Τρίτη 22 Ιουνίου 2021

ΑΓΙΟΙ ΑΛΕΞΑΝΔΡΟΣ ΚΑΙ ΑΝΤΩΝΙΝΑ

 

Άγιοι Αλέξανδρος και Αντωνίνα
Άγιοι Αλέξανδρος και Αντωνίνα
Ημερομηνία Εορτής:








Βιογραφία

Εὕρατο Ἀλέξανδρος ἅμ' Ἀντωνίνῃ
Τὸν βόθρον ἀκάτιον εἰς τρυφὴν φέρον.
Τῇ δεκάτῃ μόρον Ἀντωνῖνα ἐμπυρόπισσον.



Λειτουργικά κείμενα

Ἀπολυτίκιον 

Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ξυνωρὶς ἡ ἁγία τῶν Μαρτύρων ὑμνείσθω μοί, σὺν τῷ εὐκλεεῖ Ἀλεξάνδρω, Ἀντωνίνα ἡ πάνσεμνος· ἀγάπη γὰρ καὶ πίστει εὐσεβεῖ, ἐκλάμψαντες ἐν ἄθλοις ἱεροίς, ἰαμάτων ἐφαπλούσι μαρμαρυγᾶς, τοὶς ποθῶ ἀνακράζουσα δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι δι' ὑμῶν, πάσιν ἰάματα

Έτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Οἱ Μάρτυρες σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, τὸ στέφος ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον· ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τῶν Μαρτύρων ἔλαμψεν, ἡ ἀξιέπαινος μνήμη, ἦν πιστοί τελέσωμεν, καὶ ἀνυμνήσωμεν πιστῶς, ἐν ἐπὶ γνώσει κραυγάζοντες, Σὺ τῶν Μαρτύρων, Χριστὲ τὸ κραταίωμα.

Έτερον Κοντάκιον
Ἦχς β’. Τοὺς ἀσφαλεῖς.
Τοὺς ἐν Χριστῷ, πνευματικοὺς ὁμαίμονας, καὶ ἐν ὁδοῖς, τῆς εὐσεβείας σύμφρονας, τὸν θεόφρονα Ἀλέξανδρον, σὺν Ἀντωνίνῃ μακαρίσωμεν· τοὺς ἄθλους γὰρ ἐκείνων καὶ τὰ στίγματα, ὡς μύρον εὐωδίας προσεδέξατο, ὁ τούτους δοξάσας ὡς ηὐδόκησε.

Μεγαλυνάριον
Χαίροις ὦ Ἀλέξανδρε Ἀθλητά· χαίροις Ἀντωνίνα, νύμφη ἄμωμε τοῦ Χριστοῦ· γνώμῃ γὰρ τελείᾳ, ἐχθροῦ τὰς μεθοδείας, ἀθλητικῇ δυνάμει, κατηδαφίσατε.

Κάθισμα
Ἦχος α'. Τὸν τάφον σου Σωτὴρ.
Δυὰς ἡ θαυμαστή, τῶν σεπτῶν Ἀθλοφόρων, ἐνέγκασα στερρῶς, τὴν πυρὰν τῶν βασάνων, ἐν δόξῃ παρίσταται, τῇ Τριάδι πρεσβεύουσα, χάριν ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων, τοῖς τὴν ἔνδοξον, αὐτῆς γεραίρουσι μνήμην, δοθῆναι ἐν πνεύματι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

ΜΙΑ ΕΝ ΕΤΕΙ 2008 ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΤΩΝ ΓΟΧ ΚΗΡΥΚΟΥ ΠΡΟΣ ΤΟΝ ΠΡΩΗΝ ΜΗΤΡΟΠΟΛΙΤΗΝ ΦΛΩΡΙΝΗΣ (ΤΟΥ Ν.Η.) κ. ΑΥΓΟΥΣΤΙΝΟΝ ΚΑΝΤΙΩΤΗΝ ΑΠΑΝΤΗΣΙΣ ΕΙΣ ΤΟ ΕΡΩΤΗΜΑ ΤΟΥ ΠΕΡΙ ΤΗΣ ΑΠΟΣΤΟΛΙΚΗΣ ΜΟΥ ΔΙΑΔΟΧΗΣ

Τετάρτη 21 Οκτωβρίου 2026 ΕΠΙΣΤΟΛΗ (ΕΝ ΕΤΕΙ 2008) ΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΤΩΝ ΓΟΧ ΚΗΡΥΚΟΥ ΠΡΟΣ ΤΟΝ ΠΡΩΗΝ ΜΗΤΡΟΠΟΛΙΤΗΝ ΦΛΩΡΙΝΗΣ (ΤΟΥ Ν.Η.) κ. ΑΥΓΟΥΣ...