ΠΕΤΡΟΣ ΑΝΤΙΟΧΕΙΑΣ, ΜΙΧΑΗΛ ΚΗΡΟΥΛΑΡΙΟΣ, 1054
Πέτρου Αντιοχείας, Απάντησις εις Μιχαήλ Κηρουλάριον (1054 μ.Χ.)
ΠΕΤΡΟΥ
ΑΝΤΙΟΧΕΙΑΣ
ΑΠΑΝΤΗΣΙΣ
ΕΙΣ ΤΗΝ ΕΠΙΣΤΟΛΗΝ ΜΙΧΑΗΛ ΚΗΡΟΥΛΑΡΙΟΥ
(1054
μ.Χ.)
Πέτρου Θεουπόλεως καὶ
πάσης Ἀνατολῆς πατριάρχου λόγος,
καθ’ ὃν καιρὸν εἰσῆλθεν
ὁ Ἰταλὸς Ἀργυρὸς ἐλέγξων τὰ ἡμέτερα.
α΄. Ὅσα
ἐπονηρεύσατο ὁ ἐχθρὸς
ἐν τῷ ἁγίῳ σου, καὶ ἣν
κατεπανουργεύσατο γνώμην οἱ μισοῦντές
σε ἄραντες κεφαλὴν ἐν
μέσῳ τῆς Ἐκκλησίας σου, ἱκανῶς
ἡμᾶς τὰ σὰ ἱερὰ ἐδίδαξε γράμματα, θεοειδέστατε ἅγιε
δέσποτα. Καὶ θαῦμα μέγα κατέσχεν ἡμᾶς
ἐπὶ τούτῳ, συνιδεῖν,
μὴ δυναμένους, ὅθεν κινηθείς, ἢ
τὶ βουλόμενος ὁ Ἰταλός,
εἰς τοσαύτην ἀνοδίαν ἐξέκλινεν
Ἀργυρός, καὶ τοῖς
ἱεροῖς ἐπεχείρει, ἀνίερος ὤν.
Τὶ γάρ, φησί, κοινὸν κυνὶ
καὶ βαλανείῳ, ἵν’
ἐκεῖνος, ἐν λαϊκοῖς
τεταγμένος, τὰ ἱερέων πολυπραγμονῇ, καὶ
συγγραφὰς τοιαύτας, ὡς ἐδήλωσας,
ψευδεῖς ἐπινοῇ καὶ διαπράττηται; ἐξ ὧν
οὐδὲν ἔμελλε πλὴν αἰσχύνης
τοῦ δραματοφορηθέντος ἀποίσεσθαι, καὶ
ταῦτα τοῦ πάπα τὸν
βίον καταστρέψαντος. Ἀλλὰ χάρις τῷ Θεῷ,
τῷ δρασσομένῳ τοὺς
σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν,
καὶ μὴ ἐπὶ πολὺ τὸ πλάσμα λανθάνειν παραχωρήσαντι.
β΄. Περιείχετο τοῖς
ἱεροῖς γράμμασι τῆς ἁγιωσύνης
σου, φήμην τινὰ τοῖς σοῖς ἐνηχηθῆναι ὠσίν,
ὡς τὸν πάπαν τοῖς ἱεροῖς
ἀναφέρω δυπτύχοις, τοῦτο αὐτὸ
ποιούντων καὶ τῶν ἄλλων (ἁγιωτάτων) πατριαρχῶν,
καὶ ὡς οὐκ ἔδει τοσοῦτον ἀγνόημα
ἀγνοῆσαι, καὶ μάλιστα πρὸ
τῶν ἄλλων ἐμέ, εἰδότα
ὅτι ἀπὸ τῆς ἁγίας ἕκτης οἰκουμενικῆς
συνόδου καὶ ἐπίταδε, ἵνα τοῖς
σοῖς χρήσωμαι ῥήμασιν, ἡ
ἐν τοῖς ἱεροῖς διπτύχοις ἀναφορὰ
ἐξεκόπη τοῦ πάπα, διὰ
τὸ τὸν τηνικαῦτα πάπαν Βιγίλλιον μὴ
ἀπαντῆσαι κατὰ τὴν
σύνοδον, μήτε μὴν ἀναθεματίσαι τὰ παρὰ
τοῦ Θεοδωρήτου κατὰ τῆς
ὀρθῆς πίστεως καὶ τῶν
δώδεκα κεφαλαίων τοῦ ἁγίου Κυρίλλου γραφέντα· καὶ ἔκτοτε
καὶ μέχρι τοῦ νῦν
ἀποτμηθῆναι τῆς
καθ’ ἡμᾶς ἁγιωτάτης Ἐκκλησίας τὸν
πάπαν.
γ΄. Ταῦτα
τῆς σῆς τιμίας περιεχούσης γραφῆς ᾐσχύνθην,
οὐκ οἶδ’ ὅπως εἴπω, πίστευε, καὶ
τὸ πλεῖον ὑπὲρ σοῦ, καὶ μᾶλλον εἰ καθ’ ὁμοιότητα
τῆς πρὸς ἡμᾶς γραφῆς σου ἔφθης
τοιαῦτα καὶ πρὸς
τοὺς ἄλλους γράψας μακαριωτάτους πατριάρχας. Ὅτι
πρὸ ἐξετάσεως καὶ τελείας καταλήψεως τὸ
μὴ γεγονὸς ὡς
γεγονὸς ἐξ ἀκοῆς ματαίας παρέστησας. Πῶς γὰρ
καὶ ἔμελλον τέως αὐτὸν
ἐγὼ ἀναφέρειν τὸν πάπαν, μὴ
τῆς κατὰ σὲ
ἁγίας Ἐκκλησίας ἀναφερούσης
αὐτόν, τρόφιμος ὢν ταύτης, καὶ
ζηλωτὴς εἰ καί τις ἄλλος, ἔργῳ
καὶ λόγῳ τὰ ταύτης πρεσβεῖα σεμνύνων καὶ
μεγαλύνων ἀεί; Τὸ δὲ
κατὰ τὸν Βιγίλλιον παρεξηγηθῆναι, τῆς
ἀληθείας οὐχ οὕτως
ἐχούσης, τοῦτο πόσην οὐ
προσεπιμαρτυρεῖ ἀπροσεξίαν τῷ εὐσεβεῖ
χαρτοφύλακί σου; Εἰ γὰρ καὶ περὶ τὸ τῆς ῥητορικῆς μάθημα σοφιστικὸς
ὁ ἀνήρ, ὡς ἀκούομεν,
ἀλλὰ νέος ὢν οὔπω
πεῖραν ἔσχεν ἱκανὴν
τῶν ἐκκλησιαστικῶν. Πίστιν δὲ
οὐκ ἔχει, φησὶν Ἰωάννης
ὁ τῆς κλίμακος, οἶνος εὐθὺς
ἐκ ληνῶν ἐγκλειόμενος.
