ΑΓΙΟΙ ΚΗΡΥΚΟΣ ΚΑΙ ΙΟΥΛΙΤΤΑ, ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Παρακλητικός Κανών Αγίας Ιουλίττης και Αγίου Κηρύκου Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ψαλμός ρμβ΄ (142) Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου• καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Εμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα• γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου• ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου• τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ένεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ωραϊσθέντες ευκλεώς Αθλοφόροι, κρουνοίς αιμάτων του σεπτού μαρτυρίου, υπερφυώς αθλήσαντες δοξάσαντες Χριστόν, Κήρυκε θεόσοφε, και σεμνή Ιουλίττα, τούτον ικετεύσατε, αμορφούσαν ψυχήν μου, καθωραΐσαι Μάρτυρες σεπτοί, όπως γεραίρω, υμάς θείοις άσμασι. Δόξα Πατρὶ και Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ως ευσεβείας εραστάς Αθλοφόροι, ως Εκκλησίας αρραγείς θεμελίους, ως οικουμένης πρέσβεας και Μάρτυρας Χριστού, πίστεως ερείσματα, ως Τριάδος Αγίας, παναρίστους κήρυκας, δυσωπούμεν εν πίστει, σαλευομένους πλάνου προσβολαίς, υμών αγίαις, ευχαίς στερεώσατε. Θεοτοκίον. Οὐ σιωπήσωμεν ποτὲ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστώμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν. Ψαλμός ν΄ (50) Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου•ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ότι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ιδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ιδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ακουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Απόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Απόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ρῦσαι με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου•ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ότι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν•ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Αγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Αρματηλάτην Φαραώ, Περιαντλούμενοι αεί οι τάλανες κύμασι βίου δεινοίς, σωστική πρεσβεία, ημάς διασώσατε, σεπτοί Μεγαλομάρτυρες, προς γαλήνιον όρμον, ίν’ εν γαλήνη τω πνεύματι, αίνεσιν Θεώ αναπέμψωμεν. Παύλος ως έφησεν ημάς κατέλαβον λίαν καιροί χαλεποί, όθεν Αθλοφόροι, ημάς προστατεύοντες, μη παύσητε δεόμεθα, και γαρ άνευ της θείας, υμών προνοίας μακάριοι, πάντες αληθώς απολλύμεθα. Την αθλιότητα ορών ην κέκτημαι οίμοι ο τάλας εγώ, πώρωσιν καρδίας, νοός τε την ζόφωσιν, στενάζω οδυρόμενος, της αθλίας ψυχής μου, ολοσχερή την απώλειαν, ρύσατέ με όθεν προστάται μου. Θεοτοκίον. Άλλην ου κέκτημαι θερμήν βοήθειαν ει μη Σε Κόρη αγνή, όθεν με νοσούντα, και κατατρυχόμενον, παντοίοις αρρωστήμασι, την υγείαν παράσχου, ως τετοκυία τον σύμπαντα, κόσμον υγιώσαντα χάριτι. ᾨδὴ γ´. Ούρανίας άψῖδος. Ουρανούς υπερβάντες