ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΤΟΥ ΦΙΛΕΩΤΟΥ ΑΚΟΛΟΥΘΙΑ


Δευτέρα, 3 Ιουλίου 2017

Ἀκολουθία Ὁσίου ΚΥΡΙΛΛΟΥ τοῦ Φιλεώτου, Ἱερομ. Ἰω. Δανιηλίδου

Ψαλλομένη τῇ 2α Δεκεμβρίου

ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός. Εἰς δέ τό Κύριε ἐκέκραξαἱστῶμεν στίχους στ΄ και ψάλλομεν Στιχηρά Προσόμοια τῆς Ὀκτωήχου γ΄ και τοῦ Ὁσίου γ΄. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῇ μελέτῃ τοῦ Πνεύματος, τῶν λογίων πανεύφημε, Κύριλλε πεφώτισαι τήν  διάνοιαν, καὶ ὥσπερ κρῖνον ἐδείκνυσο, ἀνθοῦν καί τοῖς ἔγγιστα, εὐωδίας τὴν ὀδμήν, ἀποσχέον μακάριε· ὅθεν ἅπαντες, γηθοσύνως τὴν μνήμην σου τελοῦμεν, ἐξαιτούμενοι πρεσβεύειν, ὑπὲρ ἡμῶν τὸν Φιλάνθρωπον.
Τῇ τῶν τρόπων ἁπλότητι, καὶ τοῦ βίου λαμπρότητι, καὶ ψυχῆς ἁγνότητι, Πάτερ εἵλκυσας, ἐν σοὶ τὴν χάριν τοῦ Πνεύματος, καὶ γέγονας ὄργανον, ἀλαλάζον τοῖς πιστοῖς, τοῦ Χριστοῦ τὰ προστάγματα, τὰ σωτήρια· ὅθεν Πάτερ ὡς ἔχων παῤῥησίαν, μὴ ἐλλίπῃς τοῦ πρεσβεύειν, ὑπὲρ τῶν πίστει τιμώντων σε.
Τοὺς καρποὺς τοὺς τοῦ Πνεύματος, ἐθησαύρισας Ὅσιε, ἐν ταμείοις Ἅγιε τῆς καρδίας σου, ἃ ἐν καιρῷ ἀνεδείκνυντο, ὡραῖοι καὶ εὔοσμοι, ὡραΐζοντες ὁμοῦ, καὶ πιαίνοντες ἅπαντας, τοὺς προστρέχοντας, πρὸς τὴν σὴν προστασίαν καὶ δεικνῦντας, ἀνωτέρους τῶν γηΐνων, καὶ ἀρετῆς καταγώγια.
Δόξα. Ἦχος δ΄.
Ἐκ νεαρᾶς ἡλικίας τῇ μελέτῃ τῶν Γραφῶν ἐκδοὺς ἑαυτόν, μακάριε Κύριλλε, καὶ τὰ βάθη τῶν νοημάτων παρὰ τοῦ Πνεύματος μυηθείς, ὅλως οὐρανόφρων γέγονας· ὅθεν δόξης ἐπικήρου καὶ ἡδονῆς καταπτύστου καταφρονήσας, ἐχώρησας ἀνδρικῶς πρὸς πάλην τὴν ἔνθεον τῆς ἀσκήσεως, παρθενίαν κατορθώσας καὶ ταπεινοφροσύνην, καὶ τὴν λοιπὴν χρυσόπλοκον σειρὰν τῶν θεοειδῶν ἀρετῶν· ἃς καὶ ἡμᾶς κτήσασθαι καταξίωσον, ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Καὶ ννΘεοτοκίον. Ὁ αὐτός. Ὡς γενναῖον ἐν Μάρτυσι.
ς πρεσβείαν κοίμητονκαὶ παράκλησιν μμονονκεκτημένη Πάναγνεπρς τν Κύριοντος πειρασμος κατακοίμισοντὰ κύματα πράϋνοντς θλίας μου ψυχςκαὶ ἐν θλίψει πάρχουσαντν καρδίαν μουπαρακάλεσον Κόρηδυσωπῶ Σεκαὶ χαρίτωσον τν νον μου, ὅπωςξίως δοξάζω Σε.
Ἢ Σταυροθεοτοκίον, ὅμοιον.
Νεκρούμενον βλέπουσαΧριστν ἡ Πάναγνος Δέσποινακαὶ νεκροντα τν δόλιον, ἠλάλαζε κράζουσαπικρς τῷ ἐκ σπλάγχνωνΑτς προελθόντικαὶ τὸ μακρόθυμον Ατοῦ, ἀποθαυμάζουσα κατεπλήττετο,τέκνον μου ποθεινότατον μὴ ἐπιλάθῃ τς δούλης Σουμὴ βραδύνς Φιλάνθρωπετὸ ἐμν καταθύμιον.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ θεοφόρος ἀνήρ, ὁ τὰς ποικίλας ἀρετὰς συλλεξάμενος, ἐκ πάντων τῶν ἀρεσάντων, Χριστῷ τῷ μόνῳ Θεῷ, καὶ διαπρεψάντων ἁγιότητι· καθάπερ γὰρ μέλισσα, ἐν λειμῶνι συνέλεγες, ἀεὶ τὰ κρείττω, ἐξ αὐτῶν· ὅθεν γέγονας, σύμβολον ἔμπλεον, ἀρετῶν τὴν τοῦ Πνεύματος, οἶκος καὶ θεῖον τέμενος, θεόσοφε Κύριλλε, τῆς Παναγίας Τριάδος, Πατρὸς Υἱοῦ καὶ τοῦ Πνεύματος· ᾟ πρέσβευε Πάτερ, ὑπὲρ πάντων τῶν τιμώντων, τὴν θείαν μνήμην σου.