δ΄. Καὶ
διὰ τοῦτο χρεών ἐστι τοῦτον
εἰς τοσοῦτον ἄχθεντα
μέγαν βαθμόν, ἐρευνητικῶς, ἀλλ’
οὐ παροδευτικῶς ἀνακρίνειν
τὰς Γραφάς. Οὐσία γὰρ
τῆς καθ’ ἡμᾶς
ἱεραρχίας ἐστὶ
τὰ θεοπαράδοτα λόγια, ἤγουν ἡ
τῶν θείων Γραφῶν ἀληθινὴ
ἐπιστήμη· καθὼς ὁ
μέγας ἀπεφήνατο Διονύσιος. Ὁ Βιγίλλιος γάρ, ἐπὶ
τῆς πέμπτης ἦν, καθ’ ἣν
τὰ περὶ Ὠριγένους, Εὐαγρίου τε καὶ
Διδύμου, καὶ τῶν ἄλλων, Πέτρου Σευήρου καὶ Ζωόρα, ἀλλὰ
καὶ τῶν συγγραμμάτων τοῦ Θεοδωρήτου κεκίνητο·
οὐ μὴν δὲ ἐπὶ τῆς ἕκτης συνόδου. Διάστημα δὲ μεταξὺ
τῶν δύο συνόδων ρκθ΄ ἔτη. Τὸν
δὲ συνέβη πρὸς μικρὸν
τῆς ἀναφορᾶς ἀποτμηθῆναι,
διὰ τὸ διενεχθῆναι αὐτὸν
πρὸς τὸν ἁγιώτατον πατριάρχην Μηνᾶν, καὶ
καθαιρέσει τοῦτον ὑποβαλεῖν· ἕως
οὗ καὶ πάλιν πρὸς ἀλλήλους
οἱ ἀρχιερεῖς εἰρηνεύσαντες
κατηλλάγησαν. Ἐπὶ δὲ τῆς ἕκτης τῆς ἁγίας
συνόδου, ὁ ἱερὸς ἦν πάπας Ἀγάθων, ἀνὴρ
τίμιος καὶ τὰ θεῖα σοφός. Καὶ ἀνάγνωθι
τὰ παρὰ τῆς ἕκτης συνόδου, ἥτις εἰώθει
Κυριακῇ μετὰ τὴν ὕψωσιν τοῦ τιμίου σταυροῦ
ἀναγινώσκεσθαι. Εὑρήσεις γὰρ
τὸν εἰρήμενον Ἀγάθωνα εὐκλεῶς
ὑπὸ τῆς ἁγίας ταύτης συνόδου ἀνακηρυττόμενον.
ε΄. Ἐπὶ
δὲ τούτοις κἀγὼ
μάρτυς ἀπαράγραπτος, καὶ ἄλλοι
σὺν ἐμοὶ τῶν τῆς Ἐκκλησίας ἐλλογίμων πολλοί, ὅτι
ἐπὶ τῷ μακαρίτῃ πατριάρχῃ
Ἀντιοχείας κυρῷ Ἰωάννῃ,
ὁ πάπας τῆς Ῥώμης
Ἰωάννης καὶ αὐτὸς
ἀκούων, ἐν τοῖς
ἱεροῖς διπτύχοις ἀνεφέρετο. Καὶ
ἐν Κωνσταντινουπόλει δὲ πρὸ
χρόνων τεσσαράκοντα καὶ πέντε εἰσελθὼν
εὗρον ἐπὶ τοῦ μακαρίτου πατριάρχου κυροῦ Σεργίου τὸν
δηλωθέντα πάπαν ἐν τῇ θείᾳ μυσταγωγίᾳ μετὰ
τῶν ἄλλων πατριαρχῶν ἀναφερόμενον.
Ὅπως δὲ ὕστερον
ἡ αὐτοῦ ἐξεκόπη ἀναφορά, καὶ
δι’ ἣν αἰτίαν, ἀγνοῶ.
Ἀλλὰ περὶ μὲν τούτων οὕτως ἔχων,
πλεῖον οὐδέν σε βούλομαι περὶ τῆς
τοῦ πάπα ἀναφορᾶς
προσεξεργάσασθαι.
ς΄. Ὅσα
δέ σοι καὶ ἀπηρίθμηται Ῥωμαϊκὰ
ἐλαττώματα μετήλθομεν. Καὶ τὰ
μὲν τούτων ἐδόκει ἀπευκταῖα
καὶ φευκτά, τὰ δὲ
ἰάσιμα, τὰ δὲ
παροράσεως ἄξια. Τί γὰρ πρὸς
ἡμᾶς τὸ ξυρᾶσθαι τοὺς ἀρχιερεῖς
τοὺς πώγωνας, καὶ δακτυλοφορεῖν
αὐτοὺς εἰς σύμβολον ὡς ἔγραψας
τῆς παρὰ τῆς
ἁγίας τοῦ Θεοῦ
Ἐκκλησίας νυμφεύσεως; Καὶ ἡμεῖς
γάρ, Γαράραν ἐπὶ τῆς κεφαλῆς ποιοῦμεν
εἰς τιμὴν πάντως τοῦ
κορυφαίου τῶν ἀποστόλων Πέτρου, ἐφ’ ὃν
ἡ τοῦ Θεοῦ μεγάλη Ἐκκλησία ἐποικοδόμηται.
