ΠΡΑΚΤΙΚΑ ΤΗΣ ΕΝ ΚΑΡΧΗΔΟΝΙ ΣΥΝΟΔΟΥ ΠΕΡΙ ΤΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ ΤΩΝ ΑΙΡΕΤΙΚΩΝ

ΟΙ ΑΙΡΕΤΙΚΟΙ ΚΑΙ ΟΙ ΣΧΙΣΜΑΤΙΚΟΙ ΠΡΟΣΕΡΧΟΜΕΝΟΙ ΕΙΣ ΤΗΝ ΕΚΚΛΗΣΙΑΝ ΠΡΕΠΕΙ ΝΑ ΒΑΠΤΙΖΩΝΤΑΙ ΕΞΑΠΑΝΤΟΣ ΑΠΟ ΤΑ ΠΡΑΚΤΙΚΑ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΩΝ ΣΥΝΟΔΩΝ, ΤΟΜΟΣ Α, ΣΕΛ.185 - 190, ΕΚΔΟΣΙΣ ΚΑΛΥΒΗΣ ΤΙΜΙΟΥ ΠΡΟΔΡΟΜΟΥ, ΣΚΗΤΗ ΑΓΙΑΣ ΑΝΝΗΣ. Ἐδημοσιεύθη εἰς τό kirykos livejournal τήν Κυριακή, 3 Οκτωβρίου 2010 και εἰς την «ΟΡΘΟΔΟΞΟΝ ΕΝΗΜΕΡΩΣΙΝ» Τεῦχος 468/Σεπτέμβριος 2010) «.... Καικίλλιος Λιβεράριος εἶπεν: Ἓν βάπτισμα ἐν μόνη τῆ Ἐκκλησίᾳ οἶδα, καὶ ἐκτός τῆς Ἐκκλησίας, οὐδαμοῦ. Ἔνθα γάρ ἐστι το ἓν βάπτισμα, ὄντως καὶ ἐλπὶς ἀληθείας ἐστὶ, καὶ πίστις. Οὕτω γὰρ γέγραπται, μία πίστις, ἓν βάπτισμα. Οὐ γὰρ τοῖς αἱρετικοῖς, παρ’ οἷς οὐδεμία πίστις καὶ ἐλπὶς, ὅπου πάντα ψευδῆ, ὅπου ἐξορκίζει δαιμονιζόμενος, μυστήριον ἐρωτᾷ, οὗ τὸ στόμα λοιμώδη καὶ ἰώδη φθέγγεται, πίστιν δὲ δίδωσιν ἄπιστος, ἄφεσιν ἁμαρτιῶν παρέχει ἁμαρτωλὸς. Καὶ εἰς ὄνομα Χριστοῦ βαπτίζει Ἀντίχριστος, ὑπισχνεῖται ζωήν νεκρος• εἰρήνην δίδωσιν εἰρήνης ἀλλότριος, Θεὸν ἐπικαλεῖται βλάσφημος, ἱερατείᾳ κέχρηται ἀσεβὴς, θυσιαστήριον προτίθησιν ἱερόσυλος, Θεῴ θυσίαν προσφέρει ὁ διαβόλῳ ὑπηρέτης. Οἱ αὐτοῖς συνηγοροῦντες εἰπάτωσαν, ταῦτα πάντα ψευδῆ εἶναι περὶ τῶν αἱρετικῶν Ἰδοὺ τίσιν ἀναγκάζεται ἡ Ἐκκλησία συνευδοκεῖν, ἵνα χωρὶς βαπτίσματος καὶ ἀφέσεως ἁμαρτιῶν τοιούτοις συγκοινωνήσῃ. Ὅθεν ἀδελφοὶ φεύγειν καὶ ἐκκλίνειν ὀφείλομεν καὶ χωρίζειν ἑαυτούς ἀπὸ τοιούτων πλημμελημάτων, καὶ ἓν βάπτισμα κατέχειν τὸ μόνον ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ δεδωρημένον. Πρίαμος ἀπὸ Μαστρίπης εἶπε: Δογματίζω πάντα ἄνθρωπον ἀπὸ αἱρέσεως ἐρχόμενον, δεῖν βαπτίζεσθαι, μάτην γὰρ αὐτὸν ἐκεῖ βεβαπτίσθαι, μὴ ὄντος, εἰμὴ ἑνός βαπτίσματος ἐν τῇ Ἐκκλησίᾳ μόνῃ, ἐπεὶ καὶ ὁ Θεὸς εἷς, καὶ βάπτισμα ἓν, καὶ Ἐκκλησία μία, ἐν ᾗ τὸ βάπτισμα καὶ ὁ ἁγιασμὸς καὶ ὃσα ἄλλα εἰς σωτηρίαν καὶ εἰς ζωὴν αἰώνιον ἐπιτελεῖται. Τὰ γὰρ ἔξω τῆς Ἐκκλησίας γινόμενα, εἰς οὐδὲν τούτων ἀφικνεῖται. Πολύκαρπος Ἀδραμέντου εἶπεν: Οἱ τὸ τῶν αἱρετικῶν βάπτισμα δοκιμάζοντες, τὸ ἡμέτερον ἀδόκιμον ποιοῦσι. Νουσάτος ἀπὸ Θαννουβασιλέως εἶπε: Πᾶσαι αἱ γραφαὶ μαρτυροῦσι περὶ ἑνὸς καὶ μόνου τοῦ ἐν τῇ Ἐκκλησίᾳ βαπτίσματος σωτηρίου, ὀφείλομεν τὴν ἡμετέραν