ΠΡΑΚΤΙΚΑ ΤΗΣ ΕΝ ΚΑΡΧΗΔΟΝΙ ΣΥΝΟΔΟΥ ΠΕΡΙ ΤΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ ΤΩΝ ΑΙΡΕΤΙΚΩΝ
ΟΙ ΑΙΡΕΤΙΚΟΙ ΚΑΙ ΟΙ ΣΧΙΣΜΑΤΙΚΟΙ ΠΡΟΣΕΡΧΟΜΕΝΟΙ ΕΙΣ ΤΗΝ ΕΚΚΛΗΣΙΑΝ ΠΡΕΠΕΙ ΝΑ ΒΑΠΤΙΖΩΝΤΑΙ ΕΞΑΠΑΝΤΟΣ ΑΠΟ ΤΑ ΠΡΑΚΤΙΚΑ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΩΝ ΣΥΝΟΔΩΝ, ΤΟΜΟΣ Α, ΣΕΛ.185 - 190, ΕΚΔΟΣΙΣ ΚΑΛΥΒΗΣ ΤΙΜΙΟΥ ΠΡΟΔΡΟΜΟΥ, ΣΚΗΤΗ ΑΓΙΑΣ ΑΝΝΗΣ. Ἐδημοσιεύθη εἰς τό kirykos livejournal τήν Κυριακή, 3 Οκτωβρίου 2010 και εἰς την «ΟΡΘΟΔΟΞΟΝ ΕΝΗΜΕΡΩΣΙΝ» Τεῦχος 468/Σεπτέμβριος 2010) «.... Καικίλλιος Λιβεράριος εἶπεν: Ἓν βάπτισμα ἐν μόνη τῆ Ἐκκλησίᾳ οἶδα, καὶ ἐκτός τῆς Ἐκκλησίας, οὐδαμοῦ. Ἔνθα γάρ ἐστι το ἓν βάπτισμα, ὄντως καὶ ἐλπὶς ἀληθείας ἐστὶ, καὶ πίστις. Οὕτω γὰρ γέγραπται, μία πίστις, ἓν βάπτισμα. Οὐ γὰρ τοῖς αἱρετικοῖς, παρ’ οἷς οὐδεμία πίστις καὶ ἐλπὶς, ὅπου πάντα ψευδῆ, ὅπου ἐξορκίζει δαιμονιζόμενος, μυστήριον ἐρωτᾷ, οὗ τὸ στόμα λοιμώδη καὶ ἰώδη φθέγγεται, πίστιν δὲ δίδωσιν ἄπιστος, ἄφεσιν ἁμαρτιῶν παρέχει ἁμαρτωλὸς. Καὶ εἰς ὄνομα Χριστοῦ βαπτίζει Ἀντίχριστος, ὑπισχνεῖται ζωήν νεκρος• εἰρήνην δίδωσιν εἰρήνης ἀλλότριος, Θεὸν ἐπικαλεῖται βλάσφημος, ἱερατείᾳ κέχρηται ἀσεβὴς, θυσιαστήριον προτίθησιν ...