ΑΚΟΛΟΥΘΙΑ ΜΑΡΤΥΡΟΣ ΓΟΛΙΝΔΟΥΧ
ΙΟΥΛΙΟΣ 13. ΑΓΙΑ ΜΑΡΤΥΣ ΓΟΛΙΝΔΟΥΧ ΑΚΟΛΟΥΘΙΑ
ΙΟΥΛΙΟΣ ΙΓ΄.
ΓΟΛΙΝΔΟΥΧ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς δὲ τό·
Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ
ψάλλομεν Στιχηρὰ προσόμοια τῆς Ἁγίας Ἦχος πλ. δ' Ὢ τοῦ παραδόξου θαύματος
Ἄστρον ἡμῖν
φαεινότατον, ἐκ τῆς Περσίδος σεμνή, Γολινδοὺχ ἐξανέτειλας, ἀρετῶν λαμπρότησι,
καὶ τῶν ἄθλων φαιδρότησι, τὴν οἰκουμένην, περιαυγάζουσα, καὶ ἀθεΐας νύκτα
διώκουσα· ὅθεν τὴν μνήμην σου, τὴν φωσφόρον σήμερον, περιχαρῶς, πίστει
ἑορτάζοντες, ὑμνολογοῦμέν σε.
Θείαις σεμνὴ
εἰσηγήσεσιν, ἔγνως Χριστὸν τὸν Θεόν, τοῖς ἐν γῇ ἐνδημήσαντα· καὶ τῆς διανοίας
σου, φωτισθεῖσα τὰ ὄμματα, πρὸς πᾶσαν πάλην, τομῶς ἐχώρησας, τῶν ἀοράτων,
ἐχθρῶν καὶ ὤλεσας, τούτων τὸ φρύαγμα· ὅθεν διαδήμασι, νικητικοῖς, ἔστεψέ σε
Κύριος, ὁ ὑπεράγαθος.
Ἄπληγον τὸν
νοῦν ἐτήρησας, ἐν τῷ πληγαῖς ὁμιλεῖν, καὶ χρονίαις καθείρξεσιν, Ἀθληφόρε
ἔνδοξε, κατωτάτῳ ἐν λάκκῳ δέ, ἀπορριφεῖσα, ἡμέραις πλείοσι, τροφήν ἐτρέφου, μὴ
διαρρέουσαν, δράκοντα δόλιον, κεκτημένη σύνοικον, ἐκ τῆς αὐτοῦ, βλάβης
ἀνενόχλητος, Μάρτυς προσμείνασα.
Πλάνην
πατρώαν κατέλιπες, καὶ τὴν τῶν μάγων φθοράν, δι’ Ἀγγέλου γνωρίσασα, σκοτασμὸν
αἰώνιον, καὶ φωτὸς ἀγαλλίασιν· ὅθεν τὴν κλῆσίν σου ὑπαλλάξασα, διὰ βαπτίσματος
μετωνόμασαι, Μαρία πάντιμε, καὶ Χριστῷ ᾠκείωσαι πάσῃ ψυχῇ, ὑπὲρ Οὗ ἐνήθλησας ἐν
χρόνοις πλείοσι.
Μνήμην
Κυρίου κατέχουσα, ἐν σῇ ψυχῇ Γολινδούχ, ἀπανθρώπως εἰς φρούριον, Λήθης
κατακέκλεισαι, ὑπ’ ἀνδρὸς δυσσεβοῦντός σου, εἶτα δὲ πάλιν εἰς λάκκον βέβλησαι,
δράκοντα μέγαν ἐξημερώσασα, καὶ πείνης γέγονας, ὑπερτέρα ἔνδοξε ὡς θαυμαστῶς,
τοῦ Ἀγγέλου στόμα σου κατευλογήσαντος.
Μαρτυρικῶς
ἐξετέλεσας, βίον τὸν σὸν Γολινδούχ, γνησιότητι Κύριον, τῆς ζωῆς ποθήσασα, Οὗ τὸ
πάθος ἀντέγραψας· διὸ εὐφραίνῃ ἐν οὐρανίοις σκηναῖς, κατατρυφῶσα τῆς θείας
ὄψεως, ἧς καταξίωσον, καὶ ἡμᾶς δεόμεθα τοὺς εὐσεβῶς, μνήμην τὴν ἁγίαν σου
ἐπιτελοῦντας σεμνή.
Δόξα. Ἦχος ὁ αὐτός.
Τῷ ἐκ
Παρθένου Μαρίας, γεννηθέντι Δεσπότῃ, ὥσπερ οἱ πρὸ αἰώνων, πρόγονοί σου Μάγοι
Γολινδούχ, ὑπὲρ τὰ τρίϋλα τούτων δῶρα προσενήνοχας, τὴν πολυχρόνιον ἄθλησίν
σου, ἐν ὑπομονῇ πολλῇ καὶ καρτερᾷ ὁμολογίᾳ. Τὴν πλάνην γάρ, τῆς ἡλιακῆς
λατρείας ἀποῤῥίψασα, τῷ Ἡλίῳ τῆς Δικαιοσύνης, ὁλικῶς κατεφωτίσθης· ὅθεν νῦν ἐν
Παραδείσῳ, περιλαμπομένη τῷ ἀλήκτῳ φωτί, πρέσβευε αἰτούμεθα ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λ΄ 10-26).