πίστιν ὁμολογῆσαι, ἳνα τοὺς αἱρετικούς καὶ σχισματικοὺς προσερχομένους τῇ Ἐκκλησίᾳ μετὰ τὸ ψευδὲς ἐκείνων βάπτισμα τᾡ ἀληθεῖ βαπτίσομεν. Kαὶ διὰ τοῦτο ἐγώ τοὺς ἐκεῖθεν ἐλθόντας πάντας ἐβάπτισα, καὶ τοὺς ἀπὸ κλήρου αὐτῶν λαϊκοὺς ἔστησα. Νεμεσιανὸς ἀπὸ Θουβούνων εἶπε: Βάπτισμα ὃ δίδωσιν αἱρετικὸς καὶ σχισματικὸς μὴ εἶναι ἀληθές πᾶσαι αἱ γραφαὶ μαρτυροῦσιν, ἐπεὶ αὐτοὶ προεστῶτες αὐτῶν ψευδόχριστοι εἰσι καὶ ψευδοπροφήται. Ἰαννουάριος ἀπὸ Λαβῆς εἶπε: Κατὰ τὰ προστάγματα τῶν ἁγίων γραφῶν κρίνω δεῖν πάντας τοὺς αἱρετικοὺς βαπτίζεσθαι, καὶ οὕτως εἰς τὴν Ἐκκλησίαν προσδέχεσθαι. Λούκιος από Γαστρογαλβής εἶπεν: Ὁ Κύριος ἐν τῶ Εὐαγγελίῳ φησὶν, ὑμεῖς ἐστε τὸ ἃλας τῆς γῆς, ἐὰν δὲ τὸ ἃλας μωρανθῇ, ἐν τίνι ἀλισθήσεται; Ὁπότε οὖν σαφές ἐστι τοὺς αἱρετικοὺς τουτέστιν ἐχθροὺς τοὺ Θεοὺ, μὴ δεῖν δύνασθαι ζωοποιῆσαι τινα πνευματικῇ ὁμολογίᾳ μωρανθέντας αὐτοὺς καὶ ἔξω ὄντας τῆς Ἐκκλησίας, ἁγίῳ βαπτίσματι βαπτίζειν αὐτοὺς ἐρχομένους ὀφείλομεν. Κρίσκης ἀπὸ Κρήτης εἶπε: Καὶ αὐτὸς τοὺς αιρετικοὺς καὶ σχισματικοὺς, ὁπόταν εἰς τὴν Ἐκκλησίαν τὴν Καθολικὴν ἔλθωσι, μὴ πρότερον δεχθῆναι, πρὶν ἐξορκισθῶσι καὶ βαπτισθῶσι, χωρὶς ἐκείνων τῶν τῇ Ἐκκλησίᾳ βαπτισθέντων καὶ ἀποστάντων. Οὗτοι γὰρ ὀφείλουσι μετανοήσαντες χειροθεσίας μόνης τυχεῖν. Νικομήδης ἀπὸ Σεργομέων εἶπεν: Ἡ ἐμὴ ἀπόφασις αὕτη ἐστίν• ἵνα οἱ αἱρετικοὶ τῇ Ἐκκλησίᾳ προσερχόμενοι βαπτισθῶσιν. Ἐπεὶ μηδεμίαν ἔξω ἄφεσιν ἁμαρτιῶν εἰλήφασιν ὑπὸ τῶν αἱρετικῶν βαπτισθέντες. Σεκουνδιανός ἀπὸ Καρινδίας εἶπε: Ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς λέγει• ὁ μὴ ὢν μετ’ εμοῦ, κατ’ ἐμοῦ ἐστί. Καὶ Ἰωάννης ὁ ἀπόστολος τούς ἐξερχομένους τῆς Ἐκκλησίας Ἀντιχρίστους ὀνομάζει. Ἀδύνατον γάρ ἐστίν αὐτοὺς ὑπηρετῆσαι χάριτι Θεοῦ, καὶ σωτηρίῳ βαπτίσματι• καὶ διὰ τοῦτο κρίνω τοὺς τῇ Ἐκκλησίᾳ προσελθόντας βαπτισθῆναι παρ’ ἡμὼν. Φίληξ ἀπὸ Γαμετῶν εἶπεν: Ὡς τυφλὸς τυφλὸν ὁδηγῶν ἅμα εἰς βόθρον ἐμπίπτουσιν• οὕτω καὶ αἱρετικὸς αἱρετικὸν βαπτίζων τῷ βαπτιζομένῳ συναποθνήσκει. Καὶ διὰ τοῦτο παρ’ ἡμῖν τὸν αἱρετικὸν βαπτισθῆναι δεῖ, ἵνα μὴ ἡμεῖς οἱ ζῶντες νεκροῖς κοινωνήσωμεν. Σουκέντιος ἀπὸ Ἀβιργεμανικιανῆς εἶπεν: Αἱρετικoῖς ἢ οὐδέν ἔξεστιν, ἢ πάντα. Εἰ δύνανται βαπτίσαι, δύνανται καὶ Πνεῦμα Ἅγιον δοῦναι. Ἐπεὶ δὲ μὴ ἔχουσιν, οὐδὲ πνευματικῶς βαπτίζουσι, καὶ διὰ τοῦτο