ΟΡΟΣ ΠΑΝΟΡΘΟΔΟΞΟΥ 1755 ΠΕΡΙ ΤΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ
ΟΡΟΣ ΤΗΣ ΠΑΝΟΡΘΟΔΟΞΟΥ ΙΕΡΑΣ ΣΥΝΟΔΟΥ ΤΟΥ 1755 ΠΕΡΙ ΤΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ «῞Ορος» τῆς ῾Αγίας τοῦ Χριστοῦ ᾿Ορθοδόξου ᾿Εκκλησίας περὶ τοῦ Λατινικοῦ ψευδοβαπτίσματος * ἐν ἔτει 1755 ΠΟΛΛΩΝ ὄντων τῶν μέσων, δι᾿ ὧν τῆς σωτηρίας ἡμῶν ἀξιούμεθα καὶ τούτων, ὡς εἰπεῖν, κλιμακηδὸν ἀλληλενδέτων καὶ ἀλληλουχουμένων ὄντων, ἅτε δὴ πάντων πρὸς τὸ αὐτὸ τέλος ἀφορώντων, πρῶτόν ἐστι τὸ τοῖς ἱεροῖς ᾿Αποστόλοις θεοπαράδοτον Βάπτισμα, οἷα δὴ τῶν λοιπῶν τούτου χωρίς ἀπρακτούντων· «ἐὰν γάρ τις μὴ γεννηθῇ, φησίν, ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν»· ἔδει καὶ γὰρ ἀναγκαίως, τῆς πρώτης γεννήσεως ἐπὶ τὸν θνητὸν τουτονὶ βίον παραγαγούσης τὸν ἄνθρωπον, γέννησιν ἑτέραν ἐξευρεθῆναι καὶ τρόπον μυστικώτερον, μήτε ἀπὸ φθορᾶς ἀρχόμενον, μήτε εἰς φθορὰν καταλήγοντα, δι᾿ οὗ γένοιτ᾿ ἂν ἡμῖν δυνατὸν μιμήσασθαι τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν ᾿Ιησοῦν Χριστόν. Τὸ γὰρ ἐν τῇ κολυμβήθρᾳ ὕδωρ τοῦ βαπτίσματος ἐν τάξει μήτρας λαμβάνεται, καὶ τόκος τῷ τικτομένῳ γίνεται, ᾗ φησιν ὁ Χρυσόστομος· τὸ δὲ ἐν τ...