ΑΚΟΛΟΥΘΙΑ ΜΑΡΤΥΡΟΣ ΓΟΛΙΝΔΟΥΧ
ΙΟΥΛΙΟΣ 13. ΑΓΙΑ ΜΑΡΤΥΣ ΓΟΛΙΝΔΟΥΧ ΑΚΟΛΟΥΘΙΑ ΙΟΥΛΙΟΣ ΙΓ΄. ΓΟΛΙΝΔΟΥΧ ΜΑΡΤΥΣ ΑΚΟΛΟΥΘΙΑ ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τῆς Ἁγίας Ἦχος πλ. δ' Ὢ τοῦ παραδόξου θαύματος Ἄστρον ἡμῖν φαεινότατον, ἐκ τῆς Περσίδος σεμνή, Γολινδοὺχ ἐξανέτειλας, ἀρετῶν λαμπρότησι, καὶ τῶν ἄθλων φαιδρότησι, τὴν οἰκουμένην, περιαυγάζουσα, καὶ ἀθεΐας νύκτα διώκουσα· ὅθεν τὴν μνήμην σου, τὴν φωσφόρον σήμερον, περιχαρῶς, πίστει ἑορτάζοντες, ὑμνολογοῦμέν σε. Θείαις σεμνὴ εἰσηγήσεσιν, ἔγνως Χριστὸν τὸν Θεόν, τοῖς ἐν γῇ ἐνδημήσαντα· καὶ τῆς διανοίας σου, φωτισθεῖσα τὰ ὄμματα, πρὸς πᾶσαν πάλην, τομῶς ἐχώρησας, τῶν ἀοράτων, ἐχθρῶν καὶ ὤλεσας, τούτων τὸ φρύαγμα· ὅθεν διαδήμασι, νικητικοῖς, ἔστεψέ σε Κύριος, ὁ ὑπεράγαθος. Ἄπληγον τὸν νοῦν ἐτήρησας, ἐν τῷ πληγαῖς ὁμιλεῖν, καὶ χρονίαις καθείρξεσιν, Ἀθληφόρε ἔνδοξε, κατωτάτῳ ἐν λάκκῳ δέ, ἀπορριφεῖσα, ἡμέραις πλ...