Ὃ γὰρ εἰς ὕβριν τοῦ ἁγίου,
οἱ δυσσεβεῖς ἐφεύρησαν,
τοῦτο ἡμεῖς εὐσεβοῦντες, εἰς δόξαν αὐτοῦ
καὶ τιμὴν πεποιήμεθα· Ῥωμαῖοι
μὲν ξυρῶντες τοὺς
πώγωνας· ἡμεῖς δὲ ἐπὶ κορυφῆς τὴν
παπαλήθραν ἐπιτηδεύοντες. Χρυσοφοροῦμεν δὲ
καὶ αὐτοί, ἐγχείρια καὶ
ἐπιμάνικα καὶ ἐπιτραχήλια
περιβεβλημένοι χρυσόπαστα.
ζ΄. Καὶ
τὸ μιαροφαγεῖν δὲ
αὐτούς, καὶ τοὺς
μοναχοὺς κρεωφαγεῖν τὸ
στέαρ τὸ χοίρειον, εὑρήσεις καὶ
ταῦτα πολυπραγμονῶν, παρά τισι τῶν
ἡμετέρων γινόμενα. Βιθυνοὶ γὰρ
καὶ Θρᾶκες καὶ Λυδοί, γαγύλας καὶ
κολοιοὺς καὶ τρυγόνες καὶ χερσαίους ἐχίνους
ἐσθίουσιν· ὧν τὴν
χρῆσιν οἱ Πατέρες ἀδιάφορον
εἴασαν. Οὐδὲν
γὰρ κτίσμα Θεοῦ ἀπόβλητον,
μετ’ εὐχαριστίας λαμβανόμενον. Καὶ πείθει με τοῦτο
τὸ σκεῦος τῆς ἐξ οὐρανοῦ κατενεχθείσης ὀθόνης, ἐν
ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς
γῆς καὶ τὰ θηρία καὶ τὰ
ἑρπετά, καὶ τὰ
πετεινὰ τοῦ οὐρανοῦ· καὶ Πέτρος θεόθεν ἀκούσας· Ἀναστάς,
Πέτρε, θῦσον καὶ φάγε· καὶ
εἰπών, Μηδαμῶς, ὦ
Κύριε, ὅτι οὐδέποτε πᾶν κοινὸν
ἢ ἀκάθαρτον διῆλθε διὰ
τοῦ στόματός μου· καὶ πάλιν ἀκούσας,
Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ
κοίνου.
η΄. Καιρὸς
δὲ καὶ τὸ τοῦ ἁγίου Βασιλείου ἐρεῖν.
Φησὶ γάρ· Καὶ ἐν
λαχάνοις τὸ βλαβερὸν τοῦ
καταλλήλου χωρίζομεν, οὕτως καὶ ἐν
τοῖς κρέασι τοῦ χρησίμου τὸ
βλαβερὸν διακρίνομεν· ἐπεὶ
λάχανόν ἐστι καὶ τὸ
κώνειον, ὥσπερ κρέας ἐστὶ
καὶ τὸ γύπειον, ἀλλ’ ὅμως
οὔτε ὑοσκύαμον φάγοι ἄν τις νοῦν
ἔχων, ἢ ὦτα
(γρ. ὀστᾶ) κυνὸς ἅψαιτο,
μὴ μεγάλης ἀνάγκης κατεπειγούσης· ὡς
ὅ γε φαγὼν οὐκ
ἠνόμησε. Καὶ τὸ
τοῖς ὀσπρίοις δὲ καὶ
λαχάνοις στέαρ χοίρειον ἐμβάλλεσθαι, τοῦτο παρὰ
τῶν ἁγίων Πατέρων ἀνεκρίθη καὶ
συνεχωρήθη· καὶ μᾶλλον παρ’ οἷς χρηστὸν
οὐκ εὑρίσκεται ἔλαιον.
θ΄. Καὶ
ἄκουσον τί φησιν ἐν τοῖς
Ἀσκητικοῖς αὐτοῦ
ὁ μέγας Βασίλειος· Βρωμάτων μέντοι διαφορὰς
οὐδαμῶς ἐπιζητεῖν ὀφείλει
ὁ ἀσκητής, καὶ προσποιήσει δῆθεν
ἐγκρατείας ἐξαλλαγὰς
ἐδεσμάτων ἐπινοεῖν.
Τοῦτο γὰρ ἀνατροπὴ τῆς
κοινῆς εὐταξίας ἐστί, καὶ
σκανδάλων ὑπόθεσις· καὶ τοῦ
οὐαὶ κληρονόμος γίνεται ὁ ἐν
συστήματι ἀσκητικῷ τοιαύτας αἰτίας
ταραχῆς ἐνδιδούς. Ἀλλὰ
κἂν τὸ προσέψημα τοῦτο τὸ
ταριχευτὸν τὸ παρὰ τῶν ἁγίων Πατέρων ἐγκριθὲν
ἀντ’ ἄλλου τινὸς ἀρτύματος,
ἐλάχιστον τοῖς βρώμασιν ἐμβάλλεσθαι
συμπεπλεγμένον τῷ λοιπῷ ἐδέσματι
τοῦ ὕδατος, ἢ τῶν
λαχάνων ὑπάρχει μὴ προφάσει δῆθεν
κενοδόξου ἐθελοευλαβείας, ὡς κρέα παραιτούμενος, ἐπιζητείτω
τῶν ἐδεσμάτων τὰ τιμιώτερα καὶ
χρηστότερα· ἀλλὰ τῷ ἀποζέματι τοῦ ἐλάχιστου
τεμάχους τὸν ψωμὸν ἀπαρατηρήτως
ἀποβρέχων, προσφερέσθω μετὰ πάσης εὐχαριστίας.
