Αναρτήσεις

Εμφάνιση αναρτήσεων με την ετικέτα ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ

ΠΕΡΙ ΤΩΝ ΑΓΙΩΝ ΝΗΣΤΕΙΩΝ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΔΑΜΑΣΚΗΝΟΥ

Περὶ τῶν ἁγίων νηστειῶν - Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ Πολλῶν καὶ ἀπείρων δωρεὼν παρὰ Θεοῦ τοῖς ἀνθρώποις δεδωρημένων, ἐξαίρετον καὶ πρῶτον τὸ τῆς φρονήσεως δῶρον καθέστηκεν. ∆ιάκρισις γάρ ἐστιν ἀγαθοῦ τε καὶ κακοῦ· ὁ δὲ ἄριστα διελὼν, ἄριστα καὶ τὸ συμφέρον ἐξελέξατο, τὸν λόγον ἔχων τῶν αὐτῷ κατηκόων ἡνίοχον. Ταύτης ἐστὶ τῆς φρονήσεως τόκος ὥριμος τὸ Σολομώντειον ἐκεῖνο ῥητὸν, «Καιρὸς τῷ παντὶ πράγματι·» τοῦτο δηλοῦντος τοῦ λόγου, ὅτι τὸ πᾶν ἐστι τὸ ἀγαθόν· οὐκ ἐν τοῖς οὖσι γὰρ τὸ κακὸν, φυγὴ δὲ μᾶλλον τοῦ ἀγαθοῦ καὶ ἀναίρεσις. Ὅτε τοίνυν ἕκαστον καλὸν κριθείη· φημὶ δὴ ὀρθῷ λόγῳ· ἀκρισία γὰρ μᾶλλον, ἤπερ κρίσις, τὸ κακῶς κεκριμένον· καιρὸς τοῦ σιωπᾷν, ὅτε τοῦτο καλόν· καὶ καιρὸς τοῦ λαλεῖν, ὅταν ἐρωτῷτό τις. Πρὶν γὰρ ἐρωτηθῆναι λαλῆσαι, καὶ πρὶν ἀποσταλῆναι πορευθῆναι, μωρία τῷ λαλοῦντι καὶ βαίνοντι. Ἡ δὲ τῶν πραγμάτων περίστασις, ὅταν ἀνάγκη λαλεῖν, καὶ τὸ μὴ λαλεῖν οὐκ ἀκίνδυνον. Ἔστι δ' ὅτε καὶ τὸ πρέπον τοῦ δοκοῦντος καλοῦ προτιμητέον. Ἐμοὶ μὲν οὖν πᾶς καιρὸς τοῦ σιωπᾷν· τ...