν συγχὼρησον καὶ ἐλὲησον κατὰ τὸ μὲγα σου ἔλεος.
Μνὴσθητι, Κὺριε, πὰντων τῶν προκεκοιμημὲνων πατὲρων καὶ ἀδελφῶν ἡμῶν καὶ
ἀνὰπαυσον αὐτοῦς, ἔνθα ἐπισκοπεῖ τὸ φῶς τοῦ προσὼπου σου. Μνὴσθητι,
Κὺριε, τῶν ἀδελφῶν ἡμῶν τῶν αἰχμαλὼτων, καὶ λὺτρωσαι αὐτοὺς ἀπὸ πὰσης
περιστὰσεως. Μνὴσθητι, Κὺριε, τῶν καρποφοροὺντων καὶ καλλιεργοὺντων ἐν
ταῖς ἁγὶαις σου Ἐκκλησὶαις, καὶ δὸς αὐτοῖς τὰ πρὸς σωτηρὶαν αἰτὴματα καὶ
ζωὴν τὴν αἰὼνιον.
Μνὴσθητι, Κὺριε, καὶ ἡμῶν τῶν ταπεινῶν καὶ ἁμαρτωλῶν καὶ ἀναξὶων δοὺλων
σου, καὶ φὼτισον ἡμῶν τὸν νοῦν τῶ φωτὶ τῆς γνὼσεὼς σου, καὶ ὁδὴγησον
ἡμᾶς ἐν τῆ τρὶβω τῶν ἐντολῶν σου, πρεσβεὶαις τῆς παναχρὰντου σου Μητρὸς,
Δεσποὶνης ἡμῶν Θεοτὸκου καὶ ἀειπαρθὲνου Μαρὶας, καὶ πὰντων σου τῶν
Ἁγὶων, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰὼνων. Ἀμὴν.
Σχόλια
Δημοσίευση σχολίου