κρίνω δεῖν τοὺς αἱρετικοὺς βαπτίζεσθαι. Φουρτουνάτος ἀπὸ Θουκχαβὼρ εἶπεν: Οἱ ἔξω τῆς Ἐκκλησίας ὄντες, καὶ ἐναντίοι τῷ Χριστῷ, ὡς τὰ πρόβατα, καὶ τὴν ἀγέλην αὐτοῦ σκορπίζοντες, βαπτίζειν ἔξω οὐ δύναται. Θήδατος ἀπὸ Θουρβών εἶπε: Πάσῃ δυνάμει ἀγωνιστέον, ἵνα μὴ ὁ τὴν τῶν αἱρετικῶν πλάνην ἀφεὶς, τὸ μόνον τῆς Ἐκκλησίας βάπτισμα διστάσῃ λαβεῖν, ᾧ τις μὴ βαπτισθεὶς, ἀλλοτριοῦται τὴς τῶν Οὐρανῶν Βασιλείας. Προβατιανός ἀπὸ Σοφετίης εἶπεν: Εἰ ἀπὸ Θεοῦ ἡ αἵρεσις ἐστιν, ἕξει αἱρετικὸς καὶ δωρεὰν Θεοῦ. Εἰ δὲ μὴ ἐστιν ἀπὸ Θεοῦ, πῶς δύναται αὐτὸς ἔχειν τὴν χάριν τοῦ Θεοῦ καὶ ἄλλῳ διδόναι; Μονούαλος ἀπὸ Γέρβης εἶπε: Τοῦ Κυρίου λέγοντος, βαπτίσατε πάντα τὰ ἔθνη εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, οἴδαμεν σαφῶς τοὺς αἱρετικοὺς, μήτε Πατέρα ἔχειν, μήτε Υἱὸν, μήτε Πνεύμα Ἅγιον. Δεῖ οὖν ἐρχομένους εἰς τὴν Ἐκκλησίαν βαπτίζειν, ἵνα ἀναγεννηθῶσιν. Πολιτιανός ἀπὸ Μίλεως εἶπεν: Ὀρθόν ἐστί τὸν ἀπὸ αἱρέσεως ἐρχόμενον ἐν τῇ Ἐκκλησίᾳ βαπτίζεσθαι. Θεόγνιος ἀπὸ Ἰππόνος ῥηγίου εἶπεν: Ἀκολούθως τῷ μυστηρίῳ τοῦ Θεοῦ, καὶ τὴς Οὐρανίου Χάριτος, ἣν εἰλήφαμεν, βάπτισμα, ὅ ἐστιν ἐν τῇ Ἁγίᾳ Ἐκκλησίᾳ, οἴδαμεν. Διατίους ὁ Σεάδης εἶπεν: Ημεῖς ὃ ἐφ’ ἡμῖν ἐστιν, αἱρετικοῖς οὐ κοινωνοῦμεν, ἐὰν μὴ ἐν τῇ Ἐκκλησίᾳ βαπτισθῇ, καὶ ἄφεσιν ἁμαρτιῶν λάβῃ. Προβάτος ἀπὸ Ζοφιστοῦ εἶπεν: Ὁ δοκιμάζων παρὰ τοῖς αἱρετικοῖς βάπτισμα εἶναι, τί ἄλλο, ἤ τοῖς αἱρετικοῖς κοινωνεῖ; Ὀρτισιανός ἀπὸ Λαβούρνης εἶπε: Καὶ ἡμεῖς ἕν βάπτισμα, ὅπερ ἐν τῇ Ἐκκλησίᾳ οἵδαμεν, τοῦτο τῇ Ἐκκλησίᾳ ἐκδικοῦμεν. Κάσιος ἀπὸ Κομαζῶν εἶπε: Ἐπεὶ δύο βαπτίσματα εἶναι οὐ δύναται, ὁ συγχωρῶν τοῖς αἱρετικοῖς βάπτισμα, ἑαυτὸν τοῦ βαπτίσματος ἀποστερεῖ. Διὸ ἐπικυρῶ αἱρετικοὺς βαπτίζειν δεῖν, ὅταν πρὸς τὴν Ἐκκλησίαν ἔρχωνται, χωρὶς τῶν τῆς Ἐκκλησίας τῶν πιστῶν χωρισθέντων, καὶ ἑαυτοὺς τῷ σκότει τῆς αἱρέσεως προδόντων, οὕς δεῖ ἐπανελθόντας, μόνῃ τῇ χειροθεσίᾳ προσλαβέσθαι. Ἰαννουάριος ἀπὸ Οὐβικοῦ εἶπεν: Εἰ μὴ συγκατατίθεται ἡ πλάνη τῆ ἀληθείᾳ, πολὺ μᾶλλον ἡ ἀλήθεια οὐ συγκατατίθεται τῇ πλάνῃ. Διὸ καὶ ἡμεῖς συνιστάμεθα τῇ Ἐκκλησίᾳ, ἐν ᾗ καὶ προκαθεδράσθημεν, ἵνα τοὺς ἐν αὐτῇ μὴ βαπτισθέντας βαπτίσωμεν. Σεκουνδῖνος ὁ ἀπὸ Καλπῶν εἶπεν: Εἰ Χριστιανοί εἰσιν οἱ αἱρετικοὶ, διατὶ ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ οὐκ εἰσίν; Εἰ δὲ μὴ Χριστιανοί