πανευκλεείς Μάρτυρες, και τω φιλανθρώπω Δεσπότη ως εντυγχάνοντες, ημάς τους κάτω αεί, εκνενευκότας ελκύσαι, άνω ικετεύσατε, ω μεγαλώνυμοι. Χαλεπώς αρρωστούντα ψυχή και σώματι Μάρτυρες, και εξαπορούμενον πάσης ελπίδος Άγιοι, ιάσατέ με υμών, των πρεσβειών τω φαρμάκω, όπως μέλπω πάντοτε, υμάς σωζόμενος. Παρρησίαν ως σχόντες μεγίστην νυν Μάρτυρες, προς Χριστόν Ον μέσω σταδίου ανεκηρύξατε, πικρού θανάτου ημάς, και τυραννίδος του άδου, ρύσαι ικετεύσατε, ω μεγαλώνυμοι. Θεοτοκίον. Εν ημέρα δίκης Συ βοηθός φάνηθι, πεπλημμεληκότος αφρόνως άχραντε Δέσποινα, καθικετεύουσα, τον Σον Υιόν και Δεσπότην, πάντα παραβλέψαι μου, τα ανομήματα. Διάσωσον, από κινδύνων Σους δούλους δυάς αγία, εν πίστει ειλικρινεί προς σε καταφεύγοντας, ζωής ημών ως θείοι, και συμπαθείς προστάται. Επίβλεψον, εν ευμενεία πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος. Αἴτησις καὶ τὸ κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή. Πρεσβεία θερμή και τείχος απροσμάχητον, υπάρχεις ημίν τοις πίστει προσιούσί σοι, ω δυάς πανεύφημε, Αθλοφόρε Κήρυκε πάνσοφε, και Ιουλίττα Μάρτυρες Χριστού, γοργώς οι αείποτε ημάς προφθάνοντες. ᾨδὴ δ´. Είσακήκοα Κύριε. Τη του Χριστού θεία αγάπη πυρούμενοι Αθλοφόροι, αικισμούς ηνέγκατε, καρτερικώς, χαίροντες σοφοί, και ημάς τη θεία αυτού αγάπη δεόμεθα, στηρίξατε ίν’ όπως εν ειρήνη τον βίον, διελθόντες αυτώ συναφθείημεν. Δόξα Θεώ τω φιλανθρώπω τους Μάρτυρας τοις ανθρώποις πρέσβεις αναδείξαντι, αμαρτιών προς εξιλασμόν, εξ ώνπερ τους θείους νυν και ημείς οι ανάξιοι, πλουτούμεν Ιουλίτταν, συν θείω τω Κηρύκω, τους ως όντως ενθέρμους και έμφρονας. Δόξα Θεώ τω φιλευσπλάγχνως δωρήσαντι, ψυχών θείους ιατρούς καθαίροντας, έλκη δυσώδη των αμαρτιών, εν οις και οι θείοι, και συμπαθείς ημών πέλουσι, μεσίται και προστάται, Κήρυκος συν τη θεία Ιουλίττη, ους νυν και γεραίρομεν. Θεοτοκίον. Δόξα Θεώ τω δια έλεος άφατον, σαρκωθήναι, όλως ευδοκήσαντι, εκ της αγνής Κόρης Μαριάμ, γένους των ανθρώπων, προς επανάκλησιν ένθεον, εκ της αποστασίας προς την υιοθεσίαν, εν η πάντες σωζόμεθα χάριτι. ᾨδὴ ε´. Φώτισον ἡμᾶς. Ίνα τι ουκ απόσχη, αισχράς εργασίας ψυχή μου ταλαίπωρε; ιδού η εσχάτη προσεγγίζει ημέρα και βάσανος, σε δεινή προσμένει, αλλ’ ουν εγείρου και εν πίστει, εκκαλού και σωθήση τους Μάρτυρας. Συνειδήσεως όλως, ελέγχους μη φέρων, πικρώς καταδύρομαι, εκών γαρ ο τάλας, αμαρτάνων ου παύομαι Μάρτυρες, όθεν μετανοίας ισχύν δωρήσατέ μοι θείοι, ικεσίαις υμών προς τον Κύριον. Του βορβόρου των έργων, δυάς η φιλεύσπλαγχνος Μαρτύρων ρύσαί με, Κήρυκε συν θεία, Ιουλίττη μητρί σου θεόφρονι, και γαρ παροργίζω τον κτίσταντά με υπερμέτρως, όθεν μέλλω εις πυρ παραπέμπεσθαι. Θεοτοκίον. Γοεράν αναπέμπω, φωνήν προς Σε Μήτερ Θεού ο ταλαίπωρος, κίνδυνοι γαρ άδου με κατέλαβον, όθεν απέγνωσμαι, σώσόν με πρεσβείαις, προς τον Υιόν Σου ευπροσδέκτοις, την ελπίδα ενθείσά μοι κρείττονα. ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ. Ρερύπωμαι, και δυσώδης γέγονα, πράξας άτοπα δεινά ο παντλήμων, και νυν τις ουν σπλαγχνισθήσεται άλλος, και εκαθάρη με ρύπου τον άθλιον; Ει μη προστάται μου υμείς, οι ζωήν μου αεί προστατεύοντες. Σύνες ψυχή, σην αξίαν πάντολμε, Θεός πέπονθε εκών υπέρ σου γαρ, παύε ουκούν, αμαρτάνουσα παύε, και έως έχεις καιρόν μετανόησον, και μάλιστα εφ’ ω καιρώ, ω και τους Μάρτυρας έχεις συλλήπτορας. Την δέησιν, την οικτράν μου Μάρτυρες, μη παρίδητε θερμώς ικετεύω, αλλά ψυχής μου τον πόθον πρεσβείαις, υμών πληγώσατε καν τε ανάξιος, τυγχάνω όλως ο οικτρός, σφόδρα όμως σωθήναι επείγομαι. Θεοτοκίον. Βασίλισσα, οιάπερ παρίστασαι, του Μεγάλου Βασιλέως τω θρόνω, βασιλικαίς ουν χρωμένη πρεσβείαις, κατά παθών των εχθίστων ενίσχυσον, ημάς τους πόθω Σε αεί, ευσεβώς Θεοτόκον κηρύττοντας. Διάσωσον, από κινδύνων Σους δούλους δυάς αγία, εν πίστει ειλικρινεί προς σε καταφεύγοντας, ζωής ημών ως θείοι, και συμπαθείς προστάται. Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν. Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β´, Προστασία τῶν Χριστιανῶν. Αλγηδόνας υπέρ του Χριστού υπεμείνατε, φρικτάς όντως και μελών υμών θρίψιν πάνσοφοι, τα ως όντως αγαθά αποσκοπούντες σαφώς, δια τούτο και εν ουρανοίς, συνδοξαζόμενοι Αυτώ, αιωνίως αγάλλεσθε, τάχος ουν εις πρεσβείαν, νυν σπεύσατε Αθλοφόροι, υπέρ ημών των εν δεινοίς, όντων ω Μεγαλομάρτυρες. Προκείμενον: Θαυμαστός ο Θεός εν τοις Αγίοις Αυτού. Στίχος: Τοις Αγίοις τοις εν τη γη Αυτού, εθαυμάστωσεν ο Κύριος. Εὐαγγέλιον, Εκ του κατά Λουκάν. Είπεν ο Κύριος τοις εαυτού μαθηταίς• Προσέχετε από των ανθρώπων, επιβαλούσι γαρ εφ’ υμάς τας χείρας αυτών, και διώξουσι παραδιδόντες εις συναγωγάς και φυλακάς, αγομένους επί βασιλείς και ηγεμόνας ένεκεν του ονόματός μου. Αποβήσετε δε υμίν εις μαρτύριον. Θέσθε ουν εις τας καρδίας υμών μη προμελετάν απολογηθήναι, εγώ γαρ δώσω υμίν στόμα και σοφίαν, η ου δυνήσονται αντειπείν, ουδέ αντιστήναι πάντες οι αντικείμενοι υμίν. Παραδοθήσεσθε δε και υπό γονέων και αδελφών και συγγενών και φίλων και θανατώσουσιν εξ υμών• και έσεσθε μισούμενοι υπό πάντων δια το όνομά μου• και θριξ εκ της κεφαλής υμών ου μη απόλυται. Εν τη υπομονή υμών κτίσασθαι τας ψυχάς ημών. Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Τᾶὶς τοῦ Ἀθλοφόρου, πρεσβείαις, Ἐλεῆμον, ἁπάλλαξον τα πλήθη των εμών εγκλημάτων. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Τᾶὶς τῆς Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων. Στίχος, Ἐλεῆμον, ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου. Καὶ τὸ Προσόμοιον, Ἦχος πλ. β´. Ὄλην άποθέμενοι. Σώμα νοσηρώτατον, ψυχήν δεινώς αμαρτώσαν, κέκτημαι ο άθλιος, όθεν θείοι Μάρτυρες σφόδρα φθείρομαι, κατατρυχόμενος, εξ αμφοτερώθεν, όθεν θέαμα οικτρώτατον, κείμαι ο δύστηνος, σπεύσατε εμέ ουν ιάσασθαι, ευχαίς υμών μακάριοι, ταις πανευπροσδέκτοις προς Κύριον, ίνα μεγαλύνω, σωζόμενος υμάς ω Αθληταί, και Βασιλείας της άνωθεν, καταξιωθήσομαι. ᾨδὴ ζ´. Παίδες Εβραίων. Γνώμης