ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΜΗΝΑ, ΒΙΚΤΩΡΟΣ ΚΑΙ ΒΙΚΕΝΤΟΥ, ΤΗΣ ΜΑΡΤΥΡΟΣ ΣΤΕΦΑΝΙΔΟΣ ΚΑΙ ΤΟΥ ΟΣΙΟΥ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΣΤΟΥΔΙΤΟΥ (11 ΝΟΕΜΒΡΙΟΥ)
Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου, καὶ τῆς Ἁγίας Μάρτυρος Στεφανίδος, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοδώρου τοῦ Στουδίτου. ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Μαρτύρων. Ἦχος πλ. δ' Ὢ τοῦ παραδόξου θαύματος Πάθος Μηνᾶ ἐκμιμούμενος, τοῦ ἀπαθοῦς σεαυτόν, ὡς ἀρνίον παρέδωκας, πρὸς σφαγὴν ἑκούσιον, Ἀθλοφόρε πανεύφημε· θυμὸν ἀρχόντων οὐκ ἐδειλίασας· σαρκὸς αἰκίσεις οὐ κατενάρκησας· Ὢ τῶν ἀγώνων σου, καρτερᾶς ἐνστάσεως! δι' ὧν πρὸς γῆν, Μάρτυς καταβέβληκας, τὸν ὑπερήφανον. Μάστιξι καταξαινόμενος, καὶ ἐπὶ ξύλου ὡς πρίν, ὁ Δεσπότης τεινόμενος, καὶ σιδήρῳ πάντοθεν, τὰς πλευρὰς δαπανώμενος, οὐκ ἐξηρνήσω Χριστοῦ τὸ ὄνομα, πρός τοῦτο ἔχων ψυχῆς τὰ ὄμματα, ᾧ συντονώτατα, ἀτενίζων Ἅγιε, τὰ τῆς σαρκός, ἔφερες ἐπίπονα, Μηνᾶ μακάριε. Μάρτυς Μηνᾶ παναοίδιμε, σὺ τὴν τοῦ κόσμου ἀχλύν, καὶ στρατείαν ἐ...