ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΠΑΝΑΓΙΑΝ ΤΗΝ ΟΔΗΓΗΤΡΙΑΝ ΤΩΝ ΑΠΑΝΤΑΧΟΥ ΟΡΘΟΔΟΞΩΝ ΠΟΙΗΜΑ ΑΓΙΟΥ ΜΑΡΚΟΥ ΤΟΥ ΕΥΓΕΝΙΚΟΥ

 

ΓΝΗΣΙΑ ΟΡΘΟΔΟΞΟΣ ΕΚΚΛΗΣΙΑ ΤΗΣ ΕΛΛΑΔΟΣ

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΜΕΣΟΓΑΙΑΣ, ΛΑΥΡΕΩΤΙΚΗΣ ΚΑΙ ΑΧΑΡΝΩΝ

ΙΕΡΑΠΟΣΤΟΛΙΚΟΝ ΕΚΚΛΗΣΙΑΣΤΙΚΟΝ ΚΕΝΤΡΟΝ 

«ΠΑΝΑΓΙΑ Η ΟΔΗΓΗΤΡΙΑ ΤΩΝ ΑΠΑΝΤΑΧΟΥ ΟΡΘΟΔΟΞΩΝ»

 

ΑΠ. 283                 ΙΟΥΝΙΟΣ 2021 (ΕΗ)

  

Παρακλητικός Κανών

εἰς τήν Ὑπεραγίαν Θεοτόκον τήν Ὁδηγήτριαν

Ἀγίου Μάρκου Ἀρχιεπισκόπου Ἐφέσου τοῦ Εὐγενικοῦ

 

Εὐλογήσαντος τοῦ Ἱερέως, άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

Εἶτα τά παρόντα τροπάρια.

 

Ἦχος δ’’. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.

Τῆ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοί καί ταπεινοί, καί προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς’ Δέσποινα, βοήθησον ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα’ σπεῦσον, ἀπολλύμεθα ὑπό πλήθους πταισμάτων’ μή ἀποστρέψῃς σούς δούλους κενούς’ σε γάρ καί μόνην ἐλπίδα κεκτήμεθα.

 

Δόξα. Ἀπολυτίκιον. Ἦχος γ’ . Θείας πίστεως.

Θείας πίστεως ὁμολογία, μέγαν εύρατο, ἡ Ἐκκλησία, ζηλωτήν σε θεῖε Μᾶρκε πανεύφημε, ὑπερμαχοῦντα πατρῴου φρονήματος, καί καθαιροῦντα τοῦ σκότους ὑψώματα. Ὅθεν ἄφεσιν, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τοῖς σε γεραίρουσι.

 

Καί νῦν.

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι’ ειμή γάρ σύ προΐστασο πρεσβεύουσα, τις ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν, Δέσποινα, ἐκ σου’ σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Εἶτα ὁ Ν’ (50) Ψαλμός.

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

Καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς· χαίροις χαράς ἔκφανσις, ἀράς ἡ λύσις. Μάρκου.

 

ᾨδὴ ἀ’. Ἦχος δ’. Ἀνοίξω τό στόμα μου.

Χαράς ἡμῖν πρόξενος ἀδιαδόχου γεγένησι χαράν τήν ἀΐδιον, Χριστόν γεννήσασα΄ ὅθεν Δέσποινα, καί ταύτας τάς ἡμέρας τῆς σής μεταστάσεως χαράς πληρούμεθα.

 

Ἀνοίξασα, Δέσποινα, τάς παναχράντους ὠλένας σου, ἐν αἷς περιέλαβες τόν πάντα φέροντα θείω ῥήματι, ἐκ πάσης ἐπηρείας τούς δούλους σου σκέπασον τούς σε δοξάζοντας.

 

Ἰδού, ἡ ἀνάκλησις τῆς ταπεινῆς ἡμῶν φύσεως ζωήν πρός οὐράνιον αἴρεται, χαίρουσα, νῦν ὁ ἅγιος καί θεοδόχος οἶκος ὀρέων ὑπέρτερος τῶν θείων γίνεται.