Γυναῖκα
ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη,
θαρσεῖ ἐπ᾿ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ
ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ εἰς ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη
ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς
ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται
ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις· θεωρήσασα
γεώργιον ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε
κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας
αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται
ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα,
τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε πένητι,
καρπὸν δὲ ἐξέτεινε πτωχῷ, οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν
που χρονίζῃ· πάντες γὰρ οἱ παρ᾿ αὐτῇ ἐνδεδυμένοι εἰσί. Διττὰς χλαίνας
ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα, περίβλεπτος
δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ
τῶν πρεσβυτέρων καὶ κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε, καὶ ἀπέδοτο
τοῖς Φοίνιξι καὶ περιζώματα τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο,
καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Προφητείαις Ἡσαϊου τὸ Ἀνάγνωσμα (Κεφ. 43, 9-14)
Τάδε
λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν.
Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν
τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ· Γίνεσθέ μοι μάρτυρες,
καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε,
καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ
ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ
Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος.
Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ
Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ
κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος
ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ
ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ
μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ
τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις
αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἦχος α'
Ὡς ῥόδον
χριστομύριστον, ἐκ τῆς ἀκανθώδους, λατρείας τῶν Περσῶν, κατὰ τὴν κλῆσίν σου
ἀνέθαλες, Γολινδοὺχ θεομακάριστε, καὶ τῷ Σταυρῷ τοῦ Κυρίου, διὰ βίου
προσηλωθεῖσα, ζῶσα Μάρτυς ἐκ τῶν πιστῶν ὠνόμασαι· διὸ ἐν τῷ Παραδείσῳ
καταφυτευθεῖσα, ὀσμὴν εὐωδίας τῆς νοητῆς Ἀμπέλου, Χριστοῦ ἡμῖν κατάπεμψον.
Ἦχος β΄.
Τὸν Ἰησοῦν
ἐπιγνοῦσα, Ἥλιον τῆς δικαιοσύνης, προγονικὴν προσκύνησιν, τοῦ πυρὸς ἀπηρνήσω
Γολινδούχ. Καὶ τοῦ φωτὸς τῆς ζωῆς, τὸ ἔνδυμα περιζωσθεῖσα, θυγάτηρ ὁλόφωτος
ἐδείχθης, πιστοὺς καταλάμπουσα, τοῖς ὑπὲρ Χριστοῦ, ὑπερφυέσι σου κατορθώμασι.
Ἦχος γ΄.
Οὐκ
ἐπελάθετό σου ὁ Χριστός, ἐν τῷ τῆς Λήθη φρουρίῳ συγκλεισθείσης, Γολινδοὺχ
ἀξιομνημόνευτε, οὐδὲ τὴν μαρτυρικήν σου, ψυχὴν κατεφρόνησε, διὰ τῆς τοῦ Ἀγγέλου
ξιφοθήξεως, αἱματώσας θαυμαστῶς· διὸ καὶ σῦ φιλαδέλφως ἡμῶν μνήσθητι, τῶν ἐν
χαρᾷ ἑορταζόντων τὴν μνήμην σου.
Ἦχος δ΄.
Τὴν
ἀῤῥενωπίαν τοῦ Χριστοῦ, οἰκειωσαμένη, τῶν ὠμοτυράννων τὰς βασάνους, εἰς οὐδὲν
λελόγισαι, τὸν ἔρωτα τῆς ψυχῆς σου, εἰς οὐρανοὺς προσερείσασα, εὐλογημένη
Μάρτυς Γολινδούχ. Τῆς Θεοτόκου δὲ τὴν κλῆσιν ἀναλαβοῦσα, τῆς φύσεως τοὺς ὅρους
ὑπερέβης, ἐν σώματι πολιτευθεῖσα ἀσθενεῖ· διὸ καὶ τὰς ψυχὰς ἡμῶν, τῶν
γεραιρόντων σε εὐφροσύνως, ἐνίσχυσον εἰς τελείαν Χριστοῦ ἀγάπησιν.
Δόξα. Ἦχος πλ. α΄.
Τῆς
Ὀρθοδόξου πίστεως τὸ πλήρωμα, θεόθεν βεβαιωθεῖσα, βεβαιοπίστως καὶ τὸν
μαρτυρικόν, βίον σου ἐτέλεσας, Γολινδοὺχ παμμακάριστε. Γευσαμένη δὲ νοητῶς, τὸν
πλοῦτον τῆς Χάριτος, τὰ μέλλοντα ὡς παρόντα ὑπερφυῶς ἐβίωσας· ὅθεν ἐν τῷ φωτὶ
τοῦ Χριστοῦ εὐφραινομένη, μνήσθητι καὶ ἡμῶν τῶν τιμώντων σε, θεοστεφάνωτε.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος α’. Ταῶν οὐρανίων ταγμάτων.