Στ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Τό αὐτό.
Στ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει και ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Γάμῳ, προσομιλήσας σοφέ, ὥσπερ τὸ πάλαι Ἀβραὰν ὁ πανόσιος, προσῆξας τῇ διδαχῇ σου, τὴν σὴν συμβίαν Χριστῷ, καὶ τὸ τέκνον ὥσπερ ἀκροθίνιον, δοξάζων τὸν Ὕψιστον, ὡς Ἰὼβ ὁ πανάριστος, καὶ μεγαλύνων, τὴν Αὐτοῦ ἀγαθότητα, θεῖε Κύριλλε, τῶν Ὁσίων εὐπρέπεια, μέμνησο τῶν τιμώντων σε, καὶ πρέσβευε πάντοτε, τοῦ νεκρωθῆναι τῷ κόσμῳ, καὶ τῶν παθῶν καὶ τῶν ἔξεων, ψυχῆς τῶν ὀθνείων, καὶ τῆς χάριτος τῆς θείας, τυχεῖν δι’ ἔλεος.
Δόξα. Ἦχος πλ. α΄.
Ἐξῆπτεν ἐν σοὶ ἀεὶ τὸ πῦρ τοῦ θείου ἔρωτος, καὶ ἐπινέμετο τὴν εὐθεῖαν καρδίαν σου, θεόσοφε Κύριλλε, καθαίρων καὶ λαμπρύνων τὰ αἰσθητήρια αὐτῆς· ὅθεν ὅλως ἔνθους και ἐκστατικὸς τῇ ἀγάπῃ γενόμενος, καὶ μὴ ἔχων τὶ ἀποδοῦναι τῷ Κυρίῳ, ἁλύσεσιν ἐδέσμεις ἑκουσίως ἑαυτόν, ὥσπερ ἀντάλλαγμα, καὶ θυσίαν εὐάρεστον προσφέρων τοὺς πόνους, τοὺς μόχθους, τὰς ἀγρυπνίας, τὰς νηστείας, τὸν ὑποπιεσμὸν τοῦ σώματος καὶ τὴν ταπεινοφροσύνην τοῦ πνεύματος. Αὐτῷ Ὃν ἱκέτευε Ὅσιε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός. Χαίροις ἀσκητικῶν.
Λάμψον τὸν φωτισμόν Σου ἐμοί, τῷ ἐν τῷ σκότει τῶν δεινῶν ἐνυπάρχοντι, τὸ φέγγος τῆς ἀληθείας, ἡ συλλαβοῦσα Θεόν, καὶ σαρκὶ τεκοῦσα, Μητροπάρθενε· βυθοῦ ἀπογνώσεως, διὰ τάχους ἀνάγαγε, καὶ ἐπὶ πέτραν, ἀσφαλοῦς βιοτεύσεως, ἐπιστήριξον, τῆς ψυχῆς μου τὰ βήματα· δίκασον τοὺς ἀπαύστως με, πολεμοῦντας δαίμονας, παῦσον τόν πόνον ἐν τάχει, τῆς ταλαιπώρου καρδίας μου, ἐλπὶς τῶν περάτων, ἡ τῷ κόσμῳ δωρουμένη, τὸ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον ὅμοιον.
Ἄρνα τὸν ἑαυτῆς ἡ Ἀμνάς, ποτὲ ὁρῶσα πρὸς σφαγὴν ἐπισπεύδοντα, προθύμως κατηκολούθει, ταῦτα βοῶσα Αὐτῷ· ποῦ πορεύῃ, τέκνον μου γλυκύτατον; Χριστὲ τίνος χάριν, τὸν δρόμον τοῦτον Μακρόθυμε, τρέχεις ἀόκνως, Ἰησοῦ ποθεινότατε, Ἀναμάρτητε, Πολυέλεε Κύριε; Δός μοι λόγον τῇ δούλῃ Σου, Υἱέ μου παμφίλτατε, μή με παρέλθῃς Οἰκτίρμον, σιγῶν φρικτῶς τὴν τεκοῦσάν Σε, Θεὲ Ζωοδότα, ὁ δωρούμενος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῦ βίου τὸ ἄστατον κατανοήσας καλῶς, τὰ μένοντα ἔσπευσας καταλαβεῖν ὡς σοφός, Πατὴρ ἡμῶν Κύριλλε· ὅθεν καταφρονήσας, τῶν τερπνῶν καὶ ἡδέων, ᾖρας ἐπ’ ὤμων πόθῳ, τὸν ζυγὸν τοῦ Κυρίου, πρεσβεύων ὑπὲρ πάντων τῶν πίστει τιμώντων σε.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Σαρκὸς τὰς ἡδονάς, ἐγκρατείᾳ νεκρώσας, ψυχήν σου καὶ τὸν νοῦν, ἀπαθείᾳ πτερώσας, μετάρσιος γέγονας, ἐσαεὶ αὐλιζόμενος, ἐν τοῖς κάλλεσι, τῶν ὑψηλῶν νοημάτων, ἃ φθεγγόμενος, τοῖς εὐσεβέσι παρεῖχες, Χριστῷ καρπὸν ἄφθορον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καί τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς:Κύριλλον Ὅσιον ὕμνοις γεραίρω. Ἰωάννου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Καρδίας μου πόρωσιν τὴν δεινήν, λύσον θεοφόρε, καὶ ἱκάνωσον σαῖς εὐχαῖς, πληθὺν νοημάτων θείων βρύειν, τὴν χαριτόβρυτον μνήμην ὑμνῆσαί σου.
Ὕψει τοῦ νοός σου τὸ ὀπτικόν, αἴρων θεοφόρε, καὶ τὰ θεῖα κατανοῶν, ὡς ξένος διῆγες ἐν τῷ κόσμῳ, τὸν Βαπτιστὴν καὶ Ἠλίαν μιμούμενος.
Ῥήσεως τῆς θείας ἀκηκοώς, ὁ ποθῶν τοῦ ἄρχειν, ἔστω πάντων ὑποταγής, σαὐτὸν τοῖς ἀγροίκοις ἐπεδίδους, ἐν ταπεινώσει αὐτοῖς ὑποτασσόμενος.
Θεοτοκίον.
Ἰάτρευσον Κόρη τὰ τῆς ψυχῆς, καὶ τοῦ σώματός μου, τὰ δυσίατα καὶ οἰκτρά, πάθη καὶ ἁγνείαν βράβευσόν μοι, ὡς ἂν ὑμνῶ τὴν πολλὴν εὐσπλαγχνίαν Σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λόγοις θείοις προσέχων, θαυματουργὲ Κύριλλε, καὶ τὰς τῶν πιστῶν καταρδεύων, ψυχὰς ἑκάστοτε, καὶ πρὸς ἀγάπην Χριστοῦ, οἷα Πατὴρ ὑπαλείφων, τὸ δοθέν σοι τάλαντον, μάκαρ, ἐπηύξησας.
Λύχνος ὥσπερ ἐτέθης, παρὰ Χριστοῦ Κύριλλε, πάντας καταυγάζων τοὺς τότε, ἀλλὰ καὶ νῦν ἡμᾶς, πρὸς ἐργασίαν καλεῖς, τῶν ἐντολῶν τὸν σὸν βίον, ὡς εἰκόνα θέμενος· ὅθεν ὑμνοῦμέν σε.
Ὁλοτρόπως ἐπείγου, εὐχαριστεῖν Κύριον· ὅθεν καὶ ψυχὴν καὶ τὸ σῶμα, καὶ τὰς αἰσθήσεις σου, ἐκ τῶν παθῶν νουνεχῶς, ἀποκαθάρας ὑψώθης, ἀρετῶν ἐν τῶ ὕψει, Κύριλλε Ὅσιε.
Θεοτοκίον.
Νόμος ὄντως οὐκ ἔστι, τοῖς ὑψηλοῖς Πάναγνε, ἀλλὰ καὶ ἐμοὶ τῷ ἀθλίῳ, μὴ γεννηθήτω μοι, εἰς καταδίκην φρικτήν, Εὐαγγελίου ὁ νόμος· πάντα γὰρ ἔκνομα, τὰ πεπραγμένα μοι.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἑαυτὸν ταῖς μερίμναις ὁ ἀσχολῶν, τὸν Θεὸν ἀγαπῆσαι οὐ δυνατόν, τὰς τύρβας γὰρ προυτίμησε, τοῦ Θεοῦ μᾶλλον πλὴν οὐδέ, τὰ πάθη ἐκκαθάρῃ, αὐτοῦ τὰ ὀλέθρια, οὐδ’ ἀρετὴν προσκτήσηται, κἂν ἔχει φαντάζηται, Κύριλλε θεόφρον ἀνεβόας τοῖς πᾶσι· διὸ τὸ πολύαθλον, τῶν γηΐνων μισήσωμεν, καὶ ἐκνήψωμεν ἅπαντες· ἔγκεινται γὰρ κρίσις φρικτή, τοῖς τὸν καιρὸν ἐν κενοῖς ἀπωλέσασι, καὶ ζωὴ τοῖς ἐργάταις, τῶν θείων αἰώνιος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Οἱ κρουνοὶ τῶν δακρύων σου, καὶ τῆς ταπεινώσεως τὸ φρόνημα, σὺν τοῖς θείοις ἔργοις Κύριλλε, τὴν διπλήν ἀγάπην σοι δεδώκασι.
Σιδηρούμενος Ὅσιε, καὶ πληγαῖς τὸ σῶμά σου δαπανώμενον, δι’ ἀγάπην τοῦ σὲ πλάσαντος, Ἱλαρίων ἰδών σε ἐθαύμαζεν.
Ἰησοῦν ἐν καρδίᾳ σου, ἔχων θεοφόρε Κύριλλε ἔνοικον, τὰ ἐξαίσια εἰργάζεσο, καὶ Αὐτὸν τοῖς ὕμνοις ἐμεγάλυνες.
Θεοτοκίον.
Νοερῶς ἀχρειούμενος, καὶ ταῖς ἡδοναῖς ἀεὶ συμφυρόμενος, τὸ τοῦ γάμου Κόρη ἔνδυμα, ἀφηρέθην ὃ πάλιν ἀμφίεσον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕμνοις καὶ ᾠδαῖς, καὶ μελέταις ἀσχολούμενος, πνεῦμα καὶ λόγον καὶ νοῦν ὑπερφυῶς, καθάρας Πάτερ, τῆς ἄνω ζωῆς ἐπέτυχες.
Μέλιτας σοφέ, τὰ διδάγματά σου γλυκύτερα· πνευματικὸν γάρ, παρέχουσιν καρπόν, τοῖς μετὰ πόθου ἀεὶ ἐν αὐτοῖς ἐγκύπτουσι.
Νέμων ἀφειδῶς, τὰ ὑπάρχοντά σου Κύριλλε, ταῖς τῶν πενήτων χερσὶν ὡς συμπαθής, ἐλεημόνων τὴν κλῆσιν ἐπλούτησας.
Θεοτοκίον.
Ὅλως μολυσμῶν, Θεοτόκε ἐμπέπλησμαι, καὶ ἐγυμνώθην τῆς χάριτος Θεοῦ, πλὴν δυσωπῶ Σε, καθάρισόν με ὡς οἶδας Ἄχραντε.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἰχνηλατεῖν διά βίου, τὸν βίον Πάτερ οὐκ ἔλιπες, τοῦ Ἀντωνίου φημί, καὶ Παύλου καὶ Σάββα τε, οὕσπερ μιμησάμενος, τούτων καὶ τῆς δόξης, κατηξίωσαι μακάριε.
Σῶμα καὶ πνεῦμα καὶ νοῦν, καὶ τὰς αἰσθήσεις σου Κύριλλε, ἐκ τῶν ποικίλων παθῶν, καθάρας γεγέννησαι, τοῦ Πνεύματος ὄργανον, ἐκφωνῶν τὰ θεία, τοῖς ἀνθρώποις διδάγματα.
Γαλήνη θεία σοφέ, ἐν σῇ ψυχῇ ἐβασίλευε· διὸ πυκνῶς ἐκδημῶν, ὁρᾶσο τῷ Πνεύματι, ἀπ’ ἐντεῦθεν Ὅσιε, ἐντρυφῶν τοῖς θείοις, ὡς υἱὸς θετὸς τῆς χάριτος.
Θεοτοκίον.
Ἐκ τοῦ αἰώνος πλὴν Σοῦ, Μήτηρ Παρθένος οὐ γέγονε· ἀπὸ Ἀδὰμ μέχρι νῦν, οὐδεὶς οὕτως ἥμαρτεν, ὡς ἐγὼ Μητρόθεε· πλὴν εἰς Σὲ ἐλπίζων, οὐδαμῶς ἀπελπίζομαι.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὥσπερ ἄλλος ἥλιος, καταφωτίζεις, τὰς ψυχὰς τῶν πίστει σε, ὑμνολογούντων εὐσεβῶς, καὶ τῷ σῷ βίῳ προσέχοντας, Κύριλλε Πάτερ, Ὁσίων τὸ καύχημα.
Ὁ Οἶκος.
Παιδιόθεν τὰ πάθη ἀποβαλὼν διὰ τῆς ἀσκήσεως καὶ τῆς ἐν Πνεύματι γυμνασίας καὶ τὰς ἀρετὰς ἀντεκτησάμενος διὰ τῆς ταπεινοφροσύνης καὶ τῆς πρὸς Θεὸν ἀγάπης, περίπτυστος βασιλεῦσι καὶ στρατιώταις, πλουσίοις καὶ πένησι, κληρικοῖς καὶ λαϊκοῖς γέγονας· οἳ καὶ πρὸς σὲ παραγινόμενοι, ποδηγετοῦντο πρὸς τὴν εὐθείαν, καὶ νουθεσιῶν τοῦ Πνεύματος ἐκ τοῦ στόματός σου πληρούμενοι, ἀπήρχοντο χαίροντες καὶ τὸν Θεὸν δοξάζοντες·Κύριλλε Πάτερ, Ὁσίων τὸ καύχημα.

Συναξάριον.
Τῇ Β΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Κυρίλλου τοῦ Φιλεώτου.
Στίχοι·
Ὕλης ὑπερβάς, τὴν δυάδα παμμάκαρ,
παρίστασαι νῦν, τῇ ἀΰλῳ Τριάδι.
Δευτερίῃ Κύριλλος, ἄντυγος λειμῶνα κεχώρηκε.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σώσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ῥεῖθρα πηγάζεις ἰαμάτων, τοῖς τὴν μνήμην σου ἐν πίστει ἐκτελοῦσι, καὶ παρέχεις ἡμῖν τὴν χάριν τοῦ κραυγάζειν· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἅπαν τὸ στάδιον τοῦ βίου, διελήλυθας θεόφρον θεαρέστως, σεαυτὸν ὠφελῶν, καὶ τὸν πλησίον ἅμα· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἵνα τὴν παῖδα ὁδηγήσῃς, πρὸς τὴν ταύτης ἀδελφὴν κατ’ ὄναρ εἶδες, ἀσπασμόν σοι διδόντα, Ἄγγελον Κυρίου· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ῥεῦμα παθῶν τῶν τῆς σαρκός μου, καταξήρανον Θεόπαις ὡς γινώσκεις, καὶ ἁγνείαν μοι δός, ψυχῇ καὶ σώματί τε· εὐλογητὸς εἶ κράζοντες, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ὥσπερ Θεὸς γενόμενος, κατὰ χάριν πανόλβιε, τοῖς θεοσεβέσι, προφητεύων προὔλεγες, τὰ μέλλοντα γενήσεσθαι, προτρέπων πάντας ἀναβοᾶν· τὸν Δημιουργὸν καὶ Λυτρωτὴν τῶν ἁπάντων, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἵνα συντρίψῃς τέλεον, τὰς παγίδας τοῦ δράκοντος, τὸν καθηγουμένου, ἐλεγμὸν τὸν δόλιον, πραέως ὑπήνεγκας· κατανυγέντος ὅθεν αὐτοῦ, Δημιουργὸν καὶ Λυτρωτὴν ἀνεβόας, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὥραν σκοπῶν ἑκάστοτε, τοῦ θανάτου ὦ Κύριλλε, ὅλος οὐκ ἐπαύου, τοῦ θρηνεῖν καὶ κόπτεσθαι, καὶ τήκειν τὸ σῶμά σου, τὴν δὲ ψυχήν σου πείθειν βοᾷν· τὸν Δημιουργὸν καὶ Λυτρωτὴν τῶν ἁπάντων, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἀπορφανίσθην Ἄχραντε, τῆς τοῦ Πνεύματος χάριτος, καί κατεδουλώθην, ὡς οὐδεὶς τοῖς δαίμοσι, καὶ πάθεσι πλὴν σῶσόν με, ὥσπερ γινώσκεις, τοῦ ἐκβοᾶν· τὸν Δημιουργὸν καὶ Λυτρωτὴν τῶν ἁπάντων, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
 