 

Ῥημάτων δρεψάμενοι τοῦ ἀρχαγγέλου, τό χαῖρε σοι προσᾴδομεν, Δέσποινα, χαῖρε χαρά τῶν πιστῶν, χαῖρε, λύτρωσις τῆς λύπης τῆς ἀρχαίας, χαῖρε ἐπανόρθωσις τοῦ πρωτοπλάστου Ἀδάμ.

 

Ο μέγας ἀρχάγγελος ἐξ οὐρανοῦ ἀφικόμενος, χαράς εὐαγγέλια πάλιν κομίζει σοι, χαῖρε, Δέσποινα, νῦν μᾶλλον, χαῖρε, χαῖρε, χαῖρε, πρός ἀΐδιον ζωήν ἀπαίρουσα.

 

ᾨδὴ γ’. Τούς σούς ὑμνολόγους Θεοτόκε.

Ἰδοῦσα τήν κάκωσιν, Παρθένε, λαοῦ τοῦ πιστοῦ καί ἐκλεκτοῦ, ὄν περιεποιήσατο Θεός ἰδίω αἵματι, στῆθι, ταχύ δυσώπησον ὑπέρ ἡμῶν τόν οἰκτίρμονα.

 

Στειρεύουσα μήτρα παραδόξῳ καρπόν εὐκλεῆ κόσμῳ παντί εἰς εὐωχίαν ἄυλον πνευματικῶς προήνεγκε, σε τήν ἁγνήν καί ἄμωμον τήν τόν Θεόν σωματώσασα.

 

Χαράς καί εἰρήνης καί ἀγάπης καί μακροθυμίας ἀκριβοῦς ἀγαθωσύνης, πίστεως, χρηστότητος, πραότητος καί ἐγκρατείας πληρῶσον τούς τῷ ναῶ σου προσμένοντας.

 

Ἀήρ ἡγιάσθη τῆ ἀνόδῳ τῆς ηγιασμένης σου ψυχῆς, ὡς ἐφωτίσθη ἅπασα ἡ γῆ ἐπί τῷ τόκῳ σου’ σύ γάρ τά ἐπουράνια τοῖς ἐπιγείοις διήλλαξας.

 

Διάσωσον, ἀπό κινδύνων, τούς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετά Θεόν, εἰς σε καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καί προστασίαν.

 

Ἐπίβλεψον, ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

 

Αῖτησις καὶ το Κάθισμα.

Ἦχος β’. Τά ἄνω ζητῶν.

Πρεσβεία θερμή, καί τεῖχος απροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμεν σοι’ Θεοτόκε Δέσποινα, πρόφθασον, καί ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

 

ᾨδὴ δ’. Ο καθήμενος ἐν δόξῃ.

Ῥέων θράσει πικροτάτῳ καί πολύς ἐκτεινόμενος ὁ παμφάγος ἌΙδῃς ἔστη, τετοκυίας σου, πάναγνε, τόν ζωοδότην Δεσπότην’ ὁ γάρ θάνατος τοῖς πιστεύουσιν ἤδη ζωῆς θείας ἄμειψις.

 

Ἀνυμνοῦμεν σε βοῶντες, χαῖρε, ὄρος κατάσκιον, χαῖρε πῖον ὄρος καί τετυρωμένον ἐν Πνεύματι, χαῖρε, οὐράνιε κλῖμαξ, χαῖρε, γέφυρα ἡ μετάγουσα ἐκ τοῦ θανάτου πρός θείαν ζωήν.

 

Τήν ἔμψυχον παστάδα τοῦ Δεσπότου τῆς κτίσεως, τόν ναόν τόν θεῖον, τό ηγιασμένον παλάτιον, τήν ἀδιόδευτον πύλην, τήν ὑπέρτιμον κλίνην, Δέσποινα, χρεωστικῶς μεγαλύνομεν.

 

Ἐκ παντοίων κινδύνων τούς σούς δούλους περίσῳζε τοῦ Θεοῦ ἡ πόλις, περί ἦς ἐν κόσμῳ λελάληται δεδοξασμένα, Παρθένε, ὑπερένδοξε, ἡ δοξάζουσα τούς εὐσεβῶς σε δοξάζοντας.

 

ᾨδὴ ἕ’. Ἐξέστη τά σύμπαντα.