Καταυγασθεῖσα
βολίσι, τοῦ ἀϊδίου φωτός, ἡλίου τὴν λατρείαν, καὶ τῶν μάγων θρησκείαν,
κατέλιπες ἐμφρόνως ὦ Γολινδούχ, καὶ ἐνδέδυσαι Κύριον, διὰ βαπτίσματος θείου,
κλῆσιν καινήν, εἰληφυῖαν Θεομήτορος.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ
ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Τῆς
Βασιλείας Κυρίου, δόξαν τὴν ἔκλαμπρον, καὶ πῦρ ὁμοῦ σκοτῶδες, τῆς κολάσεως
γνοῦσα, κατέλιπες τὴν πλάνην πατρώαν σοφῶς, καὶ βασάνων ὡμίλησας· δι’ ὧν
εἰσῆλθες Μαρία διὰ παντός, εἰς Σιὼν τὴν ἀκατάσειστον.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε
μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δέησεώς μου.
Ὅπου Χριστοῦ
θεία Χάρις, φύσεως θέσμια, ἀργοῦσι παραδόξως, καὶ καινότητος νόμοι, ἀμέσως
ἐνεργοῦσι καὶ θαυμαστά, τοῖς βροτοῖς ἐπιφαίνονται· τοῦτο ὁ βίος διδάσκει πάνυ
τρανῶς, Γολινδοὺχ τῆς Χριστομάρτυρος.
Δόξα. Ἦχος β΄.
Οὐκ ἀστέρος
φαεινοῦ τὸ φῶς ἰδοῦσα, ἀλλὰ Αὐτὸν τὸν Ἥλιον Χριστόν, Οὗπερ τὴν δόξαν τῆς
θεότητος κατανοήσασα, στολὴν τῆς ἀφθαρσίας, γενναιοφρόνως ὑπενδέδυσαι· μαρτύρια
δὲ πολυχρόνια καθυποστᾶσα, νῦν βασιλεύεις Γολινδοὺχ εὐφραντικῶς, μετὰ Μαρτύρων
καὶ Δικαίων, εὐχητικῶς παρέχουσα ἡμῖν, τὸ ἐξ ὕψους θεῖον φῶς τὸ χριστοπόρευτον.
Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι
θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν,
τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος
Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ
παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείαις
ὄψεσιν, ἁλιευθεῖσα, καὶ τῇ Χάριτι, καταυγασθεῖσα, πυρσολατρῶν ἀπηρνήσω δυσσέβειαν,
μαρτυρικῶς δὲ τὸν βίον περάσασα, νῦν Γολινδοῦχ κατοικεῖς τὸν Παράδεισον· ὅθεν
πρέσβευε, ὑπὲρ τῶν πιστῶς τιμώντων σε, ἰδεῖν σὺν σοὶ τὸ φῶς Χριστοῦ τὸ ἔκλαμπρον.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Σὲ
τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ
σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ
καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ζωῆς τῆς ἐν
Χριστῷ, τὴν ἀλήθειαν γνοῦσα, τὴν πλάνην τῶν Περσῶν, Γολινδοὺχ ἀπηρνήσω, καὶ
θείῳ βαπτίσματι, τῷ φωτὶ ἐπενδέδυσαι· ὅθεν ἤθλησας, τοὺς ὑπὲρ φύσιν αἰῶνας, δι’
ὧν ἔκτεινας, κάρας δρακόντων λαβοῦσα, τὴν χάριν τοῦ Πνεύματος.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Λυχνία
χρυσαυγής, τοῦ Ἡλίου τῆς δόξης, λαμπὰς λευκοφαής, τοῦ Φωτὸς τοῦ ἀδύτου, νεφέλη
πυρσεύουσα, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, τῆς καρδίας μου, ἀμβλυωπούσας τὰς κόρας,
φωταγώγησον, μαρμαρυγαῖς ἀκηράτοις, καὶ θείοις πυρσεύμασι.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Αἰσθήσεις
λεπτύνασα τὰς φυσικὰς Γολινδούχ, ψαλτήριον γέγονας Χριστοῦ τερπνῶν μελῳδοῦν,
ἀθλήσεις καὶ σκάμματα· ὅθεν ὑπερκοσμίως, τὰ βιώματα σχοῦσα, ἔγνως τῶν
μυστηρίων, ἐν αἰσθήσει τὸ βάθος· διό σε ἱκετεύομεν, ψυχὰς ἡμῶν ἐνίσχυσον.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Μυρίοις
βαλλόμενοι τῇ ἐπηρείᾳ ἐχθροῦ, κινδύνοις καὶ θλίψεσι καὶ λογισμοῖς χαλεποῖς,
Παρθένε πανύμνητε, σπεύδομεν τῇ Σῇ σκέπῃ, σωτηρίαν αἰτοῦντες, λύτρωσαι Θεοτόκε,
τῆς αὐτῶν ἡμᾶς ζάλης, καὶ δίδου τῇ ζωῇ ἡμῶν, εἰρήνην καὶ μετάνοιαν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Πῦρ λαβοῦσα
τὸ ἄϋλον ἐν ψυχῇ, τοῦ πυρὸς τὴν λατρείαν τοῦ ὑλικοῦ, ἠρνήσω ὡς ψυχώλεθρον,
Γολινδοὺχ ἀξιάγαστε, καὶ τοῦ Παραδείσου, τὴν δόξαν μεμάθηκας, δι’ ὀμφῆς Ἀγγέλου,
στεῤῥῶς ἐμαρτύρησας· ὅθεν συγκλεισθεῖσα, ἐν τῆς Λήθης φρουρίῳ, τὴν μνήμην
ἀπέκτησας, Ἰησοῦν ζωοδότειραν, δι’ ἧς πεῖναν ἐνίκησας. Πρέσβευε σεμνὴ τῷ
Χριστῷ, δωρηθῆναι πᾶσι τοῖς τιμῶσί σε, τὸ πῦρ Αὐτοῦ ὑποκαίειν, ψυχὰς ἡμῶν
πάντοτε.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ
πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν
Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι
σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο
βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ
ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε
μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δέησεώς μου.