Τὸ γὰρ ἐλάχιστον ἐκεῖνο
τμῆμα, εἰς τοσοῦτον
πλῆθος ὕδατος, καὶ σπερματώδους εἰ
τύχοι βρώματος ἐμβληθὲν οὐ
τρυφῆς ἐστι κατηγόρημα, ἀλλ’ ἀκριβεστάτη
τῶν ἀσκητῶν καὶ ἀταλαίπωρος ὄντως ἐγκράτεια.
Χρὴ τοίνυν τὰ τοιαῦτα
μὴ παρατηρεῖν τὸν
τῆς ὁσιότητος ἀσκητήν. Οὐ
γὰρ ἰουδαΐζοντες ἀπεχόμεθα τῶν
τοιούτων, ἀλλὰ τρυφῆς πλησμονὴν
φεύγοντες. Καὶ ταῦτα μὲν τὰ ῥητὰ τοῦ ἁγίου Βασιλείου.
ι΄. Ὁ
δὲ ἅγιος Παχώμιος χοίρους ἐν τῇ
κατ’ αὐτὸν ἁγίᾳ μονῇ ἐκ τῶν ψυχίων καὶ τῶν
περισσευμάτων τῆς τραπέζης ἐσίτευε· καὶ
σφαττομένων αὐτῶν, τοῖς μὲν
ἄλλοις ἐξεναγώγει κρέασι τοὺς
ἐπιξενουμένους ὑποδεχόμενος· τὰ
ἐντόσθια δὲ καὶ
τὰ ἄκρα τῶν ποδῶν
καὶ τὰς κοιλίας, τοῖς ἐξατονοῦσι
γέρουσι τῶν μοναζόντων παρέβαλλεν. Οἷον δὲ
ὄψον ἡδύ, τιμιώτατε δέσποτα, ῥύγχος χοίρειον καὶ
ὦτα καὶ ἄκρα
ποδῶν· ἀλλὰ καὶ τῆς φαδῆς καὶ
κύαμος ἐν στέατι χοιρείῳ ἑψόμενα·
ἃ εἰ μὴ καὶ χρηστοῦ εὐπόρησεν
ἐλαίου, ἵνα τὶ
καὶ πνευματικῶς εἰς
τὴν χάριν μικρὸν διαχεθέν, πολλοῖς
ὡς οἶδε Κύριος ἀθυμίας βέλεσι καθ’ ἑκάστην
περιπειρόμενος, βρώμασιν ἐποιούμην ἑκάστοτε;
ια΄. Κακὸν
δέ, καὶ κακῶν κάκιστον, ἡ ἐν
τῷ ἁγίῳ Συμβόλῳ προσθήκη, τό, Καὶ
εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ Κύριον καὶ
ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς καὶ
τοῦ Υἱοῦ ἐκπορευόμενον. Εἰ γὰρ
τὰ παρ’ ἡμῖν
Εὐαγγέλια τὰ αὐτὰ
καὶ παρ’ ὑμᾶς,
πόθεν ἐκεῖνοι πλεῖόν τι μαθόντες τὴν
τοιαύτην ἀλλόκοτον προσθήκην ἐποιήσαντο; τοῦ
κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου
μᾶλλον ἀριδηλότερον ἡμᾶς
περὶ τοῦ ἁγίου Πνεύματος ἐκδιδάσκοντος, ἐν
οἷς καὶ διαλαμβάνει· Ἐὰν ἀγαπᾶτέ
με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε. Καὶ ἐγὼ
ἐρωτήσω τὸν Πατέρα καὶ
ἄλλον Παράκλητον δώσει ὑμῖν,
ἵνα μένῃ μεθ’ ὑμῶν
εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα
τῆς ἀληθείας, ὃ ὁ
κόσμος οὐ δύναται λαβεῖν, ὅτι
οὐ θεωρεῖ αὐτό,
οὐδὲ γινώσκει αὐτό· ὑμεῖς
δὲ γινώσκετε αὐτό, ὅτι
παρ’ ὑμῖν μένει, καὶ ἐν
ὑμῖν ἔστι. Καὶ μετ’ ὀλίγα·
Ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα
τὸ ἅγιον, ὃ πέμψει ὁ
Πατὴρ ἐν ὀνόματί μου, ἐκεῖνος
ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει
ὑμᾶς πάντα ἃ εἶπον
ὑμῖν· καὶ πάλιν· Ὅταν
δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ
πέμψω ὑμῖν παρὰ τοῦ
Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ
τοῦ Πατρὸς ἐκπορεύεται,
ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·
εἶτα· Ἔτι πολλὰ ἔχω
λέγει ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι.
Ὅταν δὲ ἔλθῃ
ἐκεῖνος, τὸ Πνεῦμα
τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς
εἰς πᾶσαν τὴν ἀλήθειαν.
Οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ·
ἀλλ’ ὅσα ἂν ἀκούσῃ λαλήσει, καὶ τὰ
ἐρχόμενα ἀναγγελεῖ
ὑμῖν. Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ
τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ
ὑμῖν. Πάντα ὅσα ἔχει
ὁ Πατήρ, ἐμά ἐστι.
Διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει, καὶ ἀναγγελεῖ
ὑμῖν.
ιβ΄. Καὶ
τοῦ εὐαγγελιστοῦ οὕτω
τρανότατα διαγορεύοντος, τίς ὀρθοδόξων τολμήσει, ἢ
καὶ δυνήσεται προσθήκην ἢ ὑφαίρεσιν
ποιήσασθαι; Περὶ ὧν γὰρ φανερώτατα ἡ θεία Γραφὴ
ἐθέσπισεν, οὐ δεῖ
ψηφίζεσθαι, ἀλλὰ μᾶλλον ἕπεσθαι. Ἀλλ’
ὡς ἔοικεν, ἀπώλεσαν Ῥωμαῖοι
τὰ ἀντίγραφα τῆς ἐν
Νικαίᾳ πρώτης συνόδου, οἷα τῆς
Ῥώμης ἐπὶ
πολὺ τοῦ τῶν Οὐανδάλων ἔθνους κυριαρχήσαντος·
παρ’ ὧν ἴσως καὶ ἔμαθον
ἀρειανίζειν, καὶ εἰς
μίαν κατάδυσιν, εἰ τοῦτο ἀληθές, ὡς ἐδήλωσας,
τὸ βάπτισμα ἐπιτελεῖν.