Κλινούσῃ τά γόνατα, εἰς προσευχήν σοι, ἄχραντε, τά ἐπί τοῦ ὄρους δένδρα πάντα καθάπερ ἔμψυχα συνεκλίνετο, μένειν οὐ δυνάμενα, τοῦ σου κλινομένου σώματος, ἐν ὀρθίῳ τῷ σχήματι.

 

Φωτός οἰκητήριον, χαῖρε, τό σκότος λύσασα, χαῖρε, ἡ τόν ἥλιον τῷ κόσμῳ προαγαγοῦσα, φωτός νεφέλη χρυσή, χαῖρε, στῦλε πύρινε, δι’ ἦς πρός τήν ἐπουράνιον ὁδηγούμεθα εἴσοδον.

 

Ἁγνίζονται, Δέσποινα, τῷ σῶ ναῶ προστρέχοντες ὁ φιλευσεβής σου λαός οὗτος, πρός τήν ἡμέραν ἑτοιμαζόμενοι, καθ’ ἤν ἀπό γῆς πρός οὐρανόν ἀπῆρας, τήν χάριν σου δι’ εἰκόνος λιποῦσα ἡμῖν.

 

Νεφέλαις ὀχούμενος Κριτής ὁ ἐπουράνιος, ὅτε μετ’ ἀγγέλων δόξης ἔλθῃ, κρίσιν δικαίαν ποιήσαι, Δέσποινα, τότε παρρησία μητρική πρόστηθι τῶν δούλων σου, τῶν πιστῶς ἀνυμνούντων σε.

 

ᾨδὴ στ’. Ἐβόησε προτυπῶν.

Συνέσεως καί σοφίας ὑπάρχουσα ἔμπλεως, συνετήρεις ἐν καρδία συμβάλλουσα ἅπαντα τά τετελεσμένα ἐπί σοι θαυμασίως, Θεόνυμφε.

 

Ἱστάμενοι πρό προσώπου τῆς θείας εἰκόνος σου, οἱ πλουτοῦντες τοῦ λαοῦ σου πιστῶς λιτανεύουσι, τήν σήν πόλιν ῥῦσαι τῆς παρούσης πληγῆς, υπεράμωμε.

 

Στολίζεται διά σου σωστηρίου ἱμάτιον καί χιτῶνα εὐφροσύνης ἡ φύσις, Θεόνυμφε, ἡ γεγυμνωμένη συμβουλία δεινοῦ πολεμήτορος.

 

Αἰρόμενοι πανταχόθεν οἱ θείοι ἀπόστολοι ταῖς νεφέλαις θεαρχίω βουλήματι φέρονται πρός τήν βασιλίδα καί κυρίαν ἀπᾴσῃς τῆς κτίσεως.

 

Διάσωσον, ἀπό κινδύνων, τούς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετά Θεόν, εἰς σε καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καί προστασίαν.

 

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ανερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

 

Αῖτησις καὶ το Κοντάκιον. Ἦχος β’.

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε. μεσιτεία πρός τόν τόν Ποιητήν ἀμετάθετε, μή παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλά πρόφθασον ὡς ἀγαθή, εἰς τήν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι’ Τάχυνον εἰς πρεσβείαν, καί σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

 

Τό Προκείμενον.

Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεά καί γενεά.

Στιχ. Ἄκουσον, Θύγατερ, καί ἴδε, καί κλῖνον τό οὕς σου, καί ἐπιλαθοῦ τοῦ λαοῦ σου, καί τοῦ οἴκου τοῦ πατρός σου, καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.

Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεά καί γενεά.

 

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπουδῆς, εἰς πόλιν Ἰούδα’ καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου, καί ἠσπάσατο τήν Ελισάβετ. Καί ἐγένετο, ὡς ἤκουσεν ἡ Ελισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῆ κοιλία αὑτῆς’ καί ἐπλήσθη Πνεύματος Ἀγίου ἡ Ελισάβετ, καί ἀνεφώνησε φωνή μεγάλη, καί εἶπεν’ Εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο, ἶνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτα, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῆ κοιλία μου. Καί μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὑτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ’ Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῶ τῷ Σωτῆρι μου. Ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης αὑτοῦ’ ἰδού γάρ ἀπό τοῦ νῦν μακαριοῦσι με πάσαι αἱ γενεαί. Ὅτι ἐποίησε μοι μεγαλεία ὁ δυνατός, καί ἅγιον τό ὄνομα αὑτοῦ. Ἔμεινε δε Μαριάμ σύν αὑτῇ ὡσεί μήνας τρεῖς, καί ὑπέστρεψεν εἰς τόν οἶκον αὑτῆς.

