Αναρτήσεις

Εμφάνιση αναρτήσεων με την ετικέτα ΟΜΟΛΟΓΙΑ Ζ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

ΟΜΟΛΟΓΙΑ ΗΤΟΙ Ο ΔΟΓΜΑΤΙΚΟΣ ΟΡΟΣ ΤΗΣ ΑΓΙΑΣ Ζ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

Η ΟΜΟΛΟΓΙΑ ΗΤΟΙ Ο ΔΟΓΜΑΤΙΚΟΣ ΟΡΟΣ ΤΗΣ ΕΒΔΟΜΗΣ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ ΤΗΣ ΕΝ ΝΙΚΑΙΑ ΤΟ ΔΕΥΤΕΡΟΝ ΣΥΝΕΛΘΟΥΣΗΣ ΤΟ ΕΤΟΣ 787. "Η ἁγία μεγάλη καὶ οἰκουμενικὴ σύνοδος ἡ κατὰ θεοῦ χάριν καὶ θέσπι­σμα τῶν εὐσεβῶν καὶ φιλοχρίστων ἡμῶν βασιλέων Κωνσταντίνου καὶ Εἰρή­νης τῆς αὐτοῦ μητρὸς συναθροισθεῖσα τὸ δεύτερον ἐν τῇ Νικαέων λαμπρᾷ μητροπόλει τῆς Βιθυνῶν ἐπαρχίας, ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ τῇ ἐπονο­μαζομένῃ «σοφίᾳ», ἀκολουθήσασα τῇ παραδόσει τῆς ἐκκλησίας ὥρισε τὰ ὑποτεταγμένα. [1] ῾Ο τὸ φῶς τῆς αὐτοῦ ἐπιγνώσεως ἡμῖν χαρισάμενος καὶ τοῦ σκότους τῆς εἰδωλικῆς μανίας ἡμᾶς λυτρωσάμενος Χριστὸς ὁ θεὸς ἡμῶν, νυμφευσάμενος τὴν ἁγίαν αὐτοῦ καθολικὴν ἐκκλησίαν μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ταύτην ἐπηγγείλατο διαφυλάττεσθαι τοῖς τε ἁγίοις αὐτοῦ μαθηταῖς διεβεβαιοῦτο λέγων· «μεθ᾿ ἡμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως συντελείας τοῦ αἰῶνος»· ταύτην δὲ τὴν ἐπαγγελίαν οὐ μόνον αὐτοῖς ἐχαρίσατο, ἀλλὰ καὶ ἡμῖν τοῖς δι᾿ αὐτῶν πιστεύσασιν εἰς τὸ ὄνομα αὐτοῦ. [2] τῆς οὖν δωρεᾶς ταύτης ἀλογήσαντές τινες ὡς ὑπὸ τοῦ ἀπ...