Εὐαγγέλιον, βλέπε Δευτέρᾳ τῆς ΙΕ’ Ἑβδομάδος τοῦ Ματθαίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ
Θεός…
Τῆς
Θεομήτορος τὴν συνώνυμον, καὶ Ἀθλητῶν τὴν ὁμότροπον, τὴν ἀῤῥενόψυχον Γολινδούχ,
ὕμνοις χαρμοσύνοις καταστέψωμεν. Αὕτη γὰρ τὴν πλάνην, τῆς ἡλιολατρείας
ἐκφυγοῦσα, φωτὸς θυγάτηρ ἐγένετο, καὶ ἐν σημείοις θαυμαστοῖς, τὴν Παναγίαν
Τριάδα ἐδόξασε.
Ὁ Κανὼν τῆς Ἁγίας Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς: Χαίροις Γολινδούχ, Μάρτυς ὡραϊσμένη.
Ἰωσήφ.
ᾨδὴ α' Ἦχος πλ. β' Ὡς ἐν ἠπείρῳ
Χαρμονικῶς
τῷ Δεσπότῃ ἐν οὐρανῷ παρεστῶσα ἔνδοξε καὶ ταῖς θείαις ἀστραπαῖς, λαμπομένη πάντοτε
ἡμᾶς εὐπροσδέκτοις σου εὐχαῖς, Μάρτυς καταύγασον.
Ἀποφυγοῦσα
τὸ σκότος τὸ περσικὸν ὡς ἀστὴρ ἀνέλαμψας, εὐσεβείας φαεινός, καὶ πολλῶν
ἐφώτισας ψυχὰς ἐπιγνώσει θεϊκῇ, θεομακάριστε.
Ἰχνηλατοῦσα
τὸ πάθος τοῦ ἀπαθοῦς, Γολινδοὺχ πανεύφημε, μαρτυρίου καλλοναῖς, σεαυτὴν ὡράΐσας
καὶ νῦν, εἰς νυμφῶνα νοητὸν εἰσῆλθες χαίρουσα.
Θεοτοκίον
Ῥύπου κακίας
τὴν φύσιν ὁ πλαστουργός, τὴν ἡμῶν βουλόμενος, ἐκκάθαραι ἐκ τῆς σῆς, καθαρᾶς
σεσάρκωται γαστρός, Θεοτόκε· διὸ πάντες σε δοξάζομεν.
ᾨδὴ γ' Οὐκ ἔστιν Ἅγιος ὡς σὺ
Ὁ νοῦς σου
νεύσει πρὸς Θεόν, ὅλως πεφωτισμένος, ἐμυήθη τὰ θεῖα, Γολινδοὺχ καὶ ἀσφαλῶς,
βεβαιωθεὶς ἐν αὐτοῖς, ἀπιστίας, σκότος ἀπεκρούσατο.
Ἰσχὺν θεμένη
τὸν Χριστόν, τῇ θεογενεσίᾳ προσεχώρησας Μάρτυς, καὶ τὴν κλῆσιν εὐσεβῶς, ὥσπερ
τὴν πίστιν τὴν σὴν ἐνηλλάξω, θείαις ἐπινεύσεσι.
Σοφῶν λογίων
ἱεραῖς, ἀναπτύξεσι πίστει, ἐπιμένουσα Μάρτυς, ἐμυήθης ἐν αὐτοῖς, τὴν πρὸς ἡμᾶς
τοῦ Χριστοῦ παραδόξως, θείαν ἐπιφάνειαν.
Θεοτοκίον
Γνωστῶς
κατείδομεν Θεόν, σαρκωθέντα Παρθένε, ἐξ ἀγνῶν σου αἱμάτων, δι' οἶκτον νῦν τὴν
ἡμῶν, ἀναλαβόντα μορφήν· διὰ τοῦτο, πίστει σε δοξάζομεν.
Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ζωῆς
τῆς ἐν Χριστῷ, τὴν ἀλήθειαν γνοῦσα, τὴν πλάνην τῶν Περσῶν, Γολινδοὺχ ἀπηρνήσω,
καὶ θείῳ βαπτίσματι, τῷ φωτὶ ἐπενδέδυσαι· ὅθεν ἤθλησας, τοὺς ὑπὲρ φύσιν ἀγῶνας·
δι’ ὧν ἔκτεινας, κάρας δρακόντων λαβοῦσα, τὴν χάριν τοῦ Πνεύματος.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Ἀνύμφευτε
ἁγνή, Θεοτόκε Παρθένε, ἡ μόνη τῶν πιστῶν, προστασία καὶ σκέπη, κινδύνων καὶ θλίψεων,
καὶ δεινῶν περιστάσεων, πάντας λύτρωσαι, τοὺς ἐπὶ σοὶ τάς ἐλπίδας, Κόρη ἔχοντας,
καὶ τὰς ψυχὰς ἡμῶν σῶσον, ταῖς θείαις πρεσβείαις σου.
ᾨδὴ δ' Χριστός μου δύναμις
Οἱ σοὶ
πανεύφημε, κατευθυνόμενοι, πρὸς τὸν Κύριον βρόχοις τοῖς τοῦ ἐχθροῦ, πόδες οὐ
κεκώλυνται, ὑποσκελίζοντες αὐτοῦ, τὰς πορείας θείῳ Πνεύματι.
Λυθῆναι
σπεύδουσα, παθῶν συγχύσεως καὶ δολίας ἀπάτης Μάρτυς δεσμοῖς, χαίρουσα ὡμίλησας,
καταδεσμοῦσα ἐν αὐτοῖς, πᾶσαν πλάνην τοῦ ἀλάστορος.
Ἰσχὺν σοι
δίδωσι, Χριστὸς ὁ Κύριος, ὑπομεῖναι βασάνους καὶ πονηράς, στρέβλας ἀξιάγαστε,
δι' ὧν κατήργησας ἐχθροῦ, πάντα Κόρη μηχανήματα.
Θεοτοκίον
Δεσμὸν
διέλυσας, τῆς παραβάσεως, τῶν καλῶν τὸν δοτῆρα ὑπερβολῇ, τέξασα χρηστότητος,
Παρθενομῆτορ, οἱ πιστοί· διὰ τοῦτό σε δοξάζομεν.
ᾨδὴ ε' Τῷ θείῳ φέγγει σου Ἀγαθὲ
Ὀχυρωθεῖσα
τὸν λογισμόν, ἐν ὀχυρωτάταις φυλακαῖς, χρόνον πολὺν ἐκαρτέρησας, φύλαξ
δεικνυμένη διαταγμάτων Χριστοῦ, ἀγλάϊσμα Μαρτύρων, Μάρτυς πανεύφημε.
Ὑπὸ Ἀγγέλου
φωτοειδοῦς, τῶν περικειμένων σοι δεσμῶν, ἀπολυθεῖσα ἐξέδραμες, πρὸς ἁγιωτάτου
ἀνδρὸς ἀπάντησιν, πρὸς σὲ παρὰ Κυρίου σταλέντος Ἔνδοξε.
Χαίρουσα
ᾤκησας σκοτεινόν, λάκκον καὶ βαθύτατον Σεμνή, ὡς Δανιὴλ ὁ θαυμάσιος, δράκοντι
συνοῦσα, ὅστις ᾐδέσθη σε, Χριστοῦ τῶν παθημάτων ἐπιγνοὺς μάρτυρα.
Θεοτοκίον
Μεμολυσμένος
τὸν λογισμόν, καὶ ἠχρειωμένος ταῖς πολλαῖς, Μήτηρ Θεοῦ παραβάσεσι, σὲ
καθικετεύω μόνη ἀμόλυντε, οἰκτῖραί με καὶ σῶσαι τῇ μεσιτείᾳ σου.
ᾨδὴ
ς' Τοῦ βίου τὴν θάλασσαν
Ἀπέρριψαν
λάκκῳ σε, κατωτάτῳ δυσμενεῖς, ἐν ᾧ ἡμέραις πλείοσι, βρῶσιν οὐδόλως εἴληφας ἐκ
χειρός, ἀνθρώπων· ἐτρέφου γάρ, θείῳ ἄρτῳ, τὸν Κτίστην μεγαλύνουσα.
Ῥημάτων
ὑπάρχουσα, φύλαξ Μάρτυς θεϊκῶν, πολυχρονίαν κάθειρξιν, κατεδικάσθης πάσαις
ἀσκητικαῖς, τὸ σῶμα συντρίβουσα, ἀγωγαῖς καὶ τὰ πάθη ὑποτάττουσα.
