ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΠΑΝΑΓΙΑΣ
ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΠΑΝΑΓΙΑΣ Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν, Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα· Χαῖρε, δ’ ἧς ἡ χαρὰ ἐκλάμψει, χαῖρε, δι’ ἧς ἡ ἀρὰ ἐκλείψει. Χαῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις, χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις. Χαῖρε, ὕψος δυσανάβατον ἀθρωπίνοις λογισμοῖς, χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς. Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα, χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα. Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον, χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως. Χαῖρε, δι’ ἧς νεουργεῖται ἡ κτίσις, χαῖρε, δι’ ἧς βρεφουργεῖται ὁ Κτίστης. Χαῖρε, Νύμφη ἀνύμφευτε. Βλέπουσα ἡ Ἁγία, ἑαυτήν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως· τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως, τὴν κύησιν πὼς λέγεις κράζων· Ἀλληλούια. Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· ἐκ λαγόνων ἁγνῶν, υἷον πῶς ἔσται τεχθῆναι δυνατόν...

Τουτο γαρ βουλεται διδαξαι ημας ο μακαριος Μωυσης λεγων "καί εγενετο εσπέρας καί εγενετο πρωι ημερα τριτη". Και μη ξενισθης, αγαπητε, ει ταυτα πολλάκις καί συνεχως λέγει η θεία Γραφη. Ει γαρ καί μετα την τοσαυτην συνεχειαν ετι οι τη πλανη προκατειλημμενοι Ιουδαιοι, φιλονικείν πειρωνται, καί την εσπεραν αρχην της επιούσης ημερας ειναι νομίζουσιν, απατωντες εαυτούς, καί παραλογιζόμενοι καί τη σκια ετι παρακαθημενοι, της αληθειας ουτω πάσι δηλης γεγενημενης,καί τω λύχνω προσεδρευοντες, του ηλίου της δικαιοσύνης πανταχου τας οικείας ακτινας αφιεντος, ει μη τοσαύτη τη διδασκαλία μετα πολλής της ακριβείας εχρησατο, τις αν ηνεγκεν των αγνωμονων την φολινεικίαν; (Ιεροας Χρυσοστομος)
ΑπάντησηΔιαγραφήΑυτό το σχόλιο αφαιρέθηκε από τον συντάκτη.
ΑπάντησηΔιαγραφή