εἰσί, γινέσθωσαν. Δῆλον οὖν ἐπάνω υἱῶν ἀλλοτρίων καὶ σπορᾶς Ἀντιχρίστου, διὰ μόνης χειρεπιθεσίας, μὴ δύνασθαι Ἅγιον Πνεῦμα κατελθεῖν. Οὐικτερῖνος ἀπὸ Θαβάκων εἶπεν: Εἰ ἔξεστι τοῖς αἱρετικοῖς βαπτίσαι, καὶ Ἅγιον Πνεῦμα δοῦναι καὶ ἄφεσιν ἁμαρτιῶν, τί αὐτῶν καταψευδόμεθα, ἵνα αὐτοὺς αἱρετικοὺς ὀνομάσωμεν. Ἄλλος Φίληξ ἀπὸ Θύνης εἶπεν: Ὀφείλομεν διαβεβαιῶσαι ἵνα πάντες οἱ αἱρετικοί οἱ προσερχόμενοι τῇ Ἐκκλησίᾳ βαπτισθῶσιν, ὅπως ἡ ἔξω γενομένη διαστροφή ἐπανορθωθῇ καὶ ἁγιασθῇ. Κούϊντος ἀπὸ Οὐροὺκ εἶπεν: Εἰ οἱ παρὰ τοῖς αἱρετικοῖς βαπτιζόμενοι ἀφέσεως ἁμαρτιῶν καὶ αἰωνίου ζωῆς τυγχάνουσι, τί πρὸς τὴν Ἐκκλησίαν ἔρχονται; Εἰ δὲ εἰς μετάνοιαν ἔρχονται, ἐν ᾗ καὶ ζωοποιοῦνται βαπτίσματι, ὅπερ ἐν τῇ Καθολικῆ Ἐκκλησίᾳ ἐστὶ, βαπτισθῆναι καὶ ἁγιασθῆναι ὀφεῖλουσιν. Κάστος ἀπὸ Δίκης εἶπεν: Ὁ παραπεμπόμενος τὴν ἀλήθειαν, καὶ τῇ συνηθείᾳ ἑπόμενος, ἢ περὶ τοὺς ἀδελφοὺς φθονερός, οἷς ἡ ἀλήθεια ἀπεκαλύφθη. Ἤ πρὸς Θεὸν τόν ἀποκαλύψαντα ἀχάριστος. Εὐκράτιος ἀπὸ Θενῶν εἶπε: Τοὺς αἱρετικοὺς ἐρχομένους εἰς τὴν Ἐκκλησίαν ὀρθῷ καὶ καθολικῷ βαπτίσματι βαπτίζεσθαι δεῖ, ἵνα ἀπονιψάμενοι τὰς ἁμαρτίας ἁγιασθῶσιν. Λίβυσσος ἀπὸ Οὐργάσης εἶπεν: Ὁ Κύριός φησιν• Ἐγώ εἰμι ἡ ἀλήθεια. Ὥστε ἀποκαλυφθείσης τῆς ἀληθείας παραχωρείτω ἡ συνήθεια, ἵνα, εἰ καὶ τὸ προτερόν τις ἐν τῇ Ἐκκλησίᾳ τοὺς αἱρετικοὺς μὴ ἐβάπτισε, νῦν βαπτίσῃ. Λευκῖνος ἀπὸ Θιουίστου εἶπε: Τοὺς γὰρ αἱρετικοὺς ὡς βλασφήμους καὶ ἀνουσίους, πλάνοις λόγοις τὰς Θείας Γραφὰς παραχαράσσοντας, ἀναθεματίζειν δεῖ• καὶ διὰ τοῦτο τοὺς τοιούτους ἐξορκίζειν καὶ βαπτίζειν ὀφείλομεν. Εὐγένιος Ἀμμεδάρων εἶπε: Κᾀγὼ τοῦτο κρίνω, δεῖν τοὺς αἱρετικοὺς βαπτίζεσθαι. Ἄλλος Φίληξ ἀπὸ Μεκκόρας εἶπε: Καὶ αὐτός ἑπόμενος τῷ κανόνι τῶν Θείων Γραφῶν, τοὺς αἱρετικοὺς καὶ σχισματικοὺς, βαπτίζεσθαι ἀποφαίνομαι. Ἰαννουάριος ἀπὸ Μουδούζης εἶπεν: Αἱρετικοὶ έχουσι βάπτισμα, ἡμεῖς οὐκ ἔχομεν. Εἰ ἡμεῖς ἔχομεν, αἱρετικοὶ ἔχειν οὐ δύνανται. Ἀμφισβητήσιμον δὲ οὐκ ἔστι τὴν Ἐκκλησίαν τὴν Καθολικὴν τῷ τοῦ Χριστοῦ βαπτίσματι κεχρῆσθαι, τὴν μόνην κεκτημένην χάριν καὶ ἀγάπην καὶ ἀλήθειαν τοῦ Χριστοῦ. Ἀδέλφιδος ἀπὸ Θασβέλθης εἶπε: Μάτην τινὲς τῇ ἀληθείᾳ πολεμοῦσι, λέγοντες ἡμᾶς ἀναβαπτίζειν. Ἡ γὰρ Ἐκκλησία τοὺς αἱρετικοὺς οὐκ ἀναβαπτίζει, ἀλλὰ βαπτίζει. Δημήτριος ἀπὸ πολεμόνου εἶπεν: Οἱ λέγοντες, ὅτι