Ἡμῖν γὰρ ἀρκεῖ εἰς ἐντελῆ τῆς εὐσεβείας ἐπίγνωσίν τε καὶ
βεβαίωσιν τὸ σοφὸν καὶ σωτήριον τῆς θείας χάριτος Σύμβολον.
Περί τε γὰρ τοῦ Πατρὸς καὶ
τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐκδιδάσκει τὸ
τέλειον, καὶ τοῦ Κυρίου τὴν ἐνανθρώπησιν
τοῖς πιστῶς δεχομένοις
παρίστησι. Τοὺς δὲ προστιθέντας τι ἢ ἀφαιροῦντάς
τι, ἀναθεματίζομεν. Εἲ τις γάρ, φησὶν
ὁ Ἀπόστολος, εὐαγγελίζεται ὑμῖν
παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.
ιγ΄. Ἀλλ’
οὐδὲ τὴν ἑτέραν προσθήκην καταδεχόμεθα, ἣν
εἰς τὸ Εἷς ἅγιος, εἷς Κύριος Ἰησοῦς
Χριστός, εἰς δόξαν Θεοῦ Πατρός, διὰ
Πνεύματος ἁγίου, πεποίηνται· εἰ καὶ
δυνατὸν ταύτην ἡμᾶς
εὐσεβῶς ἐκλαμβάνοντας, μηδὲν πρὸς
τὸ ὀρθόδοξον καταβλάπτεσθαι. Φαίνεται γὰρ
τοῦτο ἰσοδυναμοῦν, καὶ
τὸ παρ’ ἡμῶν
τελούμενον· ὁπόταν τοῦ θείου ἄρτου
ὑψουμένου, καὶ τοῦ
λαοῦ βοῶντος, Εἷς ἅγιος,
εἷς Κύριος Ἰησοῦς
Χριστός, εἰς δόξαν Θεοῦ Πατρός, ἔνθεν
κἀκεῖθεν ὁ ἀρχιδιάκονος καὶ ὁ
δευτερεύων τὸ πρῶτον καὶ τὸ
δεύτερον ποτήριον αἴροντες, λέγωσι· Πλήρωσον, Δέσποτα· αὐτοὶ
δὲ μερίδα τῶν ἁγιασμάτων
ἐμβάλλοντες, ἐκφωνοῦμεν·
Πλήρωμα Πνεύματος ἁγίου.
ιδ΄. Καλὸν
γὰρ πρὸς τὸ καλοθελὲς ὁρῶντας
ἡμᾶς, καὶ μᾶλλον
ἔνθα μὴ Θεὸς
ἢ πίστις τὸ κινδυνευόμενον,
νεύειν ἀεὶ πρὸς τὸ εἰρηνικόν τε καὶ φιλάδελφον. Ἀδελφοὶ
γὰρ καὶ ἡμῶν οὗτοι, κἂν ἐξ
ἀγροικίας ἢ ἀμαθίας
συμβαίνῃ τούτους πολλάκις ἐκπίπτειν τοῦ
εἰκότος, τῷ ἑαυτῶν
στοιχοῦντας θελήματι· καὶ μὴ
τοσαύτην ἀκρίβειαν ἐπιζητεῖν
ἐν βαρβάροις ἔθνεσιν, ἣν
αὐτοὶ περὶ λόγους ἀναστρεφόμενοι ἀπαιτούμεθα.
Μέγα γὰρ κἂν παρ’ αὐτοῖς
ἀσφαλῶς ἢ ζωαρχικὴ Τριὰς
ἀνακηρύττοιτο, καὶ τὸ
τῆς ἐνσάρκου οἰκονομίας κατὰ
τὴν ἡμετέραν δόξαν ἀνομολογεῖται
μυστήριον. Ναὶ μήν, οὐδὲ
τοῦτο ἐπαινοῦμεν καὶ
ἀποδεχόμεθα, εἰ καὶ
τοῦτο ἀληθές, ὅτι μὴ
καταδέχονται οἱ ἱερεῖς νομίμους ἔχοντες γυναῖκας
τὰ ἅγια μεταχειρίζεσθαι, καὶ τὴν
ἀπόκρεω ἐν ταὐτῷ
κατὰ τὴν πρώτην τῶν ἁγίων
νηστειῶν ἑβδομάδα, ὡς ἔγραψας,
τῆς τοῦ κρέατος καὶ τοῦ
τυροῦ ποιούμενοι.
ιε΄. Τὸ
γὰρ περὶ τῶν
ἀζύμων ζήτημα, ἤδη, ὡς
εἶδεν ἡ ἁγιωσύνη σου ἐντυχοῦσα
τῇ παρ’ ἡμῶν
ἐκπεμφθείσῃ ἀντιγράφῳ
ἐπιστολῇ πρὸς
τὸν ἀρχιερέα Βενετίας, ἱκανῶς
ἐξήτασται παρ’ ἡμῶν,
καὶ ὡς μὴ κατ’ ἐκκλησιαστικὴν
ἀκολουθίαν γινόμενον κατέστραπται καὶ
ἀπεσκεύασται. Εἰ μὴ
τῷ κανονικῷ τούτῳ
ῥητῷ ἐπερειδόμενοι, φάσκοντι· Ἔδοξε πᾶσι,
τοῖς ἀρχαῖοις ἔθεσι χρήσασθαι· ἀρχαίαν εἶναι
καὶ αὐτοὶ παρ’ αὐτοῖς
ἐροῦσι τὴν τῶν ἀζύμων παράδοσιν. Καὶ τὸ
τὰ πνικτὰ δὲ
τούτους ἐσθίειν καὶ δύο ἀδελφοὺς
δυσῖν ἀδελφαῖς σαρκικῶς
προπλέκεσθαι· οὐ κατ’ ἐπιταγήν, οἶμαι,
καὶ σύνεσιν τοῦ πάπα ἢ
τῶν ἄλλων ἀρχιερέων πλημμελεῖται·
παρὰ δὲ τὴν τόλμαν τῶν ταῦτα
ποιεῖν αἱρουμένων τοῦτο γίνεται· οἷα
δὴ καὶ ἐν τῇ καθ’ ἡμᾶς
Ῥωμαϊκῇ ἐπικρατείᾳ
πολλὰ τῶν ἀθέσμων καὶ ἀποτροπαίων,
ἡμῶν ἀγνοούντων, εἴωθε γίνεσθαι.