Τελείως
ἠλόγησας, τῆς ἁγίας σου σαρκός, ἐν τῷ ῥοπάλοις τύπτεσθαι, καὶ τὰ ὀστᾶ
συντρίβεσθαι ἀφειδῶς, τοῖς λίθοις Πανεύφημε· θεϊκὸς γὰρ σε πόθος ἐπερρώννυεν.
Θεοτοκίον
Ὑφάνας ὁ
Ὕψιστος, ἑαυτῷ περιβολήν, ἐκ τῶν ἁγνῶν αἱμάτων σου, τοὺς γυμνωθέντας θείαις
καταστολαῖς, ἐφαίδρυνεν Ἄχραντε· διὰ τοῦτό σε πόθῳ μακαρίζομεν.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Δι’
Ἀγγέλων ὄψεων, εἰς φῶς Χριστοῦ ὡδηγήθης, καὶ Μαρτύρων ἤνυσας, ὁδὸν προθύμως
Μαρία, ἔγνως γάρ, τῆς Ἐκκλησίας τὴν θείαν χάριν, εἴληφας, τὴν καρτερίαν ἐν ταῖς
βασάνοις, καὶ ἐστέφθη ἐκ Κυρίου, Ὃν παῤῥησίᾳ,
Θεὸν ὡμολόγησας.
Ὁ Οἶκος.
Τοῦ
Ἡλίου Χριστοῦ φῶς ὡς ἔλαμψεν, παμμακάριστε, σῇ καρδίᾳ θαυμαστῶς, Γολινδοὺχ ἠκολούθησας,
ὡς ἀμνὰς ἁπλουστάτῃ τῷ Ποιμένι. Πολλὰς δ’ ὑποστᾶσα τὰς βασάνους, καρτερώτατα,
μεγάλως ἐνισχύθης θείαις ὄψεσι, καὶ αἷμά σου τὸ τίμιον ἔδωκας λαιμοτμηθεῖσα, διὰ
τὸν σαρκωθέντα Ἰησοῦν, Ὃν παῤῥησίᾳ, Θεὸν
ὡμολόγησας.
Συναξάριον
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Γολινδούχ, τῆς
μετονομασθείσης Μαρίας
Σκηνοῖς
Γολινδοὺχ εἰς Ἐδέμ, σκηναὶ δὲ σοι,
Τὸ
τοῦ Βαλαάμ, ὡς σκιάζουσαι νάπαι.
Τρίτῃ
τε καὶ δεκάτη Γολινδούχ, Χριστῷ ἥνωται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Σάῤῥας.
Κόλπους
ὑποσχών, τὴν νέαν Σάῤῥαν δέχου,
ὦ
τῆς παλαιᾶς, Ἀβραάμ, Σάῤῥας ἄνερ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τελεῖται τοῦ Ἀρχαγγέλου Γαβριήλ.
Τῶν
σῶν ἀγαθῶν ὥσπερ οὐκ ἔχω κόρον,
Ὡς
οὐδ' ἑορτῶν, Γαβριὴλ Ἄρχων Νόων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Στεφάνου τοῦ Σαββαΐτου.
Καὶ
σκῶλα καὶ θήρατρα καὶ πάγας βίου,
φυγὼν
Στέφανος εἰς Ἐδὲμ λόχμας ἔδυ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἡλιοφώτου, Ἐπαφροδίτου, Ἀμμωνίου,
Χουλελαίου καὶ Εὐσθενίου, τῶν Ἀλαμάνων τῆς Κύπρου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ὀνησιφόρου, τοῦ ἐν Κύπρῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικοδήμου τῆς Τισμάνα τῆς Ῥουμανίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ' Δροσοβόλον μὲν
Σὲ
γυμνοῦντες περιέφερον οἱ ἄφρονες, παικτικῶς πόλιν ἅπασαν, ὁρωμένης δέ, οὐδαμῶς
ἐφρόντισας Σεμνή, αἰσχύνης· τὴν δόξαν τὴν ἐκεῖ· ἀποκειμένην γὰρ νοὸς ὄμμασιν
ἔβλεπες.
Ὥσπερ
ἄσαρκος ὑπήνεγκας τὰς μάστιγας, Μάρτυς θεομακάριστε· ἐδυνάμου γάρ, ὁ Χριστὸς σε
σάρκα δι' ἡμᾶς, φορέσας συνὼν σοι καὶ τηρῶν, τὴν σὴν καρδίαν Γολινδούχ,
ἄτρεπτον θείᾳ στοργῇ.
Ῥωμαλέως τὴν
χρονίαν ἐκαρτέρησα, κάθειρξιν ἀξιάγαστε· ὥσπερ κόσμον δέ, τὰ κλοιὰ προσφέρουσα
σεπτῶν, Χριστοῦ παθημάτων κοινωνός, ὡς καὶ τῆς δόξης τῆς αὐτοῦ, Γολινδοὺχ
γέγονας.