οἱ αἱρετικοὶ ἀληθῶς καὶ νομίμως βαπτίζουσιν, οὗτοι οὐ μόνον δύο, ἀλλά καὶ πολλά βαπτίσματα εἰσάγουσιν. Ὁπότε γὰρ διάφοροι καὶ πολλαὶ αἱρέσεις εἰσὶ, κατὰ τὸν ἀριθμὸν αὐτῶν, καὶ τὰ βαπτίσματα ἀριθμεῖται. Οὐικέντιος ἀπὸ Θιβάρης εἶπε: Τοὺς αἱρετικοὺς οἴδαμεν χείρονας τῶν σχισματικῶν ἐὰν δέ μετανοήσαντες θελήσωσιν ἐλθεῖν εἰς κανόνα τῆς ἀληθείας, πρότερον ἐξορκίζειν, ἔπειτα βαπτίζειν αὐτοὺς δεῖ. Τότε γὰρ δύνανται τῆς Χριστοῦ ἐπαγγελίας τυχεῖν. Μάρκος ἀπὸ Μαθάρων εἶπε: Κρίνω ὡς μηδὲν ἔχοντας τοὺς αιρετικοὺς βαπτίζεσθαι. Σάτιος ἀπὸ Σακιλιβύης εἶπεν: Εἰ τοῖς Αἱρετικοῖς ἐν τῷ βαπτίσματι αὐτῶν ἄφεσις ἁμαρτιῶν γίνεται, μάτην τῇ Ἐκκλησίᾳ προσέρχονται. Οὐδὲν γὰρ ἐστι τὸ δυνάμενον φοβῆσαι αὐτοὺς, ἐν τῇ κρίσει τοῦ Χριστοῦ, ἄφεσιν ἁμαρτιῶν εἰληφότας. Αὐρήλιος ἀπὸ Ἀττικῆς εἶπε: Λέγοντος τοῦ Ἀποστόλου ἀλλοτρίαις ἁμαρτίαις μὴ κοινωνεῖν, βαπτίζεσθαι τοὺς αἱρετικοὺς, ἵνα λάβωσι πρότερον ἄφεσιν ἁμαρτιῶν, καὶ οὕτω αὐτοῖς κοινωνήσομεν. Ἰαμβὸς ἀπὸ Γερμανικείας εἶπεν: Οἱ τὸ τῶν αἱρετικῶν δοκιμάζοντες βάπτισμα, ἡμέτερον ἀποδοκιμάζουσιν. Λουκιανός ἀπὸ Ῥουκούμης εἶπεν: Εἰ δυνατὸν φῶς καὶ σκότος κοινωνεῖν, δύναται καὶ ἡμῖν καὶ τοῖς αἱρετικοῖς εἶναί τι κοινόν. Κρίνω οὖν τοὺς αἱρετικοὺς βαπτίζεσθαι. Πελάγιος ἀπὸ Λουπερκιανῆς εἶπεν: Εἰ αἵρεσις οὐκ ἔστιν ἐν Ἐκκλησίᾳ, πῶς δύναται παρὰ τοῖς αἱρετικοῖς εἶναι τὸ τῆς Ἐκκλησίας βάπτισμα; Ἰάδερ ἀπὸ Μηδείας εἶπε: Μία πίστις, ἕν βάπτισμα, ἀλλὰ τῇ Καθολικῇ Ἐκκλησίᾳ ἔξεστι βαπτίζειν. Ἄλλος Φίληξ ἀπὸ Μαρδιανῆς εἶπε: Τὰ αὐτά. Παῦλος ἀπὸ Σαβᾶς εἶπεν: Εἰ ὁ Θεὸς ἀληθής ἐστι, πῶς ἔσται παρὰ τοῖς αἱρετικοῖς ἀληθὲς βάπτισμα, παρ’ οἷς οὐκ ἔστι Θεός; Πομπώνιος ἀπὸ Διονυσιανῆς εἶπεν: Οἱ αἱρετικοὶ οὐ δύνανται βαπτίζειν, οὐδὲ ἄφεσιν ἁμαρτιῶν δοῦναι, οἱ μὴ ἔχοντες ἐξουσίαν λῦσαί τι ἐπὶ τῆς γῆς ἢ δῆσαι. Οὐινάτος ἀπὸ Θηνίσης εἶπεν: Ὁ τὸ βάπτισμα τῆς Ἐκκλησίας τοῖς αἱρετικοῖς κοινῶν, τὴν νύμφην τοῦ Χριστοῦ μοιχοῖς παραδίδωσιν. Λυμμός ἀπὸ Ἀσιάγης εἶπεν: Ἡμεῖς ἕν βάπτισμα εἰλήφαμεν, καὶ τούτῳ ἐξακολουθοῦμεν. Ὁ δὲ λέγων, καὶ τοῖς αἱρετικοῖς ἔξεστι βαπτίζειν, δύο βαπτίσματα εἰσάγει. Σατορνῖλος ἀπὸ Ἰουκτοριανῆς εἶπεν: Εἰ ἔξεστι τοῖς αἱρετικοῖς βαπτίζειν ἀνέγκλητοί εἰσιν ἄνομα ποιοῦντες. Οὐδὲ εὑρήσεις διὰ τί αὐτοὺς ὁ Χριστὸς ἐναντίους, ἢ ὁ Ἀπόστολος Ἀντιχρίστους ὀνομάζει. Σατορνῖλος