ις΄. Περὶ
γὰρ τοῦ ἀπέχεσθαι πνικτοῦ, ἡ
βίβλος τῶν ἀποστολικῶν Πράξεων διασαφεῖ·
ἐν οἷς Ἰάκωβος ὁ ἀδελφόθεος
φαίνεται λέγων· Γνωστὰ ἀπ’ αἰῶνός ἐστι τῷ Θεῷ
πάντα τὰ ἔργα αὐτοῦ.
Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν
τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ
τὸν Θεόν· ἀλλ’ ἐπιστεῖλαι
αὐτοῖς, τοῦ ἀπέχεσθαι
ἀπὸ τῶν ἀλισγημάτων τῶν εἰδώλων,
καὶ τῆς πορνείας, καὶ τοῦ
πνικτοῦ, καὶ τοῦ αἵματος. Καὶ οὐ
πείθομαί ποτε, μὴ οὐχὶ καὶ τὸν πάπαν καὶ τοὺς
λοιποὺς ἀρχιερεῖς ἐπίγνωσιν
ἔχειν (τῆς τοιαύτης συγγραφῆς
καὶ διατάξεως τῶν ἄλλων
Γραφῶν) ἀκριβῆ εἴδησιν ἔχοντας, ἵνα
τί καὶ τοιοῦτον πλημμελούμενον
παραθεωρῶσι καὶ καταδέχωνται; Εὑρήσεις
δὲ κἂν τῇ πόλει καὶ τοῖς
ἔξω, πολλοὺς τὸ
ὕειον αἷμα ἐσθίοντας.
Καὶ μαρτυρεῖ τὰ
ἐν ταῖς προσβολαῖς τῶν
καπήλων προτιθέμενα κωλέντερα μεστὰ ὄντα
χοιρείου αἵματος.
ιζ΄. Καὶ
ἴδε, τιμιώτατε δέσποτα, ὅπως τὰ
πολλὰ τῶν παρὰ τοῖς
ἡμετέροις πεπλημμελημένων περιφρονοῦντες,
ἢ καὶ παραθεωροῦντες, ἐμμελέστερον
σπερμολογοῦμεν καὶ πολυπραγμονοῦμεν
τὰ ἀλλότρια. Εἴπω δὲ
καὶ τοῦτο; Ἀλλὰ καὶ μὴ παροξυνθῇς. Ἐν
τῇ εὐαγεστάτῃ μονῇ
τῶν Στουδίου, ζώννυνται οἱ διάκονοι, πρᾶγμα
ποιοῦντες ἐκκλησιαστικῇ
παραδόσει ἀνακόλουθον. Καὶ ὅρα
ὅπως πολλὰ κοπιάσας, καὶ
σπουδάσας τὴν τοιαύτην οὐκ ἠδυνήθης
ἐκκόψαι μονολόγιστον συνήθειαν. Καὶ
εἰ τῶν ὑφ’ ἡμᾶς τελούντων περιγενέσθαι οὐ δυνάμεθα, πῶς
τὸ σοβαρὸν ἐκεῖνο
καὶ ὑψαύχενον ἔθνος, τῶν
ἰδίων ἐθίμων ἐκστῆσαι
δυνησόμεθα; Ἀγαπητὸν γάρ, ὡς
εἴρηται, εἰ τὸ
θεῖον παρ’ αὐτοῖς
ὀρθοτομεῖται, καὶ
κατὰ τὸν τῆς ἀληθείας λόγον ὁμοφρόνως ὑμνεῖται
καὶ δοξάζεται.
ιη΄. Περὶ
γὰρ τῆς ἐν τῷ ἁγίῳ Συμβόλῳ προσθήκης, καὶ
τοῦ μὴ κοινωνεῖν αὐτοὺς
τῶν ἁγιασμάτων ἀπὸ
γεγαμηκότος ἱερέως, καλῶς καὶ
θεοφιλῶς ἡ ἁγιωσύνη σου ἐνίσταται· καὶ
μὴ παῦσαι τό ποτε περὶ τούτου ἐνισταμένη
καὶ πείθουσα, ἀπό τε τῶν
ἁγίων Γραφῶν καὶ
τῶν ἀναγεγραμμένων εὐαγγελικῶς
κηρυγμάτων, μέχρις ἂν αὐτοὺς ἕξεις συντιθεμένους τῇ ἀληθείᾳ
κατὰ αὐτὰ καὶ ἡμῖν περὶ τῆς
ἐκ τοῦ Πατρὸς θείας ἐκπορεύσεως
τοῦ ἁγίου Πνεύματος δοξάζοντας. Τὰ δ’ ἄλλα
περιφρονητέα μοι εἶναι δοκεῖ, τοῦ
τῆς ἀληθείας λόγου μηδὲν ἐξ
αὐτῶν καταβλαπτομένου. Ὧν ἴσως
καὶ τὰ πλείω τυγχάνει ψευδῆ. Οὐ
γὰρ προχείρως ὀφείλομεν ταῖς
ματαίαις πείθεσθαι διαβολαῖς, οὐδὲ
ταῖς ἡμετέραις πάλιν ὑπονοίαις πιστεύειν, καὶ
τὰ καθεστῶτα καὶ
καλῶς ἔχοντα κινεῖν.
