ΠΡΙΝ ΤΗΝ ΔΕΥΤΕΡΑ ΠΑΡΟΥΣΙΑ
ΕΠΙΣΤΟΛΗ ΑΠΟΣΤ. ΠΑΥΛΟΥ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β' ΚΕΦΑΛΑΙΟ 2 ΑΡΧΙΚΗ ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΙΣΤΟΡΙΑ Κ.Δ. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β' ΕΠΙΣΤΟΛΗ ΕΙΣΑΓΩΓΗ ΑΠΟΣΤ. ΠΑΥΛΟΣ Τι θα συμβεί πριν από τη δευτέρα παρουσία 1 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ' αὐτόν, 2 εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς μήτε θροεῖσθαι μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε δι' ἐπιστολῆς ὡς δι' ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Χριστοῦ. 3 μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, 4 ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ Θεός. 5 Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν; 6 καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ· 7 τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομία...