ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΠΑΝΑΓΙΑΣ Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν, Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα· Χαῖρε, δ’ ἧς ἡ χαρὰ ἐκλάμψει, χαῖρε, δι’ ἧς ἡ ἀρὰ ἐκλείψει. Χαῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις, χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις. Χαῖρε, ὕψος δυσανάβατον ἀθρωπίνοις λογισμοῖς, χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς. Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα, χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα. Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον, χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως. Χαῖρε, δι’ ἧς νεουργεῖται ἡ κτίσις, χαῖρε, δι’ ἧς βρεφουργεῖται ὁ Κτίστης. Χαῖρε, Νύμφη ἀνύμφευτε. Βλέπουσα ἡ Ἁγία, ἑαυτήν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως· τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως, τὴν κύησιν πὼς λέγεις κράζων· Ἀλληλούια. Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· ἐκ λαγόνων ἁγνῶν, υἷον πῶς ἔσται τεχθῆναι δυνατόν...
Ο Παρθενων της Ακροπόλεως των Αθηνων ετιματο επί χιλια χρονια ως Ναός της Παναγιας της Αθηνιωτισσης. Εκεινο ητο καί το Επισκοπείον της Μητροπλόλεως των Αθηνων .
ΑπάντησηΔιαγραφήΠροσευχή στην Παναγία!
ΑπάντησηΔιαγραφήὙπεραγία Θεοτόκε,
διὰ τῶν ἁγίων καὶ παντοδυνάμων πρεσβειῶν σου,
ἀποδίωξον ἀπ᾿ ἐμοῦ τοῦ ταπεινοῦ καὶ ἀχρείου ἱκέτου σου τὴν ἀπελπισίαν, ἀκηδίαν, ἀπροσεξίαν
καὶ κάθε πονηρόν, ἀκάθαρτον καὶ βλάσφημον λογισμόν,
προερχόμενον ἐκ τῆς ἀθλίας μου καρδίας
καὶ τοῦ ἐσκοτισμένου μου νοός.
Σβέσον τὰς ὁρμὰς τῶν παθῶν ἐμοῦ τοῦ ταπεινοῦ καὶ ἐλεεινοῦ,
ἐλευθέρωσόν με ἐκ τῆς σκληροκαρδίας μου
καὶ ῥῦσαί με ἀπὸ κάθε πονηρὰν πρᾶξιν.
Ὅτι εὐλογημένη εἶ ἐν πάσαις ταῖς γενεαῖς
καὶ δεδοξασμένον τὸ πανάγιον ὄνομά σου
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.