Ἀναγέννησιν
κομίζεται δι' ὕδατος, καὶ πνεύματος Πανεύφημε, ἡ τεκοῦσά σε, νουθεσίαις εἴξασα
ταῖς σαῖς, Θεοῦ καταυγάσαντος αὐτῆς, ἀποκαλύψεσι φρικταῖς, τόν λογισμὸν
ἐμφανῶς.
Θεοτοκίον
Ἱλαστήριον
κεκτήμεθα Πανάμωμε, πρὸς τὸν Θεὸν σε πάντοτε. Ἐξελοῦ, ἡμᾶς τῶν ἐκεῖ βασάνων
φοβερῶν, καὶ λύτρωσαι πάσης ἀπειλῆς, ἐπιβουλῆς τὲ ὁρατῶν, καὶ ἀοράτων ἐχθρῶν.
ᾨδὴ η' Ἐκ φλογὸς τοῖς Ὁσίοις
Σὲ μεγίστοις
ἀγῶσιν ἐγκαρτερήσασαν, καὶ χρονίᾳ καθείρξει δεσμῶν ἀπέλυσε, θείᾳ προτροπῇ,
δυσμενὴς πονηρότατος, Μάρτυς ἀθληφόρε, φαιδρῶς δεδοξασμένη.
Μετὰ πόνους
μυρίους τῆς ἐναθλήσεως, ἀκροτάτῃ ἀσκήσει σαυτήν ἐκδέδωκας, Θέκλαν ἀληθῶς, τὴν
σεπτὴν Πρωτομάρτυρα, μάρτυς μιμουμένη, μεθ' ἧς σε εὐφημοῦμεν.
Ἑπτερώθης τῷ
πόθῳ τοῦ Παντοκράτορος, καὶ τὰ θήρατρα πάντα τοῦ πολεμήτορος, ὡς περιστερὰ τοῦ
Χριστοῦ ἀξιάγαστε, Μάρτυς ὑπερέβης, καὶ τῷ Θεῷ ἡνώθης.
Νοερῶς
ἑνουμένη τῷ θείῳ ἔρωτι, τὰς ἐκεῖθεν πλουσίας αὐγὰς εἰσδέδεξαι, αἷς καὶ νῦν
ἡμᾶς, καταυγάζεσθαι πρέσβευε, Μάρτυς τοὺς τελοῦντας, τὴν σὴν ἁγίαν μνήμην.
Θεοτοκίον
Ἡ τῷ τόκῳ
σου πᾶσαν ἀποστειρώσασα, τὴν κακίαν τοῦ πλάνου, πάσης στειρεύουσαν, πράξεως
Ἁγνή, ἀγαθῆς τὴν καρδίαν μου, δεῖξον καρποφόρον, Θεὸν ἱλεουμένη.
ᾨδὴ θ' Θεὸν ἀνθρώποις
Ἰδεῖν
θεόφρον νοὸς λαμπρότητι, τὰ ἀγαθὰ τὰ μένοντα ἐκεῖσε ἠξίωσαι, ἐνδημοῦσα εἰσέτι
τῷ σώματι, ὧν νῦν ἐν μετουσίᾳ, θείᾳ ὑπάρχουσα, τούτων καὶ ἡμᾶς, ἐπιτυχεῖν Κυρίῳ
πρέσβευε.
Ὡς φῶς, ὡς
ἥλιος ἐναπήστραψεν, ἡ καρτερὰ καὶ θεία καὶ γενναία σου ἄθλησις, καὶ πιστῶν τὰς
καρδίας ἐφώτισε, φέγγει θεογνωσίας, καὶ ἀπεμείωσε, πάντα τὸν τῆς πλάνης,
σκοτασμὸν θεομακάριστε.
Σαυτὴν
ἐνδύμασι περιέστειλας, σῶν ἱερῶν αἱμάτων βεβαμμένοις λαμπρότησι, τὸ δὲ σὸν
ᾑμαγμένον ἱμάτιον, Μάρτυς, πηγὴν θαυμάτων, ἔδειξας χάριτι, τοῖς καθαρωτάτῳ
λογισμῷ τούτου προσψαύουσιν.
Ἡ σὴ
δεδόξασται θεία κοίμησις, ἀγγελικῶν ταγμάτων σε λαβόντων πρὸς Κύριον· διὰ τοῦτο
τελοῦμεν τὴν μνήμην σου, πάντες ἐν εὐφροσύνῃ, πανηγυρίζοντες, Μάρτυς ἀθληφόρε
τοῦ Χριστοῦ ἀξιοθαύμαστε.
Θεοτοκίον
Φωνῇ Ἀγγέλου
Ἁγνὴ συνέλαβες, Λόγον Πατρὸς ἡμῖν ὁμοιωθῆναι θελήσαντα, ὃν δυσώπει εὑρεῖν ἡμᾶς
ἔλεος, καὶ τῶν ἁμαρτημάτων, λύσιν πανάμωμε· ὅθεν εὐχαρίστοις σε φωναῖς ἀεὶ
δοξαζομεν.
