Ο ΑΓΙΟΣ ΝΕΚΤΑΡΙΟΣ ΔΙΑ ΤΑ ΙΕΡΑ ΜΝΗΜΟΣΥΝΑ

 ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ ΠΕΝΤΑΠΟΛΕΩΣ: ΠΕΡΙ ΤΩΝ ΙΕΡΩΝ ΜΝΗΜΟΣΥΝΩΝ

ΠΕΡΙ TΩΝ ΕΤΗΣΙΩΝ ΙΕΡΩΝ ΜΝΗΜΟΣΥΝΩΝ ΤΩΝ ΤΕΛΟΥΜΕΝΩΝ ΥΠΟ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ

(κείμενο τοῦ Ἁγίου Νεκταρίου περὶ Ἱερῶν Μνημοσύνων ἀπὸ τὸ βιβλίο του «Μελέτη περὶ ἀθανασίας τῆς ψυχῆς καὶ ἱερῶν μνημοσύνων»)

Ἡ Ἐκκλησία τελεῖ ἐτήσια μνημόσυνα ὑπὲρ τῶν τέκνων αὐτῆς τῶν μὴ τυχόντων τῶν νενομισμένων, καὶ στερηθέντων τῆς ἐκ τούτων ὠφελείας διὰ τὸ ἀποθανεῖν αὐτὰ εἴτε ἐν ξένῃ γῇ, ἐν θαλάσσῃ, εἴτ᾿ ἐν ἐρήμῳ. Ὧδε ἐκτίθενται οἱ λόγοι οἱ ἐν τῷ Τριωδίῳ, δι᾿ οὓς ἡ Ἐκκλησία τελεῖ τὸ ὑπὲρ τῶν κεκοιμημένων μνημόσυνον τῷ Σαββάτῳ τῷ πρὸ τῆς ἀπόκρεως, ὅπερ καὶ πρῶτον λέγεται, (κοινῶς ψυχοσάββατον).

α´. Περὶ τοῦ πρώτου ψυχοσαββάτου. Ὑπόμνημα περὶ τοῦ πρώτου ἐτησίου μνημοσύνου
«Τῇ αὐτῇ ἡμέρᾳ μνείαν ποιεῖσθαι τῶν ἀπ᾿ αἰῶνος κοιμηθέντων εὐσεβῶς ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου οἱ θειότατοι Πατέρες ἐθέσπισαν». «Ἀμνημόνησον πταισμάτων νεκροῖς, Λόγε, τὰ Χρηστὰ νεκρὰ σπλάγχνα σου μὴ δεικνύων». «Ἐπειδὴ τίνες ἄωρον πολλάκις ἐπὶ ξένης ὑπέστησαν θάνατον ἐν θαλάσσῃ τε καὶ ἀβάτοις ὄρεσι, κρημνοῖς τε καὶ χάσμασι, καὶ λοιμοῖς, καὶ λιμοῖς, καὶ πολέμοις καὶ ἐμπρησμοῖς, καὶ κρυμοῖς, καὶ ἄλλους παντοίους θανάτους ὑπομεμενηκότες, ἴσως καὶ πένητες ὄντες καὶ ἄποροι καὶ τῶν νενομισμένων ψαλμωδιῶν καὶ μνημοσύνων οὐκ ἔτυχον, φιλανθρώπως οἱ θεῖοι Πατέρες κινούμενοι κοινῶς τούτων μνείαν ἁπάντων τὴν καθολικὴν Ἐκκλησίαν ποιεῖσθαι ἐθέσπισαν, ἀπὸ τῶν Ἱερῶν Ἀποστόλων διαδεξάμενοι, ἵνα καὶ οἱ τῶν νενομισμένων ἀνὰ μέρος διά τινος συμβάντος μὴ τετυχηκότες, τῇ νῦν κοινῇ μνείᾳ κἀκεῖνοι περιλαμβάνοιντο δεικνύντες ὡς καὶ τὰ ὑπὲρ αὐτῶν γινόμενα μεγάλην αὐτοῖς προξενεῖ τὴν ὠφέλειαν. Καθ᾿ ἕνα μὲν οὖν τρόπον οὕτως ἡ του Θεοῦ Ἐκκλησία μνείαν ἐπιτελεῖ τῶν ψυχῶν, δεύτερον δέ, ἐπειδὴ τὴν δευτέραν τοῦ Χριστοῦ παρουσίαν θεῖναι τῇ ἐπαύριον ἔμελλον, ἀρμοζόντως καὶ τῶν ψυχῶν μνημονεύουσιν. Ὠσανεὶ τὸν φοβερὸν Κριτὴν καὶ ἀπαραλόγιστον ἱλεούμενοι τῇ συνήθει πρὸς αὐτὰς χρήσασθαι συμπαθείᾳ, καὶ τῇ ἐπηγγελμένῃ ταύτας κατατάξαι τρυφῇ. Ἄλλως τε καὶ τὴν τοῦ Ἀδὰμ ἐξορίαν οἱ ἅγιοι μέλλοντες τῇ ἐσομένῃ ἐκθεῖναι Κυριακή, ὥσπερ τινὰ κατάπαυσιν προσεπινοοῦσι, καὶ τέλος πάντων τῶν καθ᾿ ἡμᾶς διὰ τῆς παρούσης νῦν καταπαύσεως, ἵνα ἐκεῖθεν ὡς ἀπ᾿ ἀρχῆς ἄρξωνται, τὸ γὰρ ὕστατον τῶν παρ᾿ ἡμῖν πάντων, ἡ τῶν βεβιωμένων παρὰ τοῦ ἀδεκάστου Κριτοῦ ἔσται ἐξέτασις, καὶ ἵνα τοὺς ἀνθρώπους διὰ τούτων φοβήσαντες, πρὸς τοὺς τῆς νηστείας ἀγῶνας ποιήσωσιν εὐχερεῖς. Ἐν Σαββάτῳ δὲ τὴν τῶν ψυχῶν μνείαν ποιούμεθα, ὅτι τὸ Σάββατον κατάπαυσιν σημαίνει Ἑβραιστὶ καὶ τῶν τεθνεώτων τοίνυν, ὡς τῶν βιωτικῶν καὶ τῶν λοιπῶν ἁπάντων καταπαυσαμένων, κἂν τῇ καταπαυσίμῳ τῶν ἡμερῶν τὰς ὑπὲρ αὐτῶν δεήσεις ποιούμεθα, ὃ δὴ καὶ ἐπὶ πᾶν κεκράτηκε γίνεσθαι Σάββατον. Τὸ δέ γε νῦν καθολικῶς μνημονεύομεν ὑπὲρ παντὸς δεόμενοι εὐσεβοῦς, εἰδότες καὶ γὰρ οἱ Θεῖοι Πατέρες, ὡς τὰ ὑπὲρ τῶν κεκοιμημένων γινόμενα Μνημόσυνα, λέγω ἐλεημοσύναι καὶ λειτουργίαι, καὶ ἰδίως καὶ κοινὴ τὴν Ἐκκλησίαν τοῦτο ποιεῖν ἐπιτρέπουσι, παρὰ τῶν Ἁγίων Ἀποστόλων τοῦτο παραλαβόντες, ὡς εἴρηται, καθ᾿ ἃ καὶ ὁ Ἀρεοπαγίτης φησὶ Διονύσιος». Ἐν τῷ Η´. Βιβλίῳ τῶν Ἀποστολικῶν διαταγῶν ἐν κεφαλαίῳ μα´ ὑπάρχει προσφώνησις ὑπὲρ τῶν κεκοιμημένων ἔχουσα ὧδε: «Ὑπὲρ τοῦ ἀναπαυσαμένου ἐν Χριστῷ ἀδελφοῦ ἡμῶν δεηθῶμεν, ὅπως ὁ φιλάνθρωπος Θεός, ὁ προσδεξάμενος αὐτοῦ τὴν ψυχήν, παρίδῃ αὐτῷ πᾶν ἁμάρτημα ἑκούσιον τε καὶ ἀκούσιον, καὶ ἵλεως καὶ εὐμενὴς γενόμενος, κατατάξῃ εἰς χώραν εὐσεβῶν ἀνειμένων εἰς κόλπον Ἀβραάμ, καὶ Ἰσαάκ, καὶ Ἰακὼβ μετὰ πάντων τῶν ἀπ᾿ αἰώνως εὐαρεστησάντων καὶ ποιησάντων τὸ θέλημα αὐτοῦ. Ὅθεν ἀπέδρα ὀδύνη λύπη καὶ στεναγμός». Καὶ αὖθις, «Αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τὸν δοῦλόν σου τόν δε, ὃν ἐξελέξω καὶ προσελάβου εἰς ἑτέραν λῆξιν καὶ συγχώρησον αὐτῷ εἰ τὶ ἑκὼν ἢ ἄκων ἐξήμαρτε καὶ Ἀγγέλους εὐμενεῖς παράστησον αὐτῷ καὶ κατάταξον αὐτὸν ἐν τῷ κόλπῳ τῶν Πατριαρχῶν καὶ τῶν Προφητῶν καὶ τῶν Ἀποστόλων, καὶ πάντων τῶν ἀπ᾿ αἰώνως σοι εὐαρεστησάντων, ὅπου οὐκ ἑνὶ ὀδύνη, λύπη καὶ στεναγμός, ἀλλὰ χορὸς εὐσεβῶν ἀνειμένος καὶ γῆ εὐθεῖα συνανειμένη καὶ τῶν ἐν αὐτῇ ὁρώντων τὴν δόξαν Χριστοῦ κτλ.» Ἐν δὲ τῷ μβ´ Κεφ. ὑπάρχει διάταξις περὶ τοῦ πῶς δεῖ καὶ πότε γίνεσθαι τὰς τῶν κοιμηθέντων