εμής εκδυσωπώ σε, το ακόλαστον εις σωφροσύνην τρέψον, σαις λιταίς ίν’ όπως, αγνότητι καρδίας, Χριστόν μου ανυμνολογώ, Αθλητάς εις τους αιώνας. Μάρτυς θεόφρον Ιουλίττα, διασκέδασον το σκότος του νοός μου, προς Θεόν ευχαίς σου ίνα ψάλλω, φωτιστικώς Κυρίω μου, Χριστομάρτυς εις αιώνας. Οίμοι ψυχή φιλαμαρτήμων, πως στησόμεθα ημέρα τη της δίκης; ρυπαροί και άδειν ως δει μη εγνωκότες• Ευλογητός ει Κύριε, ο Θεός εις τους αιώνας. Θεοτοκίον. Πτώσιν την σην θρηνεί η κτίσις, ψυχή πάντολμε αλλ’ έγειρε δραμούσα, τη Μητρί του Θεού, και μόνη Θεοτόκω, τη δυναμένη σώζειν σε, ευχερώς εις τους αιώνας. ᾨδὴ η´. Τον εν όρει αγίω. Αδελφοί οι βουλόμενοι σωθήναι, θείοις Μάρτυσι νυν προσπέσωμεν αιτούντες, την της ψυχής υγείαν και του σώματος, πίστει τε και πόθω, Κύριον υμνούντες, εις πάντας τους αιώνας. Ικεσίαις υμών προς τον Δεσπότην, Ιουλίττα σεμνή και Κήρυκε θεόφρον, παθών ημών εσμόν διασκεδάσατε, της επουρανίου, θείας Βασιλείας, ημάς καταξιούντες. Δια Σε εκχυθέντος του τιμίου, θείου αίματος Μαρτύρων πανοικτίρμων, γενού ημίν τοις δούλοις Σου νυν ίλεως, Χριστέ δυσωπούμεν, Σου την Βασιλείαν, χαρίζων εις αιώνας. Θεοτοκίον. Του Θεού την Μητέρα ευλογούντες, οι πιστοί εκ ψυχής παυσώμεθα μηδόλως, και γαρ αυτή, αγαθωσύνης πέλαγος, πάσιν ανεδείχθη, γένει των ανθρώπων, εις πάντας τους αιώνας. ᾨδὴ θ΄. Εξέστη επί τούτω ο ουρανός. Ψυχής μου σωφροσύνης επιμελού, και γαρ αύτη κατά Χρυσορρήμονα, κατ’ εξοχήν, είρηται και πέλει αγιασμός, διο ο σώφρων πώποτε, πλημμελεί και μάλιστα εν ω καιρώ, κέκτηται προστασίαν θείαν τινά καθώσπερ, συ τους σεπτούς Κυρίου Μάρτυρας. Δικαίως καταβρώξαί με εκζητεί, φρυαττόμενος κατεναντίον μου, ο πονηρός, θέλημα γαρ πράξας το εαυτού, αλλ’ όμως τη μεγίστη σου, Μάρτυς συμπαθεία τη προς εμέ, αυτού εκ των παγίδων, σοφέ λύτρωσαι τάχος, θεόφρον τον συνωνυμούντα σοι. Προσπίπτοντά με δέξαι μακαριστή, Ιουλίττα εμέ τον πανάθλιον, σε δυσωπώ, Μάρτυρος Κηρύκου του σου υιού, οικτρότατον συνώνυμον, και εκ περιστάσεων χαλεπών, διάσωσον ως σχούσα, Κυρίω παρρησίαν, υπέρ Αυτού ως εναθλήσασα. Θεοτοκίον. Ωραία η εικών και περικαλλής, Σου υπάρχει Παρθένε Μητρόθεε, χάριν την Σην, εν αυτή εξέχεα δαψιλώς, όθεν ω θυμηδία μου, παράκλησις ψυχής μου αντιβολώ, τρυφάν αξίωσόν με, αυτής τη θεωρία αεί, και βράβευσον Σον έλεος. Άξιον εστιν ως αληθώς, μακαρίζειν Σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβείμ και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον Σε μεγαλύνομεν. Πρότερον πληρώσαντες την ωδήν, των Χριστού Μαρτύρων εξαιτούμενοι των ψυχών, ημών το συμφέρον, νυν δεύτε τούτους πόθω, πιστοί ενθέοις άσμασι μεγαλύνωμεν. Χαίρετε πανένδοξοι Αθληταί, Μάρτυρες Κυρίου, ευσεβείας οι ερασταί, πίστεως αγίας, οι κήρυκες και θείοι, οπλίται καθελόντες, τον μέγα δράκοντα. Χαίρετε Μαρτύρων η καλλονή, στύλοι Εκκλησίας, οι αστέρες οι φαεινοί, οι την οικουμένην, αυγάζοντες τη αίγλη, αιμάτων μαρτυρίου, ω τρισμακάριστοι. Χαίρετε ως όντως