Μ. ΑΘΑΝΑΣΙΟΣ, ΠΡΟΣ ΕΠΙΣΚΟΠΟΥΣ ΑΙΓΥΠΤΟΥ
Μ. Ἀθανασίου,
Πρὸς τοὺς Ἐπισκόπους...
«Καὶ
γὰρ καὶ νῦν ἃ γράφουσιν, οὐκ ἀληθείας
φροντίζοντες γράφουσι, καθὰ
προεῖπον, ἀλλὰ
μᾶλλον παίζοντες καὶ
τέχνῃ τοῦτο ποιοῦντες, πρὸς
ἀπάτην τῶν ἀνθρώπων,
ἵν' ἐν τῷ διαπέμπεσθαι τὰς
ἐπιστολὰς, τὰς
μὲν τῶν λαῶν ἀκοὰς ἀπασχολεῖσθαι περὶ
ταῦτα ποιήσωσι, κερδάνωσι
δὲ τὸν χρόνον τοῦ κατηγορεῖσθαι
αὐτοὶ, καὶ λαθόντες ὡς ἀσεβοῦντες,
ἔχωσι χώραν ἐπεκτεῖναι
τὴν αἵρεσιν, ὡς γάγγραιναν,
ἔχουσαν νομὴν πανταχοῦ.
Πάντα γοῦν κινοῦσι
καὶ ταράττουσι, καὶ οὐδὲ
οὕτω τοῖς ἑαυτῶν
ἀρκοῦνται· κατ' ἐνιαυτὸν
γάρ, ὡς οἱ τὰς διαθήκας γράφοντες,
συνερχόμενοι καὶ αὐτοὶ,
προσποιοῦνται περὶ πίστεως
γράφειν, ἵνα καὶ
ἐν τούτῳ γέλωτα μᾶλλον καὶ
αἰσχύνην ὀφλήσωσιν, ὅτι μὴ
παρ' ἑτέρων, ἀλλὰ
παρ' αὐτῶν τὰ αὐτῶν ἐκβάλλεται. Εἰ γὰρ
ἐθάῤῥουν οἷς ἔγραφον
προτέροις, οὐκ ἂν
δεύτερα γράφειν ἐζήτουν·
οὐδὲ πάλιν ἀφέντες ἐκεῖνα,
ταῦτα νῦν ἔγραφον ἅπερ, πάντως
τοῦτο μελετήσαντες, πάλιν
ἀλλάξουσιν, ἐὰν ὀλίγος
πάνυ παρέλθῃ
χρόνος, καὶ πρόφασιν
λάβωσι τοῦ συνήθως
τισὶν ἐπιβουλεύειν. Τότε
γὰρ, ὅταν ἐπιβουλεύσωσι, μάλιστα
προσποιοῦνται περὶ πίστεως
γράφειν, ἵνα, ὡς
ὁ Πιλᾶτος ἐνίψατο τὰς χεῖρας,
οὕτω καὶ οὗτοι
δράκοντες ἀποκτείνωσι
τοὺς εἰς Χριστὸν εὐσεβοῦντας·
καὶ ἵνα, ὡς περὶ πίστεως
ὁρίζοντες δόξωσιν, ὡς
πολλάκις εἶπον, φεύγειν
τὸ τῆς ἑτεροδοξίας ἔγκλημα.
Ἀλλ' οὔτε λαθεῖν,
οὔτε φυγεῖν δυνήσονται·
ἕως γὰρ ἑαυτοῖς ἀπολογοῦνται, ἑαυτῶν
ἀεὶ κατήγοροι γίνονται, καὶ
δικαίως γε· οὐ γὰρ
τοῖς ἐλέγχουσιν αὐτοὺς
ἀποκρίνονται, ἀλλ' ἑαυτούς,
ὡς βούλονται, πείθουσι. Πότε
οὖν, τοῦ ὑπευθύνου
κρίνοντος ἑαυτὸν,
λύσις γίνεται τοῦ
ἐγκλήματος; Διὰ τοῦτο
γοῦν ἀεὶ γράφουσι, καὶ ἀεὶ
τὰ ἴδια μεταποιοῦντες, ἄδηλον
ἔχουσι τὴν πίστιν,
μᾶλλον δὲ φανερὰν
ἔχουσι τὴν ἀπιστίαν
καὶ τὴν κακοφροσύνην» (Μ. Ἀθανασίου,
Πρὸς τοὺς Ἐπισκόπους Αἰγύπτου καὶ
Λιβύης Ἐπιστολὴ Κατὰ
Ἀρειανῶν).
Κατα τόν αγιον Μελέτιον τον Ομολογητήν, «Το την αλήθειαν σιγάν, κίνδυνος όντως μέγας και κόλασις αιώνιος και βόθρος απώλειας».
ΑπάντησηΔιαγραφή