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Νομίμως τοὺς ἀγῶνας διεξελθών, τοῦ σοῦ βίου μακάριε Κύριλλε, καὶ πρὸς Θεόν, ἅπαν σου τὸ φρόνημα μεταθείς, ἀπῆλθες πρὸς οὐράνια, κατηγλαϊσμένος ταῖς ἀρεταῖς, Αὐτῷ συμβασιλεύειν· ᾯ πρέσβευε παμμάκαρ, ὑπὲρ ἡμῶν τῶν ἀνυμνούντων σε.
Νοός μου τὴν πτωχείαν ὡς ἐγνωκώς, τὰ πτωχὰ καὶ ἐφύμνια πρόσδεξαι, Πάτερ σοφέ, τόλμην τὴν ἀκούσιον παρορῶν, καὶ τὸν Θεὸν ἱκέτευσον, λύσιν τῶν πταισμάτων μου παρασχεῖν, σὺν πᾶσι Ἀγγέλοις, Ὁσίους καὶ Δικαίους, μεθ’ ὧν εὐφραίνει μάκαρ Κύριλλε.
Ὁ πάντων συνοχεὺς καὶ Δημιουργός, ὁ Πατὴρ σὺν Υἱῷ καὶ τῷ Πνεύματι, ὁ εἷς Θεός, φύσις ἡ προάναρχος ταῖς εὐχαῖς, Κυρίλλου τοῦ θεόφρονος, τοῦ καὶ θείου Πατρὸς, τοὺς πιστούς ἐλέησον καὶ σῶσον, καὶ δόξης τῆς μελλούσης, πάντας ἀξίωσον ὡς εὔσπλαγχνος.
Θεοτοκίον.
Ὑψίστου Βασιλέως θρόνος Ἁγνή, καὶ νυμφὼν καὶ παλάτιον γέγονας, ὑπερφυῶς· Τοῦτον γὰρ ἐβάστασας ἐν γαστρί, καὶ ξένως ἀπεκύησας, ὑπὲρ νοῦν καὶ λόγον· διὸ Σεμνή, ἱκέτευε σωθῆναι, τοὺς πίστει προσκυνοῦντας, τὴν θείαν Σου λοχείαν καὶ τὰ θαυμάσια.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τὸν Κύριλλον τὸν ἔνδοξον, Ὁσίων τὸ ἐκλόγιον, τὸν ἐραστὴν τοῦ Σωτῆρος, διδασκαλίας τὴν βρύσιν, τὸν θαύμασιν ἐκλάμποντα, ἐνθέως εὐφημήσωμεν, καὶ πρέσβυν νῦν προβάλλωμεν, πρὸς τὸν Δεσπότην τῶν ὅλων, ὑπὲρ ἡμῶν καὶ τοῦ κόσμου.
Θεοτοκίον.
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη, ἐν ᾗ Πατὴρ ηὐδόκησε, καὶ ὁ Υἱὸς ἐσκήνωσεν, καὶ Πνεῦμα τὸ Πανάγιον, ἐπισκιάσαν Σοι Κόρη, ἀνέδειξε Θεοτόκον.

Εἰς τὸν Στίχον, Στιχηρά Προσόμοια τῆς Ὀκτωήχου.
Δόξα τοῦ Ἁγίου. Ἦχος πλ. α΄.
Δεῦτε τὸν ἐραστὴν τοῦ Χριστοῦ, καὶ ἐργάτην τοῦ Εὐαγγελίου, Κύριλλον τὸν θεσπέσιον, ἀσματικοῖς ἐγκωμίοις εὐφημήσωμεν σήμερον. Οὗτος γὰρ ὁ μακάριος, τοῖς μὲν ἔργοις ὑπερέλαμψε, καταστήσας ἑαυτὸν τύπον καὶ ὑπογραμμόν, τοῖς εὐσεβῶς ζῇν βουλομένοις· τῷ δὲ λόγῳ παρὰ Θεοῦ πλουτισθείς, τοῖς πλησίον μετέδωκεν ἐκ τῶν πηγῶν τοῦ σωτηρίου, καταρδεύων αὐτῶν τὰς ψυχὰς καὶ τῷ Θεῷ οἰκειούμενος αὐτοῖς· ὅθεν καὶ παρὰ Θεοῦ μεμακάρισται, ὡς ποιήσας καὶ διδάξας. Αὐτὸν οὖν μιμησώμεθα ἀδελφοί, ἵνα καὶ τῶν  στεφάνων παρὰ Χριστοῦ κομισώμεθα, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός. Χαίροις ἀσκητικῶν.
Λάμψον τὸν φωτισμόν σου ἐμοί, τῷ ἐν τῷ σκότει τῶν δεινῶν ἐνυπάρχοντι, τὸ φέγγος τῆς ἀληθείας, ἡ συλλαβοῦσα Θεόν, καὶ σαρκὶ τεκοῦσα Μητροπάρθενε· βυθοῦ ἀπογνώσεως, διὰ τάχους ἀνάγαγε, καὶ ἐπὶ πέτραν, ἀσφαλοῦς βιοτεύσεως, ἐπιστήριξον, τῆς ψυχῆς μου τὰ βήματα, δίκασον τοὺς ἀπαύστως με, πολεμοῦντας δαίμονας, παῦσον τόν πόνον ἐν τάχει, τῆς ταλαιπώρου καρδίας μου, ἐλπὶς τῶν περάτων, ἡ τῷ κόσμῳ δωρουμένη, τὸ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον ὅμοιον.
Ἄρνα τὸν ἑαυτῆς ἡ Ἀμνάς, ποτὲ ὁρῶσα πρὸς σφαγὴν ἐπισπεύδοντα, προθύμως κατηκολούθει, ταῦτα βοῶσα αὐτῷ· ποῦ πορεύῃ, τέκνον μου γλυκύτατον; Χριστὲ τίνος χάριν, τὸν δρόμον τοῦτον Μακρόθυμε, τρέχεις ἀόκνως, Ἰησοῦ ποθεινότατε, ἀναμάρτητε, πολυέλεε Κύριε; Δός μοι λόγον τῇ δούλῃ σου, Υἱέ μου παμφίλτατε, μή με παρέλθῃς Οἰκτίρμον, σιγῶν φρικτῶς τὴν τεκοῦσάν Σε, Θεὲ Ζωοδότα, ὁ δωρούμενος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Μεγαλυνάριον.
Τὸ δοχεῖον πάντων τῶν ἀρετῶν, Κύριλλον τὸν θεῖον, τῶν Ὁσίων τὴν καλλονήν, τὸν πάσας τὰς παγίδας, ἐχθροῦ νενικηκότα, ὑμνήσωμεν προφρόνως, μνήμην τὴν ἔνδοξον.

 

 

 

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΙ ΣΑΡΑΝΤΑ ΓΥΝΑΙΚΕΣ ΜΑΡΤΥΡΕΣ

ΚΑΘΑΙΡΕΣΙΣ ΝΙΚΟΛΑΙΤΩΝ ΥΠΟ ΤΗΣ ΠΑΝΟΡΘΟΔΟΞΟΥ ΣΥΝΟΔΟΥ

ΟΙ ΡΩΣΟΙ ΤΗΣ ΔΙΑΣΠΟΡΑΣ ΠΟΤΕ ΔΕΝ ΑΠΕΔΕΧΘΗΣΑΝ ΤΗΝ ΟΜΟΛΟΓΙΑΝ ΕΚΚΛΗΣΙΟΛΟΓΙΑΝ ΜΑΣ