πιστῶν μνείας, καὶ ὅτι ἐκ τῶν ὑπαρχώντων αὐτοῖς δεῖ παρέχεσθαι πένησι, ἔχουσα ὧδε: «Ἐπιτελείσθω δὲ τρίτα τῶν κεκοιμημένων ἐν ψαλμοῖς καὶ ἀναγνώσεσι καὶ προσευχαῖς διὰ τὸν διὰ τριῶν ἡμερῶν ἐγερθέντα, καὶ ἔνατα εἰς ὑπόμνησιν τῶν περιόντων καὶ τῶν κεκοιμημένων, καὶ τεσσαράκοντα κατὰ τὸν παλαιὸν τύπον. Μωσῆν γὰρ οὕτως ὁ λαὸς ἐπένθησε, καὶ ἐνιαύσια ὑπὲρ μνείας αὐτοῦ, καὶ διδόσθω ἐκ τῶν ὑπαρχόντων αὐτοῦ πένησιν εἰς ἀνάμνησιν αὐτοῦ». Ἐν δὲ μγ´. κεφαλ. λέγονται τὰ ἑξῆς περὶ τῶν ἐν εὐσεβείᾳ τελευτησάντων, ὅτι τοὺς ἀσεβεῖς τελευτῶντας οὐδὲν ὠφελοῦσι μνεῖαι ἢ ἐντολαί. «Ταῦτα δὲ περὶ εὐσεβῶν λέγομεν, περὶ γὰρ ἀσεβῶν, ἐὰν τὰ τοῦ κόσμου δῷς πένησιν οὐδὲν ὀνήσεις αὐτόν, ᾧ γὰρ περιόντι ἐχθρὸν ἦν τὸ θεῖον, δῆλον ὅτι καὶ μεταστάντι, οὐ γάρ ἐστιν ἀδικία παρ᾿ αὐτῷ, δίκαιος γὰρ ὁ Κύριος καὶ δικαιοσύνας ἠγάπησε καὶ ἰδοὺ ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ». Ἐν τῷ συγγράμματι τοῦ Ἀθανασίου τοῦ Παρίου ἀναγιγνώσκομεν τὰ ἑξῆς: «Οὐκ οἶμαι θαυμαστὸν εἶναι, ὅπερ ὁ νομομαθὴς καὶ προφητοδίδακτος Ἰούδας ὁ Μακκαβαῖος περὶ ἀθανασίας τῆς ψυχῆς καλῶς ἐφρόνει. Τὸ θαυμαστὸν δήπου ἐκεῖνό ἐστιν, ὅτι ἅπαντα σχεδὸν τὰ ἔθνη πεπεισμένα ἐστίν, ὅτι παρὰ ταύτην καὶ ἄλλη τίς ἐστι ζωὴ τέλος μὴ ἔχουσα. Καὶ τὶς τῶν πάλαι σοφῶν, ὅτι μεγίστην ἔχει δύναμιν ἔφασκε παρ᾿ ἡμῖν, περὶ τῆς τῶν ψυχῶν ἀθανασίας ἡ ὁμοφωνία τῶν ἀνθρώπων ἐκείνων, ὅτι τινὲς ἢ φοβοῦνται ἢ τιμῶσι τοὺς καταχθονίους. Μαρτυρεῖ δὲ καὶ ὁ Μακρόβιος, ἀκριβὴς ἀνιχνευτὴς τῆς ἀρχαίας σοφίας, ὅτι κοινὴ ἦν γνώμη τὴν ψυχὴν οὐχ ἧττον ἀθάνατον εἶναι ἢ ἀσώματον. Ἐν ὅλη τῇ Ἀμερικῇ τῇ τε πρὸς Βορρᾶν, τῇ τε πρὸς Νότον ἡ ἰδέα μιᾶς ἄλλης ζωῆς πῇ μὲν μᾶλλον, πῇ δ᾿ ἧττον καθαρά, τὸ θεμέλιόν ἐστι τῆς ἑαυτῶν θρησκείας, τοῦτ᾿ αὐτὸ εἰρήσθω καὶ περὶ πάντων τῶν τῆς Ἀφρικῆς ἀγρίων λαῶν, τῶν τῆς Σιβηρίας, τῶν Σαμοϊέδων, τῶν Σκυθῶν. Ἅπαντα τὰ βάρβαρα ταῦτα ἔθνη τοὺς ἑαυτῶν νεκροὺς ἐνταφιάζουσι μετὰ παρασκευῶν τοιούτων, αἱ τὸ χρήσιμον ἑαυτῶν εἰς ἑτέρων βίον ἐπιδεικνύονται, καὶ ὑπὲρ αὐτῶν ἐτησίως δέονται». Τὸ πνεῦμα, καὶ ὁ τρόπος καὶ ὁ λόγος τῆς δεήσεως τῆς Ἐκκλησίας ἐμφαίνονται ἐν ταῖς εὐχαῖς καὶ τοῖς τροπαρίοις τῶν μνημοσύνων, τὰ ὁποῖα ἀντιγράφομεν ὧδε.

α´.) «Τῶν ἀπ᾿ αἰῶνος σήμερον νεκρῶν ἁπάντων κατ᾿ ὄνομα μετὰ πίστεως ζησάντων εὐσεβῶς μνήμην τελοῦντες οἱ πιστοὶ τὸν Σωτῆρα καὶ Κύριον ἀνυμνήσωμεν αἰτοῦντες ἐκτενῶς τούτους ἐν ὥρᾳ τῆς κρίσεως ἀπολογίαν ἀγαθὴν δοῦναι αὐτῷ τῷ Θεῷ ἡμῶν τῷ πᾶσαν κρίνοντι τὴν γῆν, τῆς δεξιᾶς αὐτοῦ παραστάσεως τυχόντες ἐν χαρᾷ, ἐν μερίδι Δικαίων, καὶ ἐν ἁγίῳ κλήρῳ φωτεινῷ, καὶ ἀξίους γενέσθαι τῆς οὐρανίου βασιλείας αὐτοῦ».
β´.) «Ὁ ἐν τῷ οἰκείῳ αἵματι Σωτὴρ βροτοὺς ἐκπριάμενος, καὶ θανάτῳ Σου θανάτου τοῦ πικροῦ ἐκλυτρωσάμενος ἡμᾶς καὶ ζωὴν τὴν αἰώνιον παρασχὼν τῇ ἀναστάσει Σου ἡμῖν, πάντας ἀνάπαυσον, Κύριε, τοὺς κοιμηθέντας εὐσεβῶς, ἢ ἐν ἐρήμοις, ἢ πόλεσιν, ἢ ἐν θαλάσσῃ ἢ ἐν γῇ, ἢ ἐν παντὶ τόπῳ, Βασιλεῖς τε, Ἱερεῖς, Ἀρχιερεῖς, Μοναστὰς καὶ μιγάδας, ἐν ἡλικίᾳ πάσῃ παγγενεῖ, καὶ ἀξίωσον αὐτοὺς τῆς οὐρανίου βασιλείας σου».
γ´.) «Τῇ ἐκ νεκρῶν ἐγέρσει Σου Χριστέ, οὐκέτι ὁ θάνατος κυριεύει τῶν θανόντων εὐσεβῶς, διὸ αἰτοῦμεν ἐκτενῶς τοὺς Σοὺς δούλους ἀνάπαυσον ἐν αὐλαῖς Σου καὶ ἐν κόλποις Ἀβραάμ, τοὺς ἐξ Ἀδὰμ μέχρι σήμερον λατρεύσαντάς Σοι καθαρῶς πατέρας καὶ ἀδελφοὺς ἡμῶν, φίλους ὁμοῦ καὶ συγγενεῖς, ἅπαντα ἄνθρωπον τὰ τοῦ βίου λειτουργήσαντα καλῶς καὶ πρὸς Σε μεταστάντα πολυειδῶς καὶ πολυτρόπως ὁ Θεός, καὶ ἀξίωσον τούτους τῆς οὐρανίου βασιλείας Σου». Ἡ δὲ αἴτησις ἔχει ὧδε: «Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος Σου, δεόμεθα Σου, ἐπάκουσον, καὶ ἐλέησον. Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως πάντων τῶν κεκoιμημένων εὐλαβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, βασιλέων, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν, πατέρων, προπατόρων, πάππων καὶ προπάππων, ἐκ τῶν ἀπ᾿ ἀρχῆς καὶ μέχρι τῶν ἐσχάτων καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον». (Ἔπειτα αἱ συνήθεις εὐχαί).