ἄλλος ἀπὸ Συκῆς εἶπε: Οἱ ἐθνικοὶ εἰ καὶ εἴδωλα σέβονται, ὅμως τὸν Θεὸν Πατέρα καὶ Κτίστην ἐπιγινώσκουσι καὶ ομολογοῦσι Δεσπότην. Εἰς τοῦτον Μαρκίων βλασφημεῖ, καὶ πῶς οὐκ αἰσχύνονται οἱ τὸ Μαρκίωνος βάπτισμα δοκιμάζοντες; Μάρκελλος ἀπὸ Ζάμης εἶπε: Ὁπότε ἄφεσις ἁμαρτιῶν οὐδαμοῦ, εἰ μὴ ἐν τῇ Ἐκκλησίᾳ δίδοται, ὁ αἱρετικοὺς μὴ βαπτίζων, ἁμαρτωλῷ κοινωνεῖ. Εἰρηναῖος ἀπὸ Οὐλῶν εἶπεν: Εἰ διὰ τοῦτο ἡ Ἐκκλησία τὸν αιρετικὸν οὐ βαπτίζει, ὅτι ἤδη λέγεται βεβαπτίσθαι, προκρίνει ἡ αἵρεσις καὶ μείζων γίνεται. Δονάτος ἀπὸ Κιβαλινῆς εἶπεν: Ὁ λέγων παρὰ τοῖς αἱρετικοῖς χάριν βαπτίσματος εἶναι, πρότερον ἀποδειξάτω ἐκεῖ Ἐκκλησίαν. Ζώσιμος ἀπὸ Θαραζοῦ εἶπεν: Ἀποκαλυφθείσης τῆς ἀληθείας, παραχωρείτω ἡ πλάνῃ τῇ ἀληθείᾳ. Ἰουλιανὸς ἀπὸ Φιλίππου εἶπε: Γέγραπται, οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲν, ἐὰν μὴ ἦ δεδομένον αυτῷ ἐκ τοῦ οὐρανοῦ• εἰ ἡ αἵρεσις ἐξ οὐρανοῦ ἐστι, δύναται καὶ οὐράνιον βάπτισμα δοῦναι. Φαῦστος ἀπὸ Θημίδης εἶπεν: Οἱ τὸ τῶν αἱρετικῶν πρὸς τὸ τῆς Ἐκκλησίας βάπτισμα ἐνιστάμενοι, ἐκείνους μὲν Χριστιανοὺς, ἡμᾶς δὲ αἱρετικοὺς ποιοῦσιν. Γεμίνος ἀπὸ Φόρμης εἶπε:Ὁ ἅπαξ ἐκρίναμεν, τοῦτο καὶ κατέχομεν• ἵνα τοὺς ἀπὸ αἱρέσεων ἐρχομένους βαπτίζωμεν. Ῥογατιανὸς ἀπὸ Οὔσης εἶπε: Τὴν Ἐκκλησία ὁ Χριστὸς ᾠκοδόμησε, τὴν αἵρεσιν ὁ διάβολος• πῶς οὖν δύναται ἔχειν βάπτισμα Χριστοῦ ἡ συναγωγὴ τοῦ διαβόλου; Θεράπιος ἀπὸ Βουλισμίου εἶπεν: Ὁ τοῖς αἱρετικοῖς τὸ βάπτισμα τὴς Ἐκκλησίας προδιδοὺς, τί ἄλλο ἢ τὴς νύμφης τοῦ Χριστοῦ προδότης γίνεται; Λούκιος ἀπὸ Μεμεράσης εἶπε: Γέγραπται, ὅτι ὁ Θεὸς ἁμαρτωλῶν οὐκ ἀκούει. Ὁ δὲ αἱρετικὸς ὢν ἁμαρτωλὸς, πῶς ἀκούεται ἐν τῷ βαπτίζειν; Ἄλλος Φίληξ ἀπὸ Οὐαγλακηνῆς εἶπεν: Ἐν τῷ προσδέχεσθαι τοὺς αἱρετικοὺς ἄνευ τοῦ τῆς Ἐκκλησίας βαπτίσματος, μηδεὶς τὴν συνήθειαν λόγου καὶ τῆς ἀληθείας προκρινέτω. Ἄλλος Σατορνῖλος ἀπὸ Πλουτίμνης εἶπεν: Εἰ δύναται Ἀντίχριστος δοῦναι τὴν χάριν τοῦ Χριστοῦ, δύνανται καὶ οἱ αἱρετικοὶ βαπτίζειν, οἱ ονομασθέντες αντίχριστοι. Κουΐντος ἀπὸ Οὐγβᾶς εἶπεν: Ὁ Θεὸς εἷς ἐστι, καὶ Ἐκκλησία μία, καὶ ἕν βάπτισμα. Καὶ πῶς δύναταί τις βαπτισθῆναι ἐκεῖ, ὅπου οὔτε Θεὸς, οὔτε Χριστὸς, οὔτε Ἐκκλησία ἐστί; Ἰουλιανός ἀπὸ Μαρκελλιανῆς εἶπεν: Εἰ δύναται ἄνθρωπος δυσὶ κυρίοις δουλεύειν Θεῷ και μαμωνᾷ, δύναται καὶ τὸ βάπτισμα δυσὶν ὑπηρετεῖν. Τέναξ ἀπὸ Ὁρίων Κελλίων εἶπε: Βάπτισμα ἕν ἐστιν, ἀλλὰ τῆς Ἐκκλησίας, ἧς τὸ βάπτισμα ἀληθές. Ἄλλος Οὐίκτωρ ἀπὸ Ἀσούρας εἶπεν: Ὁμοίως. Δουνατοῦλος ἀπὸ Κάμψης εἶπεν: Ἀεὶ τοῦτο ἐγὼ ἐφρὸνησα, ἵνα οἱ αἱρετικοὶ μηδὲν ἔξω λαβεῖν δυνάμενοι, ὅταν πρὸς τὴν Ἐκκλησίαν ἔλθωσι, βαπτισθώσιν. Οὐήρουλος ἀπὸ Ῥουσιοκάδας εἶπεν: Ἄνθρωπος αἱρετικὸς οὐ δύναται δοῦναι ὃ μὴ ἔχει, πολὺ μᾶλλον σχισματικὸς, ὃπερ εἶχεν καὶ ἀπολέσας. Πουδευτιανὸς ἀπὸ Κουϊνκόλης εἶπεν: Ἐάν τις ἀπὸ αἱρέσεως ἔλθῃ βαπτισθῆναι αὐτὸν ὀρθῶς καὶ δικαίως κέκριτται. Πέτρος ἀπὸ Ἱππώνος Διαῤῥύτου εἶπεν: Ἐπεὶ ἔν βάπτισμά ἐστιν ἐν μόνη τῇ Ἐκκλησίᾳ, διὰ τοῦτο τοὺς ἀπὸ τῶν αἱρετικῶν καὶ σχισματικῶν ἐλθόντας, ὡς μηδὲν ἐκεῖθεν εἰληφότας, ἐν τῇ Ἐκκλησίᾳ βαπτίζεσθαι κρίνω. Ἄλλος Λούκιος ἀπὸ Αὐσάφης εἶπεν: Ἑνὸς ὄντος Θεοῦ καὶ Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος, καὶ μιᾶς ἐλπίδος, καὶ μιᾶς Ἐκκλησίας, τὰ παρὰ τοῖς αἱρετικοῖς πραττόμενα λύεσθαι δεῖν φημι, καὶ τὺυς ἀπ’ αὐτῶν ἐρχομένους ἐν τῇ Ἐκκλησίᾳ βαπτίζειν. Ἄλλος Φίληξ ἀπὸ Τουριτῶν εἶπεν: Ἐγὼ κρίνω, ἵνα ἀκολούθως ταῖς Θείαις Γραφαῖς ἄνομοι παρὰ τοῖς αἱρετικοῖς βαπτισθέντες, ἄν πρὸς τὴν Ἐκκκλησίαν καταφύγωσι, τῷ τῆς Ἐκκλησίας βαπτίσματι, ἔνθα πᾶσα ἐξουσία παρὰ τοῦ Θεοῦ δέδοται, βαπτισθώσιν. Πλουτιανὸς ἀπὸ Λαβάνης εἶπεν: Ἐγὼ πιστεύω βαπτίσματι σωτηρίαν μὴ εἶναι, εἰ μὴ ἐν μόνη τῇ Καθολικῇ Ἐκκλησίᾳ, καὶ ὅταν ἔξω τῆς Ἐκκλησίας γένηται, πιθηκισμὸν εἶναι. Σαλουϊανὸς ἀπὸ Ζυφάλης εἶπε: Τοὺς αἱρετικοὺς μηδὲν ἔχειν συνέστηκε, καὶ διὰ τοῦτο πρὸς ἡμάς ἔρχονται, ἵνα λάβωσιν, ὃ μὴ ἔχουσιν. Ὀνωράτος ἀπὸ Λούγκης εἶπεν: Ὁπότε ὁ Χριστὸς ἀληθής ἐστι, μᾶλλον τῇ ἀληθείᾳ, ἢ τῇ συνηθείᾳ ἕπεσθαι ὀφείλομεν, ἵνα τοὺς αἱρετικοὺς, διὰ τοῦτο πρὸς ἡμᾶς ἐρχομένους, ὅτι ἔξω μηδὲν λαβεῖν ἠδυνήθησαν, τῷ τῆς Ἐκκλησίας βαπτίσματι ἁγιάσωμεν. Οὐίκτωρ ἀπὸ Ὀκτύβου εἶπε: Τοῦτο καὶ αὐτὸς φρονῶ, ἵνα οἱ ἀπὸ αἱρέσεως ἐρχόμενοι, ἀδιστάκτως βαπτισθῶσι. Κλάριος ἀπὸ Μασκούλης εἶπε: Πρόδηλός ἐστιν ἡ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀπόφασις ἀποστέλλοντος τοὺς ἑαυτοῦ Ἀποστόλους, καὶ αὐτοῖς μόνοις τὴν ἐξουσίαν ἐπιτρέποντος, οἷς ἡμεῖς ἐξακολοῦθούμεν, τῇ αὐτῶν ἐξουσίᾳ τὴν Ἐκκλησίαν Θεοῦ κυβερνῶντες, καὶ τοὺς πιστεύοντας βαπτίζοντες• καὶ διὰ τοῦτο οἱ αἱρετικοὶ, οἱ μήτε τὴν ἐξουσίαν ἔχοντες, μήτε τὴν Ἐκκλησίαν, οὐδὲ βαπτίζειν τῷ τῆς Ἐκκλησίας βαπτίσματι δύνανται. Σεκουνδιανὸς ἀπὸ Θάμβης εἶπεν: Οὐδαμῶς ὀφείλομεν τοὺς αἱρετικοὺς τῇ ἡμετέρᾳ φιλονικείᾳ ἐνεδρεύειν, ἵνα οἱ ἐν τῇ Ἐκκλησίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μὴ βαπτισθέντες, ὁπόταν ἡ ἡμέρα τῆς κρίσεως ἔλθῃ, ἡμᾶς αἰτιάσωνται, ὅτι δι’ ἡμᾶς οὐκ ἐβαπτίσθησαν, οὐδὲ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἔλαβον• διόπερ μιᾶς οὔσης τῆς Ἐκκλησίας, καὶ ἑνὸς βαπτίσματος, ὅταν πρὸς ἡμᾶς ἔλθωσι, μετὰ τῆς Ἐκκλησίας καὶ τοῦ βαπτίσματος τυχεῖν ὀφείλουσιν. Αὐρήλιος ἀπὸ Χολλαβῆς εἶπεν: Ἰωάννης ὁ Ἀπόστολος ἐν ἐπιστολῇ αὐτοῦ ἔφη• εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ τὴν διαδοχὴν τοῦ Θεοῦ οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε, ὁ λέγων αὐτῷ χαίρειν, κοινωνεῖ τοῖς λόγοις αὐτοῦ, καὶ τοῖς ἔργοις τοῖς πονηροῖς• πῶς οὖν οὗτοι εἰς δεχθῆναι εἰς οἰκίαν τοῦ Θεοῦ δύνανται, ἢ πῶς αὐτοῖς χωρὶς τοῦ τῆς Ἐκκλησίας βαπτίσματος κοινωνῆσαι δυνάμεθα, εἰ μὴ τοῖς πονηροῖς αὐτῶν ἔργοις κοινωνοῦμεν; Βίκτωρ ἀπὸ Γεμέλλων εἶπε: Τυφλὸς τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται• ἐπεὶ οὖν σαφές ἐστι, μὴ δύνασθαι αἱρετικόν τινα φωτίσαι, ἅτε δὴ τυφλῶν αὐτῶν ὄντων, τῶν τοιούτων τὸ βάπτισμα οὐδέν ἐστι. Νατόλιος ἀπὸ Οἴας εἶπε: Κᾀγώ παρὼν καὶ Πομπήιος ἀπὸ Σαβράτων, καὶ Διογὰς ἀπὸ Λεπτιμάγνης, οἵπερ ἐνετείλαντό μοι σώματι μὲν ἀπόντες, τῷ δὲ πνεύματι παρόντες κρίνομεν, ὅπερ καὶ πολλοὶ συνεπίσκοποι ἡμῶν, τοὺς αἱρετικοὺς κοινωνεῖν ἡμῖν μὴ δύνασθαι, ἐὰν μὴ παρ΄ἡμῶν βαπτισθῶσιν. Ἰούνιος ἀπὸ Νεαπόλεως εἶπεν: Ἀπ’ ἐκείνου οὗ ἅπαξ ἐκρίναμεν, οὐ χωρίζομαι• ἵνα τοὺς αἱρετικοὺς τοὺς ἐρχομένους εἰς τὴν Ἐκκλησίαν βαπτίζωμεν. Κυπριανὸς ἀπὸ Καρχηδόνος εἶπε: Τὴν ἐμὴν ἀπόφασιν ὁλόκληρος δείκνυσιν ἐπιστολή πρὸς Ἰοβιανὸν συνεπίσκοπον ἡμῶν γραφεῖσα, τοὺς αἱρετικοὺς κατὰ τὴν Εὐαγγελικὴν καὶ Ἀποστολικὴν μαρτυρίαν ἐναντίους τοῦ Χριστοῦ καὶ Ἀντιχρίστους ὀνομασθέντας, ὁπόταν τῇ Ἐκκλησίᾳ προσέλθωσι, τῷ ἑνὶ τῆς Ἐκκλησίας βαπτίσματι, βαπτίζεσθαι δεῖν• ἵνα δυνηθῶσι γενέσθαι ἀντὶ ἐχθρῶν φίλοι, καὶ ἐξ Ἀντιχρίστων Χριστιανοί.

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΙ ΣΑΡΑΝΤΑ ΓΥΝΑΙΚΕΣ ΜΑΡΤΥΡΕΣ

ΚΑΘΑΙΡΕΣΙΣ ΝΙΚΟΛΑΙΤΩΝ ΥΠΟ ΤΗΣ ΠΑΝΟΡΘΟΔΟΞΟΥ ΣΥΝΟΔΟΥ

ΟΙ ΡΩΣΟΙ ΤΗΣ ΔΙΑΣΠΟΡΑΣ ΠΟΤΕ ΔΕΝ ΑΠΕΔΕΧΘΗΣΑΝ ΤΗΝ ΟΜΟΛΟΓΙΑΝ ΕΚΚΛΗΣΙΟΛΟΓΙΑΝ ΜΑΣ