ιθ.΄ Κἀντεῦθεν
καὶ λίαν ἐπάναγκες, ἁγιώτατε
δέσποτα, πάπα προχειριζομένου, πάντα ταῦτα τὴν
σὴν ἱεροπρεπῆ τελειότητα διὰ
τιμίας γραφῆς πρὸς αὐτὸν ἀνατάξασθαι· οὕτως ἐν
πᾶσι συνεργοῦντός σοι Κυρίου, καὶ
τὴν εἰς τοῦτο χάριν τῇ σῇ
παρεχομένου ἁγιότητι. Ἴσως γάρ, καθὼς
λέγει ὁ Ἀπόστολος, ἡμῶν
ἐν ἡμερότητι συναγόντων τοὺς τὰ
διάφορα φρονοῦντας, δώσει αὐτοῖς
μετάνοιαν ὁ Θεός, πρὸς τὸ
ἐπιγνῶναι τὴν ἀλήθειαν,
καὶ παύσονται τῆς πολλῆς
αὐτῶν φιλονίκου ἐνστάσεως, αἰχμαλωτισθέντων
αὐτῶν εἰς τὸ αὐτοῦ θέλημα. Τάχα δὲ καὶ
ὁ πάπας ἀπολογήσεται μὴ
εἶναι ἀληθῆ τὰ περὶ Ῥωμαίων φημιζόμενα· ἢ καὶ
πολλάκις παρ’ ἐνίων πραττόμενα, μὴ κατ’ ἐκείνου
γνώμην καὶ σύνεσιν ταῦτα γίνεσθαι.
κ΄. Τίς δὲ
καὶ τοῦτο εὐπαράδεκτον ἡγήσεται, ὅτι
Ῥωμαῖοι τὰς ἁγίας καὶ σεπτὰς
εἰκόνας οὐ προσκυνοῦσιν,
οὐδὲ τιμῶσι τὰ τῶν ἁγίων λείψανα· καὶ ταῦτα
κειμένων παρ’ αὐτοῖς τῶν λειψάνων τῶν ἁγίων
καὶ κορυφαίων, Πέτρου καὶ Παύλου, οἷς
πλέον ἐγκαυχώμενοι φαίνονται καὶ μεγαλοφρόνως ἐναβρυνόμενοι,
ἢ πᾶσι τοῖς ἄλλοις
Ῥωμαϊκοῖς διηγήμασι καὶ
κατορθώμασιν, ὧν πᾶσα πλήρης συγγραφὴ καὶ
ποίησις; Τοῦ πάπα δὲ Ῥώμης
Ἀδριανοῦ, τῆς
ἑβδόμης ἡγησάμενου συνόδου μετὰ
τῶν ἄλλων ἁγιωτάτων πατριαρχῶν,
καὶ τὴν ἐπείσακτον καινοτομίαν τῶν Χριστιανοκατηγόρων Εἰκονομάχων
αἱρετικῶν ἀναθεματίσαντος,
πῶς μὴ τιμᾶσθαι παρὰ Ῥωμαῖοις
τὰς ἁγίας καὶ σεπτὰς
εἰκόνας δώσει τις; καὶ μάλιστα πολλῶν
ἐκ Ῥώμης εἰς Κωνσταντινούπολιν
μετακομισθεισῶν ἁγίων εἰκόνων, πολὺ
τὸ ἔκκριτον καὶ τὸ
ἀκριβὲς ἐχουσῶν, ὧν εἰσιν εἰκόνες τῆς
πρωτοτύπου ἁγιότητος. Ὅπου γε καὶ
ἐνταῦθα παρεπιδημοῦντας ὁρῶμεν
Φράγγους, καὶ ἐν τοῖς καθ’ ἡμᾶς
πανσέπτοις ναοῖς εἰσερχομένους, καὶ πᾶσαν
τιμὴν καὶ προσκύνησιν ταῖς ἁγίαις
εἰκόσιν ἀπονέμοντας.
κα΄. Καὶ
παρακαλῶ, καὶ ἱκετεύω, καὶ δέομαι, καὶ
νοερῶς τῶν σῶν ἁγίων ἐφάπτομαι ποδῶν,
ἵνα τοῦ ἄγαν
ἀκριβοῦς ἡ
θεοειδὴς ἐνδοῦσα μακαριότης σου, συνέλθῃ τοῖς
πράγμασι. Δέος γὰρ μήποτε ῥάψαι τὸ
διερρωγὸς βουλομένη, χεῖρον τὸ
σχίσμα ποιήσῃ· καὶ τὸ καταπεπτωκὸς ἀνορθῶσαι
σπουδάζουσα, μείζονα τὴν πτῶσιν ἐργάσηται. Σκόπησον δέ, εἰ μὴ
φανερῶς ἐντεῦθεν, ἤγουν ἐκ
τῆς μακρᾶς ταύτης διαστάσεως καὶ
διχονοίας τοῦ τῆς καθ’ ἡμᾶς
ἁγίας Ἐκκλησίας τὸν
μέγαν τοῦτον καὶ ἀποστολικὸν
θρόνον ἀπορραγῆναι, συνέβη πᾶσαν
ἐν τῷ βίῳ κακίαν πληθυνθῆναι, καὶ
σύμπαντα κόσμον ἔχειν κακῶς· καὶ
ὅπως αἱ βασιλεῖαι
πάσης τῆς γῆς τεταραγμέναι εἰσί, καὶ
πανταχοῦ θρῆνος, καὶ οὐαὶ
πολύ, καὶ λιμοί, καὶ λοιμοί, καὶ
συνεχεῖς, κατὰ χώραν καὶ
πόλιν· καὶ οὐδαμῇ οὐδαμῶς ὡς ἐπὶ πάντα τὰ ἡμέτερα
εὐοδοῦνται στρατόπεδα;
κβ΄. Ὡς
ἔγωγε τὴν ἐμὴν
γνώμην φανερῶ (φανερώσω)· εἰ τὴν
ἐν τῷ ἁγίῳ Συμβόλῳ προσθήκην
διορθώσαιντο, οὐδὲν ἂν ἕτερον ἐπεζήτουν· ἀδιάφορον
καταλιπὼν σὺν τοῖς ἄλλοις καὶ τὸ
περὶ τῶν ἀζύμων ζήτημα· εἰ καὶ
φανερῶς ἔδειξα δι’ ὧν πρὸς
τὸν ἐπίσκοπον Βενετίας ἀπέστειλα, πρὸ
τοῦ Πάσχα γενέσθαι τὸ δεῖπνον,
ἐν ᾧ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν
Ἰησοῦς Χριστὸς τὸ
τῆς θείας μυσταγωγίας τοῖς μαθηταῖς
παρέδωκε μυστήριον· καθ’ ὃν καιρὸν οὐκ
ἦν νόμιμον ἄζυμον ἐσθίεσθαι.