β´. Περὶ τοῦ δευτέρου ἐτησίου μνημοσύνου
Τὸ δεύτερον ἐτήσιον μνημόσυνον ὑπὲρ τῶν ψυχῶν τῶν κεκοιμημενων ἡ Ἐκκλησία τελεῖ λίαν καταλλήλως ἡμέρας 9 μετὰ τὴν Ἀνάληψιν τοῦ Σωτῆρος Χριστοῦ, ἤτoι τῷ Σαββάτῳ τῷ πρὸ τῆς Πεντηκοστῆς τοῦ Πάσχα, ὃ «ψυχοσάββατον» ἐπίσης καλεῖται, ὡς τὸ πρὸ τῆς Κυριακῆς τῶν Ἀπόκρεων Σάββατoν «πρῶτον ψυχoσάββατον». Κατὰ τὴν ἡμέραν ταύτην μνήμην ποιεῖται ἡ Ἐκκλησία πάντων τῶν ἀπὸ Ἀδὰμ εὐσεβῶς κοιμηθέντων, δέεται ὑπὲρ αὐτῶν, καὶ αἰτεῖται παρὰ Χριστοῦ τοῦ Θεοῦ τοῦ ἀναληφθέντος εἰς τοὺς οὐρανοὺς καὶ ἐν δεξιᾷ καθεσθέντος τοῦ Πατρός, ὅπως ἐν ὥρᾳ τῆς κρίσεως ἀπολογίαν ἀγαθὴν δώσωσιν αὐτῷ τῷ Πᾶσαν κρίνοντι τὴν Γῆν, τύχωσι τῆς ἐκ δεξιῶν αὐτοῦ παραστάσεως ἐν χαρᾷ, ἐν μερίδι δικαίων, καὶ κλήρῳ φωτεινῷ ἁγίων, καὶ γείνωσιν ἄξιοι τῆς οὐρανίου βασιλίας κληρονόμοι. Ἡ Ἐκκλησία δεομένη ὑπὲρ πάντων τῶν ἀπὸ Ἀδὰμ μέχρι σήμερον εὐσεβῶς κοιμηθέντων εὔχεται οὐχὶ βεβαίως μόνον ὑπὲρ Χριστιανῶν, διότι οὐδεὶς Χριστιανὸς ἀπὸ Ἀδὰμ μέχρι Χριστοῦ, ἀλλ᾿ ὑπὲρ πάσης ψυχῆς παντὸς γένους βροτῶν ἐναρέτως βιωσάσης εἴτε ἐν νόμῳ, εἴτε ἐν ἀκροβυστίᾳ, εὔχεται δ᾿ ἐν τοῖς τροπαρίοις, ἵνα «ἅπαντα ἄνθρωπον τὰ τοῦ βίου λειτουργήσαντα πιστῶς καὶ πρὸς Θεὸν μεταστάντα πολυειδῶς καὶ πολυτρόπως ὁ Θεὸς ἀξιώσῃ τῆς οὐρανίου βασιλείας αὐτοῦ». Διὰ τῆς τοιαύτης ὑπὲρ τῶν εὐσεβῶς κοιμηθέντων διαταχθείσης ἀκολουθίας ἡ Ἐκκλησία κηρύττει ὅτι οἱ ἀπὸ Ἀδὰμ μέχρι Χριστοῦ τελειωθέντες ἐνάρετοι ἄνδρες εἰσὶν ἄξιοι τοῦ θείου ἐλέους καὶ δέεται τοῦ Θεοῦ ὑπὲρ αὐτῶν, ὅπως δώσῃ αὐτοῖς ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως εὐπρόσδεκτον ἀπολογίαν. Τὸ φρόνιμα τοῦτο τῆς Ἐκκλησίας, ὅπερ ἀπὸ τῶν ἀποστολικῶν χρόνων γινώσκομεν, εἶναι λίαν ὀρθὸν δίκαιον, διότι, ἀφοῦ ὁ Κύριος ἡμῶν ἦλθεν, ἵνα σώσῃ τὸν κόσμον, ἕπεται ὅτι ἔμελε νὰ σώσῃ καὶ πάντας τοὺς ἐναρέτως διαβιώσαντας, πρὸ τῆς ἀφίξεως αὐτοῦ, διότι οὐχὶ ἡ ἔλλειψις ἀρετῆς ἐν τῷ κόσμῳ προκάλεσε τὴν ἀνάγκην τῆς ἐνσάρκου οἰκονομίας τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἀλλ᾿ ἡ ἔλλειψις τῆς πρὸς τὸν Θεὸν φιλίας καὶ τὸ μεσότοιχον τῆς ἔχθρας τὸ διαχωρίζον Θεὸν καὶ ἄνθρωπον καί, ὅπερ ὁ Υἱὸς τοῦ Θεοῦ ἦλθε νὰ καθέλῃ. Λόγος λοιπὸν τῆς ἀφίξεως τοῦ Υἱοῦ τοῦ Θεοῦ ἦτο ἡ συμφιλίωσις Θεοῦ μετὰ τοῦ ἀνθρώπου καὶ οὐχὶ ἡ ἔλλειψις ἀρετῆς. Εἶναι ἀληθὲς ὅτι ὁ Ἰησοῦς διὰ τῆς θείας αὐτοῦ διδασκαλίας ἀπεκάλυψε τοῖς ἀνθρώποις νέας τελειωτικὰς ἀρχὰς καὶ ὑπέδειξεν αὐτοῖς οὐρανὸν καινόν, καὶ γῆν καινήν, ἀλλὰ τοῦτο δὲν ἀναιρεῖ τὴν ὕπαρξιν ἀρετῆς ἐν τῷ κόσμῳ, ἡ ἀρετὴ λοιπὸν ἐν τῷ κόσμῳ ὑφίστατο, ἀλλ᾿ ὁ ἄνθρωπος εὑρίσκετο ὑπὸ δυσμένειαν καὶ ἐδέετο διαλάκτου, τούτου δὲ ἐλθόντος ὁ ἐνάρετος εὗρε χάριν παρὰ τῷ Θεῷ καὶ ἔτυχε τῆς σωτηρίας. Ὅτι τοῖς δικαίοις ἐπεφυλάσσετο σωτηρία διὰ Ἰησοῦ Χριστοῦ, τοῦτο διδασκόμεθα ἐκ τῆς Παλαιᾶς Διαθήκης, ἐν ταύτῃ ὁ Θεὸς ὑπέσχετο τοῖς Ἰουδαίοις σωτηρίαν, ἐὰν ἐτήρουν τὸν νόμον, τοῦτο ἐβεβαίωσε καὶ ὁ Σωτήρ, ὡς ἀναφέρει ὁ Εὐαγγελιστὴς Ματθαῖος, εἰπὼν πρὸς τὸν ἐρωτήσαντα τὶ νὰ ποιήσῃ, ἵνα ζωὴν αἰώνιον κληρονομήσῃ, ὅτι ἀρκετὴ ἦτο πρὸς τοῦτο ἡ τῶν ἐντολῶν τήρησις. Βεβαίως οὐδέποτε θὰ ἔλεγεν αὐτῷ νὰ τηρήσῃ τὰς ἐντολὰς (Ματθ. 19. 17), ἐὰν ἐν τῇ τηρήσει τῶν ἐντολῶν δὲν τῷ ἐπεφυλάσσετο σωτηρία διὰ Ἰησοῦ Χριστοῦ. Ἐπίσης οὐδὲ πρὸς τοὺς ἐλέγχοντας αὐτὸν Φαρισαίους ὅτι μετὰ ἁμαρτωλῶν καὶ τελωνῶν ἐσθίει καὶ πίνει, θὰ ἔλεγεν ὁ Ἰησοῦς, τὸ «οἱ ἰσχύοντες οὐκ ἔχουσι χρείαν ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες... οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν» (Ματθ. 9.12.13). Οἱ λόγοι οὔτοι τοῦ Ἰησοῦ ἀποδεικνύουσι σαφῶς ὅτι οἱ δίκαιοι εἶχον μερίδα ἐν τῇ διὰ τοῦ Ἰησοῦ Χριστοῦ ἐλευσομένῃ σωτηρίᾳ τοῦ ἀνθρωπίνου γένους. Ἀφοῦ δὲ οἱ ὑπὸ νόμον εἶχον μέρος ἐν τῇ σωτηρίᾳ, διατὶ τὰ ἔθνη τὰ ἔχοντα τὸν νόμον γραπτὸν εἰς τὰς καρδίας αὐτῶν καὶ ποιοῦντα αὐτὸν νὰ ἀποκλεισθῶσι τῆς σωτηρίας; μὴ προσωπολήπτης ὁ Θεός; ἢ μήπως Ἰουδαίων ὁ Θεὸς μόνον; ἄπαγε ! ὁ Θεὸς εἶναι Θεὸς δίκαιος καὶ πατὴρ πάσης φυλῆς καὶ γένους ἀνθρώπων, ἐὰν λοιπὸν ὑπεσχέθη σωτηρίαν τοῖς ὑπὸ νόμον, ἐὰν τηρήσωσι τὸν νόμον, θέλει σώσει καὶ τοὺς ἐν τῇ ἀκροβυστίᾳ τοὺς τηρήσαντας τὸν νόμον τὸν γεγραμμένον ἐν ταῖς καρδίαις αὐτῶν. Ὁ Ἅγιος Ἀναστάσιος ὁ Πατριάρχης Ἀντιοχείας διαβεβαιοῖ ὅτι δι᾿ ἀποκαλύψεως ἐγνώσθη αὐτῷ ἡ τῶν ἐθνικῶν δικαίων σωτηρία. Ἀναφέρει δὲ τὴν καθ᾿ ὕπαρ ἐμφάνειαν τοῦ σοφοῦ Πλάτωνος πρὸς τίνα εὐσεβῆ μοναχὸν ἐξυβρίζοντα αὐτὸν διὰ τίνας πλάνας αὐτοῦ, καὶ λέγει ὅτι ἐμφανισθεὶς ἐδίδαξεν αὐτὸν τὰ περὶ τῆς σωτηρίας τοῦ διὰ Ι. Χριστοῦ καὶ προέτρεψε μὴ ἁμαρτάνειν ὑβρίζων. Ἡ μαρτυρία αὕτη, καίτοι ἀξιόπιστος ὡς ἀπὸ ἀξιοπίστου συγγραφέως προερχομένη, καὶ ἂν μὴ ληφθῇ ὑπ᾿ ὄψει, ἡ δόξα περὶ τῆς σωτηρίας τῶν ἐθνικῶν ἑδραζομένη ἐπὶ τῶν ὀρθῶν συλλογισμῶν, ἵσταται καθ᾿ ἑαυτήν. Ἡ σωτηρία λοιπὸν ἡ τῷ ἀνθρωπίνῳ γένει χορηγηθεῖσα διὰ Ἰησοῦ Χριστοῦ, ἐγένετο γενικὴ πᾶσι τοῖς ἐναρέτως ζήσασι. Διὰ τὰ τοσαῦτα ἀγαθά, ὅσα ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρέσχε τῇ ἀνθρωπότητι, ἥτις πᾶσα ὀφείλει νὰ εὐχαριστῇ τῷ Θεῷ, ἡ Ἐκκλησία ἀναπέμπει εὐχαριστίας πρὸς αὐτὸν ὡς πρὸς τὸν Δεσπότην τῶν ἁπάντων καὶ λυτρωτήν, δοξάζει αὐτὸν ὡς Θεὸν ἀληθινόν, καὶ δέεται ὑπὲρ τῶν ψυχῶν πάντων τῶν εὐσεβῶς κοιμηθέντων πάσης φυλῆς καὶ γένους... Ἡ ἀκολουθία τῶν κεκοιμημένων ἐτέθη λίαν καταλλήλως μετὰ τὸν χρόνον τῆς Ἀναλήψεως τοῦ Σωτῆρος Χριστοῦ, διότι διὰ ταύτης γενόμενος ὁ Κύριος ἐν τοῖς κόλποις τοῦ Πατρὸς καὶ λαβὼν πᾶσαν ἐξουσίαν ἐν Οὐρανῷ καὶ ἐπὶ γῆς, ἐγένετο ζώντων καὶ τεθνεώτων Δεσπότης, ἡ Ἐκκλησία λοιπὸν ἔνθεν μὲν θέλουσα νὰ ὁμολογήσῃ τὸν Ἰησοῦν Χριστὸν ζώντων τε καὶ νεκρῶν ἐξουσιαστήν, ἔνθεν δὲ νὰ ἀνακηρύξῃ τὴν πίστιν αὐτῆς εἰς τὴν δευτέραν παρουσίαν, τὴν ὑπὲρ τῶν κεκοιμημένων ἀκολουθίαν συνέταξεν.