Ἐξαποστειλάριον. Τῆς Μάρτυρος. Ἦχος γ’. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τὰ
θαυμαστά σου ἄθλα, ἐκμελετῶντες Γολινδούχ, ἐπὶ τῇ θείᾳ σου μνήμῃ, παρακαλοῦμεν ἐκ
ψυχῆς, ὅπως Χριστῷ ἱκετεύῃς, τηρεῖν Αὐτοῦ τὴν ἀγάπην.
Θεοτοκίον
Χαριστηρίοις
Σε ὕμνοις, ὑμνοῦμεν πόθῳ Παρθένε, σὺν τῷ Ἀγγέλῳ τὸ Χαῖρε, βοῶντές Σοι Θεοτόκε·
χαῖρε ἀνύμφευτε Μήτηρ, τοῦ Βασιλέως τῆς δόξης.
Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἐκ Περσίδος
ἀνέτειλας, ὡς σελήνη χριστόφωτος, Γολινδοὺχ δοξάσασα γένος θήλεος· ἀῤῥενωθεῖσα
γὰρ χάριτι, τῆς πλάνης διέκφυγες, μαγικῆς ὥσπερ δορκάς, βρόχους ἔχουσα ἄνωθεν,
ἀποκάλυψιν, δι’ ἁγίου Ἀγγέλου δείξαντός σοι, Παραδείσου θείαν δόξαν, καὶ τῆς
κολάσεως ἔρεβος.
Λησμονήσασα
ἅπασαν, γονικὴν ἀμαυρότητα, πρὸς τὸ φῶς Μαρία Χριστοῦ ἐλήλυθας· διὸ Σατὰν
ἐξεγείρασα, μανίαν μισόψυχον, δι’ ἀνδρὸς ἐν φυλακῇ, τῇ τῆς Λήθης συγκέκλεισαι,
καὶ ἐν σκάμματι, ἐμβληθεῖσα σὺν δράκοντι ἁγίῳ, πρὸς τὸ σὲ διασπαράξαι, τοῦτον
εὐχῇ ἐξημέρωσας.
Ἀσιτίαν
πολύμηνον, Γολινδοὺχ ὑπομείνασα, τοῦ Χριστοῦ τῇ χάριτι διασέσωσαι, ὅτι τροφὴν τὸ
Ψαλτήριον, εὑροῦσα ἐξέμαθες, ἐν τῷ λάκκῳ θαυμαστῶς, καὶ ὡς ἄρτον οὐράνιον,
ἔσχες σώματος, καὶ ψυχῆς διατρέφοντα τὸν Λόγον, τὸν κρυπτόμενον τοῖς λόγοις,
τοῖς εἰρημένοις τῷ Πνεύματι.
Οἱ ἀγῶνες
πολύπαθοι, αἱ ὁράσεις οὐράνιαι, Γολινδοὺχ καὶ πάμφωτος ἡ πορεία σου, ἡ τελευτὴ
δέ σου γέγονε, χρυσοῦν ἐπισφράγισμα, εὐμενείας τοῦ Χριστοῦ, Ὃς ψυχαῖς
ἀναπαύεται, ταπεινόφροσι, καὶ βραβεῖα παρέχει ἀφθαρσίας, μιμηταῖς τοῦ θείου
Πάθους, καὶ ποθηταῖς Ἀναστάσεως.
Δόξα. Ἦχος πλ. δ΄.
Διὰ
γλυκομυθίας θεϊκῶν ἐμφανειῶν, εἰς φῶς Χριστοῦ ἐκ σκότους εἰδωλικοῦ, Γολινδοὺχ
ἀγαθόψυχε μετενήνεξαι. Καὶ τὸ εὐφεγγέστατον ἄστρον τοῦ μαρτυρίου, ἰσοβίως ἐν
ἐπιγνώσει οἰκειωθεῖσα, ὅλη φῶς γεγένησαι, τοῦ νοητοῦ Ἡλίου πλησιφαής, καθάπερ
σελήνη. Τὸ πλήρωμα δὲ τῆς χάριτος, τῆς Ἐκκλησίας δεξαμένη, δώρησαι τοῦτο
πλουσιοδώρως καὶ ἡμῖν, πρεσβεύουσα τῷ Δεσπότῃ, ἐν Παραδείσῳ νῦν εὐφραινομένη
αἰώνια.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Ῥόδον
χριστομύριστον Γολινδούχ, ἀκανθῶν ἐξέφυς, πλάνην ῥίψασα μαγικήν, οἶκος δὲ
Κυρίου, ὁλόφωτος ἐδείχθης, ἀπείροις μαρτυρίοις, ἐγκαρτερήσασα.
Τοὺς
τιμῶντας μνήμην σου ἱεράν, Γολινδοὺχ εὐλόγει, ἱκετεύουσα τὸν Χριστόν, ὅπως τὴν
ἀγάπην, Αὐτοῦ ἡμῖν πλουσίως, ἐμβάλῃ ταῖς καρδίαις, κλῆρον ἰσόβιον.
Σχόλια
Δημοσίευση σχολίου