 

Δόξα.

Πάτερ, Λόγε, Πνεῦμα, Τριάς ἡ ἐν μονάδι, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

 

Καί νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

 

Στιχ. Ελέησόν με, ὁ Θεός, κατά τό μέγα έλεός σου….

Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Μή καταπιστεύσῃς με, ἀνθρωπίνη προστασία, Παναγία δέσποινα, ἀλλά δέξαι δέησιν τοῦ ἱκέτου σου’ θλῖψις γάρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τά τοξεύματα’ σκέπην οὐ κέκτημαι, οὐδέ που προσφύγῳ ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καί παραμυθίαν οὑκ ἔχω πλήν σου. Δέσποινα τοῦ κόσμου, ἐλπίς καί προστασία τῶν πιστῶν, μή μου παρίδῃς τήν δέησιν, τό συμφέρον ποίησον.

 

Ἕτερα Θεοτοκία.

Οὐδείς προστρέχων ἐπί σοι, κατησχυμένος ἀπό σου ἐκπορεύεται, ἀγνῇ Παρθένε Θεοτόκε’ ἀλλ’ αἰτεῖται τήν χάριν, καί λαμβάνει τό δώρημα, πρός τό συμφέρον τῆς αἰτήσεως.

 

Μεταβολή τῶν θλιβομένων, ἀπαλλαγή τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καί λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

 

Σῶσον, ὁ Θεός τόν λαόν σου…

Κύριε, ἐλέησον (ιβ’).

 

ᾨδὴ ζ’. Οὑκ ἐλάτρευσαν.

Ῥάβδος ἔντιμος, τό ἄνθος τό ἀμάραντον χαῖρε βλαστήσασα χαῖρε, ὁ πόκος, ἐξ οὗ ἡ δρόσος απέσταξε, φλογμόν ἡ λύουσα τόν πολύθεον, χαῖρε, σκηνή τῆς χάριτος καί νυμφών ἀθανασίας.

 

Ἁμαρτίας τῶν ψυχῶν καί ἀρρωστήματα σωμάτων ἴασαι τῶν προστρεχόντων, ἀγνῇ, τῷ θείω τεμένει σου καί αἰτουμένων πιστῶς τά ἰάματα’ σύ γάρ πηγή τῆς χάριτος καί ζωῆς ἀφθόνου ῥεῖθρον.

 

Στειρευούσης ἐκ νηδύος προελήλυθας ἐπαγγελίας καρπός, δῶρον εὐχῆς ἱεράς’ ὅθεν σου δεόμεθα, τήν ἀκαρπίαν ἡμῶν μεταποίησον εἰς εὐκαρπίαν πράξεων ἀγαθῶν, εὐλογημένη.

 

Η βασίλισσα τοῦ κόσμου μετατίθεται πρός οὐρανόν ἀπό γῆς, οἱ τῶν ἀγγέλων χοροί θαυμάζουσι, βλέποντες θαῦμα παράδοξον, φύσιν βρότειον ὑπέρ αὑτούς ἀστράπτουσαν ἁγιότητος ἀκτίσιν.

 

ᾨδὴ ἡ’. Παῖδας εὐαγεῖς ἐν τῆ καμίνῳ.

Λῦσον τήν ἀχλύν τῶν νοσημάτων, ὑγείας τήν σταθεράνδώρησαι, πόλει τῆ τιμώσῃ σε, μῆτερ ἀπειρόγαμε’ σύ γάρ ἡμῖν ἐγέννησας τόν ἰατρόν τῶν ψυχῶν καί νόσων σαρκικῶν ἐλατῆρα, τόν τάς ἀσθενείας ἡμῶν ἀνειληφότα.

