ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΠΑΝΑΓΙΑΣ Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν, Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα· Χαῖρε, δ’ ἧς ἡ χαρὰ ἐκλάμψει, χαῖρε, δι’ ἧς ἡ ἀρὰ ἐκλείψει. Χαῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις, χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις. Χαῖρε, ὕψος δυσανάβατον ἀθρωπίνοις λογισμοῖς, χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς. Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα, χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα. Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον, χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως. Χαῖρε, δι’ ἧς νεουργεῖται ἡ κτίσις, χαῖρε, δι’ ἧς βρεφουργεῖται ὁ Κτίστης. Χαῖρε, Νύμφη ἀνύμφευτε. Βλέπουσα ἡ Ἁγία, ἑαυτήν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως· τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως, τὴν κύησιν πὼς λέγεις κράζων· Ἀλληλούια. Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· ἐκ λαγόνων ἁγνῶν, υἷον πῶς ἔσται τεχθῆναι δυνατόν...
«Ποικίλως, φησὶν ὁ Κανών, ἐπιβουλεύει τῇ τοῦ Χριστοῦ ἐκκλησία ὁ πονηρός. Ἐπεὶ γὰρ τὰ ζιζάνια τῶν αἱρέσεων εἶδεν ἐκτετμημένα τῇ μαχαίρα τοῦ Πνεύματος, ἑτέραν ἐμηχανήσαντο μέθοδον, ἵνα τὸ σῶμα τῆς ἐκκλησίας μερίσῃ, καὶ διασπάσῃ τὴν ἕνωσιν. Αὕτη δ΄ ἐστὶν ἢ τῶν σχισματικῶν μανίαν....» (Ράλλη-Ποτλή τόμ. Β΄ σελ. 689)