μακαριστοί, ουρανούς ενδόξως, οι πολεύοντες Αθληταί, οι περί τον θρόνον, Παντάνακτος Κυρίου, συν πάσι τοις Αγίοις περιχορεύοντες. Χαίρε των Μαρτύρων η ξυνωρίς, χαίρε Ιουλίττα, συν Κηρύκω τω σω υιώ, χαίρετε του κόσμου, φαιδροί ζωολαμπτήρες, και πλάνης καθαιρέται, Μεγαλομάρτυρες. Κήρυκον συνάμα τούτου μητρί, Ιουλίττη θεία μεγαλύνωμεν οι πιστοί, ως παρισταμένους, υπέρ παντός του κόσμου, ενθέρμως τη Τριάδι, τους θεοκήρυκας. Πάντων υπερεύχεσθε Αθληταί, σωτηρίας όπως, επιτύχωμεν εν Χριστώ, ω ανήκει δόξα, τιμή μεγαλωσύνη, και ύμνος εξ απάσης σαφώς της κτίσεως. Αινούμεν ευλογούμεν Μήτερ αγνή, και Σε προσκυνούμεν, και δοξάζομεν οι πιστοί, και δοξολογούμεν, και Σε ευχαριστούμεν, δια την προς ημάς Σου, μεγίστην πρόνοιαν. Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς. Τρισάγιον Ἅγιος ὁ Θεός, Ἅγιος ἱσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς(τρις). Δόξα Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς, Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν, Ἁγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματὸς σου. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον. Δόξα Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀγιασθήτω τὸ ὄνομὰ σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημὰ σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γής. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηρού. Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἦχος πλ. β' Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πᾶσης γὰρ ἀπολογίας ἀπορούντες, ταὔτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότη, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς. Δόξα Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθὴς ἡμῖν σφόδρα, μηδὲ μνησθὴς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν, ῶς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπἱκεκλήμεθα. Καὶ νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν. Εκτενὴς μεθ᾿ ἣν τὸ ἑξῆς:Ἦχος β´, Ὅτε ἐκ τοῦ ξύλου. Ότε, εν σταδίω τον Χριστόν, Μάρτυρες ανδρείως αθλούντες, ομολογήσατε, Άγγελοι εθαύμασαν, της καρτερίας υμών, το στερρόν τε και έμψυχον, υμνούντες τον Κτίστην, τον οία τελέσαντα εν τοις βροτοίς θαυμαστά, τούτον ουν αεί δυσωπείτε, υπέρ των εν πίστει και πόθω, νυν παρακαλούντων υμάς Άγιοι. Ἦχος πλ. δ' Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπό πᾶσης ἀνάγκης καὶ θλίψεως. Ἦχος β' Τὴν πᾶσαν ελπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ, φύλαξὸν με ὑπὸ τὴν σκέπην σου. Ἱερεὺς: Δι' εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Kύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. http://agiosdimitrioskouvaras.blogspot.gr/2014/07/blog-post_544.html Πηγή: Χριστιανός Ορθόδοξος

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΙ ΣΑΡΑΝΤΑ ΓΥΝΑΙΚΕΣ ΜΑΡΤΥΡΕΣ

ΚΑΘΑΙΡΕΣΙΣ ΝΙΚΟΛΑΙΤΩΝ ΥΠΟ ΤΗΣ ΠΑΝΟΡΘΟΔΟΞΟΥ ΣΥΝΟΔΟΥ

ΟΙ ΡΩΣΟΙ ΤΗΣ ΔΙΑΣΠΟΡΑΣ ΠΟΤΕ ΔΕΝ ΑΠΕΔΕΧΘΗΣΑΝ ΤΗΝ ΟΜΟΛΟΓΙΑΝ ΕΚΚΛΗΣΙΟΛΟΓΙΑΝ ΜΑΣ