 

Ὑμνοῦντας σε, Δέσποινα, προσδέχου τούς δούλους σου κατά χρέος, χαῖρε ἄσπορε, χαῖρε, ἡ βλαστήσασα στάχυν ζωοπάροχον, χαῖρε, τοῦ ζῶντος ὕδατος πηγή ἀκένωτε, ἡ πύλη, ἤν ὁ Λόγος διῆλθε, χαῖρε, ἡ τάς πύλας συντρίψασα τοῦ ᾌδου.

 

Σε τήν τῶν ἀγγέλων ὑπερτέραν ἄγγελος μέν τῆ μητρί εὐηγγελίσατο, ἄγγελος δε ἔτρεφε τῷ ναῶ προσμένουσαν, ἄγγελος δε τό μέγιστον, θαῦμα ἐμήνυσε, θεόν ἡμῖν ἐκ σου σαρκοφόρον, ἄγγελος καί νῦν σε καλεῖ πρός θείαν λῆξιν.

 

Ἰσχύν βασιλεῦσιν ἡμῶν δίδου καί κέρας τό τοῦ Χριστοῦ σου, Κόρη, ὕψωσον, θραῦσον τά φρυάγματα τῶν ἐχθρῶν, ἀνάστειλον τήν τοῦ θανάτου μάστιγα, ῥῦσαι, δεόμεθα λιμοῦ καί σεισμοῦ τήν σήν πόλιν καί πυρός μαχαίρας καί μάχης ἐμφυλίου.

 

Συνήθεια φαύλη τυραννοῦσα πρός πράξεις ἡμᾶς ἀτόπους ἐκβιάζεται’ ὅθεν καί τῷ σχήματι, μόνον προσευχόμενοι, τούς λογισμούς πλανώμεθα τοῖς φίλοις πάθεσιν’ ἐκ τούτων ἡ ὀργή τοῦ Κυρίου καθ’ ἡμῶν ἐπῆλθεν ὡς τέκνων ἀπειθείας.

 

ᾨδὴ θ’. Ἅπας γηγενής.

Μέγα καί φρικτόν, ἀγνῇ, τό μυστήριον τῆς σής κυήσεως’ τόν γάρ προαιώνιον Πατρός ἀνάρχου Λόγον ἐν μήτραν σου σωματικῶς ἐχώρησας, τόν οὐδαμοῦ χωρητόν, τόν τά πάντα φέροντα τῷ ῥήματι τῆς αὑτοῦ ἀπορρήτου δυνάμεως.

 

Ἄρα τις ἡμῶν ἡμέραν τήν ἔμφοβον ἐκείνην ὑπομενεῖ ἤ τις ὑποστήσεται ἀπό προσώπου Κυρίου κρίνοντος διά πυρός, ὡς γέγραπται, τά ἔργα πάντων ἡμῶν; ἀλλά δεῦτε νῦν μετανοήσωμεν, τῆ μητρί τοῦ Κυρίου προσπίπτοντες.

 

Ῥεύσασαν ἡμῶν τήν φύσιν, πανάμωμε, καί ἐκπεσοῦσαν Θεοῦ πάλιν ἐπανήγαγες τῆ παραδόξῳ κυοφορία σου’ τόν γάρ Θεόν κατήγαγες ὦ θαῦμα φρικτόν τήν πτωχείαν ταὐτῶν ἐνδυσάμενον, ἵν’ ἐγώ πλουτισθῶ τήν θεότητα.

 

Κλῖνον σου τό οὕς, ἀγνῇ, καί ἐπάκουσον ἡμῶν βοώντων σοι, χαῖρε, κόσμου Δέσποινα, ὁσίων πάντων, χαῖρε τό καύχημα, τῶν ἀθλητῶν κραταίωμα, ἱεραρχῶν καλλονή, τῶν δικαίων, χαῖρε, τό στεφάνωμα, χαῖρε, πάντων πιστῶν τό διάσωσμα.

 

Ο μετά σαρκός ἐκ σου προελθών ἡμῖν ἄδυτος ἥλιος, μέσην τῶν διπλῶν αὑτοῦ καθόδων ταύτην, ἀγνῇ, διέθετο τήν παρουσίαν, ὅτε σου τήν παναγίαν ψυχήν μετ’ ἀγγέλων δόξης ἀνελάβετο σύν αὑτῷ βασιλεύειν αἰώνια.