Ὃ δὴ καὶ τὴν σὴν θεοειδῆ μακαριότητα συναινῶν
καταδέξασθαι, ἵνα μή, τὸ πᾶν
ἐκζητήσαντες, τὸ πᾶν
ἀπολέσωμεν. Διὸ χρὴ
ταῦτα τὴν ἡμετέραν παραστῆσαι γνώμην, περὶ
ὧν ἐδήλωσας, καὶ τὴν
σὴν πρὸς οἶκτον ἁγίαν κινῆσαι
ψυχήν· εἰ καὶ μᾶλλον ὁ λόγος ᾄττει
πρὸς ἄλλων πλειόνων θεωρημάτων καὶ κρυφιωτέρων ὑποθέσεων
ἀνάπτυξίν τε καὶ ἐξήγησιν.
κγ΄. Ἀνέγνων
δὲ καὶ τὰ ἴσα τῶν γραμμάτων, ὧν πρὸς
τὸν μακαριώτατον πάπαν ἀπέστειλας, καὶ
τὰ ἐκείνου πάλιν ἀντίγραφα εἰ
μὴ παρὰ τοῦ Ἀργυροῦ ταῦτα
πέπλασται καὶ παραπεποίηται· καὶ τῆς
πολλῆς σε κατὰ Θεὸν
ἐμακάρισα ταπεινοφροσύνης καὶ πραότητος. Πλὴν
ἀνατετάχθαι τούτοις ἔδει, ἐπεὶ
περὶ ἑνώσεως καὶ ὁμονοίας
ἀνατέτακτο, καὶ τὰ
τῆς διαστάσεως αἴτια· ἵνα,
τούτων διαφωτιζόμενων, ἐντελῆ δόξῃ τὰ γράμματα. Διεπορθμεύθησαν δὲ
καὶ τὰ πρὸς τοὺς ἱερεῖς καὶ θεοφόρους ἀδελφοὺς
καὶ συλλειτουργοὺς ἡμῶν,
τόν τε Ἀλεξανδρείας, καὶ τὸν
Ἱεροσολυμίτην ἐκπεμφθέντα ἱερὰ
γράμματα τῆς ἁγιωσύνης σου. Οὐ διαλαμβάνει δὲ
τὰ πρὸς τὸν Βενετίας ἐμὰ
ἀντίγραφα δηλωθῆναί μοι γράμματα παρ’
αὐτοῦ πεμφθῆναι πρὸς
τὴν σὴν μακαριότητα, καθὼς καὶ
τοῦτο τῇ γραφῇ σου προσέκειτο. Καὶ
διὰ τοῦτο δωρεάν μοι φαίνῃ λυπούμενος κατὰ
τοῦ ἀνδρός, μηδὲν τοιοῦτον
γράψαντος.
κδ΄. Ἀπέστειλα
καὶ τὸν ἴσον τῆς πρὸς
ἐμὲ σταλείσης ἀντιγραφῆς
τοῦ μακαρίτου πάπα, Ῥωμαϊκοῖς
ἐνσεσημασμένον γράμμασιν. Οὐ γὰρ
ἠδυνήθημέν τινα εὑρεῖν
δυνάμενον πρὸς ἀκρίβειαν εἰς τὴν
Ἑλλάδα ταύτην μεταμεῖψαι φωνήν. Καὶ
διὰ ταῦτα τὸν ταύτην διακομίσαντα Φράγγον, ἔμπειρον
ὄντα γραμμάτων Ῥωμαϊκῶν,
ἔπεισα ταύτην μεταγράψαι. Σὸν οὖν
ἐστι τοῦ λοιποῦ
ταύτην ἀσφαλῶς διερμηνεῦσαι καὶ
γνωσθῆναι τέλεον ἐξ αὐτῆς
ἃ καὶ πρὸς ἡμᾶς ὁ δηλωθεὶς πάπας, ἡμετέραν
συστατικὴν δεξάμενος γραφήν, ἀντέγραψεν.
κε΄. Ἀλλ’
εἴη μὲν ταῦτα ἐν τούτοις. Ὁ δὲ
Θεὸς τῆς εἰρήνης· καλὸν γὰρ
ἐκ τῆς γραφῆς ἀποδοθῆναι
τὸν τῆς ἐμῆς ἐπίλογον γραφῆς· ὁ
εὐαγγελισάμενος εἰρήνην τοῖς
ἐγγὺς καὶ τοῖς μακράν, τοῖς τε ὑπὸ
νόμον καὶ τοῖς ἔξω νόμου, ὁ τῆς
ἀγάπης Πατήρ, ἡ ἀγάπη·
ταῦτα γὰρ πρὸ τῶν ἄλλων χαίρει καλούμενος, ἵνα νομοθετήσῃ
κἂν τοῖς ὀνόμασι τὸ φιλάδελφον· παρακαλῶν
παρακαλέσαι τὴν σὴν ἡγιασμένην ψυχήν, καὶ πεῖσαι
μετριώτερόν τε καὶ συγκαταβατικώτερον συνελθεῖν σε τοῖς
πράγμασι, καὶ μᾶλλον οὗ μή ἐστι
Θεός, ὡς ἔφθην εἰπὼν
τὸ περιφρονούμενον.
ΠΗΓΗ:
Ἰω.
Ρωμανίδου, Δογματικὴ καὶ Συμβολικὴ Θεολογία τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Β΄, ἔκδ. δ΄, Θεσσαλονίκη 2000, σ. 172-183.
Σχόλια
Δημοσίευση σχολίου