 

Ὕμνους εὐτελεῖς ἐκ στόματος, Δέσποινα, δέξαι πτωχεύοντος, ἤν τοσαῦτα στόματα καί ἁγίων χάριτες ἀνευφήμησαν’ σύ γάρ λαμπρά ὑπόθεσις, τοῖς ἀπ’ αἰῶνος σοφοῖς καί δικαίοις’ εἵη σου τό ὄνομα εἰς αἰῶνας αἰώνων ὑμνούμενον.

 

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

 

Καί τά παρόντα Μεγαλυνάρια.

Τήν ὑψηλοτέραν τῶν οὐρανῶν, καί καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τήν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τήν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.

 

Ἀπό τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τό σῶμα, ἀσθενεῖ μου καί ἡ ψυχή’ πρός σε καταφεύγω τήν Κεχαριτωμένην’ ἐλπίς ἀπηλπισμένων, σύ μοι βοήθησον.

 

Δέσποινα καί μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἶνα μεσιτεύσῃς πρός τόν ἐκ σου τεχθέντα’ Ω Δέσποινα τοῦ κόσμου γενοῦ μεσίτρια.

 

Ψάλλομεν προθύμως σοι τήν ᾠδήν, νῦν τῆ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικώς’ μετά τοῦ Προδρόμου, καί πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οικτειρήσαι ἡμᾶς.

 

Ἴθυνον πρός τρίβους τῶν ἀρετῶν, Κεχαριτωμένη, Ὁδηγήτρια τῶν πιστῶν, τούς τά μεγαλεία, τά σά ὑμνολογοῦντας, καί σύν τῷ Ἀρχαγγέλῳ, Χαῖρε βοῶντας σοι.

 

Ἄλαλα τά χείλη τῶν ἀσεβῶν, τῶν μή προσκυνούντων τήν εἰκόνα σου τήν σεπτήν, τήν ἱστορηθεῖσαν, ὑπό τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τήν Ὁδηγήτριαν.

 

Τό μεγαλυνάριον τοῦ Ἀγίου Μάρκου.

Χαίροις τοῖς Ἐώας μέγας φωστήρ, καί τῆς Ἐκκλησίας, ὁ προστάτης καί ὁδηγός’ χαίροις τῆς Λατίνων, κακοδοξίας πέλυξ, ὦ Μᾶρκε Ἱεράρχα, Ἐφέσου πρόεδρε.

 

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

 

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων προστατεύεις, Ἀγαθῇ, τῶν καταφευγόντων ἐν πίστει τῆ κραταιᾷ σου χειρί’ ἄλλην γάρ οὑκ ἔχομεν ἁμαρτωλοί πρός Θεόν, ἐν κινδύνοις καί θλίψεσιν, ἀεί μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπό πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου ὅθεν σοι προσπίπτομεν’ Ῥῦσαι πάσης περιστάσεως τούς δούλους σου.

 

Ὅμοιον.

Πάντων θλιβομένων ἡ χαρά, καί ἀδικουμένων προστάτις, καί πενομένων τροφή, ξένων τε παράκλησις, καί βακτηρία τυφλών, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καί ἀντίληψις, καί ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σύ ὑπάρχεις Ἄχραντε, σπεῦσον, δυσωπούμε, ῥύσασθαι τούς δούλους σου.

 

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

 

Τήν πᾶσαν ἐλπίδα μου εἰς σε ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φυλαξόν με ὑπό τήν σκέπην σου.

 

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.

Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.

’Ἀμήν.

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΙ ΣΑΡΑΝΤΑ ΓΥΝΑΙΚΕΣ ΜΑΡΤΥΡΕΣ

ΚΑΘΑΙΡΕΣΙΣ ΝΙΚΟΛΑΙΤΩΝ ΥΠΟ ΤΗΣ ΠΑΝΟΡΘΟΔΟΞΟΥ ΣΥΝΟΔΟΥ

ΟΙ ΡΩΣΟΙ ΤΗΣ ΔΙΑΣΠΟΡΑΣ ΠΟΤΕ ΔΕΝ ΑΠΕΔΕΧΘΗΣΑΝ ΤΗΝ ΟΜΟΛΟΓΙΑΝ ΕΚΚΛΗΣΙΟΛΟΓΙΑΝ ΜΑΣ