γ´. Περὶ τῆς προσγινομέvης ὠφελείας ταῖς ψυχαῖς ἐκ τῶν ἱερῶν μνημοσύνων
Τὰ ἱερὰ μνημόσυνα καὶ ὑπὸ ἠθικὴν ἔποψιν ἐξεταζόμενά εἰσι λίαν ἀναγκαία, καθόσον παρέχουσι καὶ τοῖς ἐπιζῶσι μεγάλην ὠφέλειαν, δι᾿ αὐτῶν ἡ Ἐκκλησία διδάσκει τὰ ἑαυτῆς τέκνα τὴν ἀληθῆ χριστιανικὴν φιλοσοφίαν καὶ ὑπομιμνῄσκει εἰς αὐτὰ τὰς θεμελιώδεις ἀρχὰς τοῦ Χριστιανισμοῦ, κηρύττει ὡς δι᾿ ὑψηλοῦ κηρύγματος τὴν ἀθανασίαν τῆς ψυχῆς, καὶ τὴν ἔναρξιν μετὰ θάνατον νέου σταδίου ζωῆς ἀλήκτου καὶ ἀτέρμονος. Ἐπίσης κηρύττει τὴν διηνεκῆ ἐν τῷ κόσμῳ του Σωτῆρος Χριστοῦ παρουσίαν, τὴν μεθ᾿ ἡμῶν ἐπικοινωνίαν καὶ σχέσιν, τῶν τεθνεώτων καί, ἵνα συλλήβην περιλάβω ἅπαν τὸ πνεῦμα τῶν τελουμένων μνημοσύνων, δι᾿ αὐτῶν διδάσκει ἡ Ἐκκλησία τὰ τέκνα της, ὅτι ὁ ἄνθρωπος εἶναι οὐρανοπολίτης, ὅτι ἀπὸ τῆς ἐν γῇ στρατευομένης Ἐκκλησίας μεταβαίνει εἰς τὴν ἐν Οὐρανῷ θριαμβεύουσαν, ὅτι ἀμφοτέρων κεφαλὴ εἶναι ὁ Χριστός, ὅστις εἰσακούει πάντων τὰς δεήσεις καὶ ἱκεσίας καὶ ἐπικάμπτεται ταῖς πρεσβείαις τῶν ἁγίων καὶ τῆς Θεοτόκου, ὅτι ἡ ἐλπὶς τῆς σωτηρίας τοῦ Χριστιανοῦ δὲν ἀπόλλυται καὶ μετὰ θάνατον, ὅτι ἡ Ἐκκλησία πιστεύει, ὅτι αἱ δεήσεις αὐτῆς καὶ ἱκεσίαι αἱ ὑπὲρ τῶν τέκνων αὐτῆς γινόμεναι εἰσακούονται παρὰ τοῦ φιλανθρώπου Σωτῆρος ἡμῶν καὶ παρέχεται τοῖς ὑπὲρ ὧν γίνονται τὰ μνημόσυνα ἄφεσις παραπτωμάτων, ὅτι ἡ ὁριστικὴ ἀπόφασις περὶ τῆς ἀμοιβῆς καὶ τιμωρίας εἰσέτι δὲν ἐξεδόθη, ὅτι αὕτη ἐπιφυλάσσεται ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ τοῦ Δεσπότου Χριστοῦ παρουσία, ὅτε ἕκαστος θὰ λάβῃ τὸ γέρας καὶ τοὺς στεφάνους, οὗ ἐπολιτεύθη βίου, ὅτι μέχρι τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας δύναται ἡ Ἐκκλησία νὰ ἀναπέμπει εὐχὰς καὶ δεήσεις πρὸς τὸν Κύριον ὑπὲρ τῶν τέκνων αὐτῆς, ὅτι ὡς ἐν τῇ στρατευομένῃ Ἐκκλησίᾳ οἱ ὑπὸ Ἐκκλησιαστικὴν ποινὴν εὑρισκόμενοι διὰ τὰς πεπραγμένας αὐτῶν ἁμαρτίας στεροῦνται τῶν θείων μυστηρίων, οὕτω καὶ ἐν τῇ θριαμβευούσῃ Ἐκκλησίᾳ οἱ ἐν ἁμαρτίαις θανόντες μακρὰν τῶν ἁγίων καὶ δικαίων εἰσὶν ἐστερημένοι τῆς δόξης καὶ χάριτος τῆς ἀπορρεούσης ἐκ τοῦ ἀῤῥήτου κάλλους τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅπερ ἐπιποθεῖ καὶ ζητεῖ πᾶσα ψυχή, ὅπως χορτασθῇ, κατὰ τὸ ῥητόν, «Χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν Σου», πλὴν οὐχὶ ἐκτὸς τοῦ ᾅδου, ἐν ᾧ ἕκαστος ἀποτίνει τὴν ποινὴν κατὰ τὸ βάρος τῆς ἑαυτοῦ συνειδήσεως, ὅπως δὲ ὑπὲρ τῶν κατηχουμένων τῆς στρατευομένης Ἐκκλησίας εὔχεται ἡ Ἐκκλησία ἀδιαλείπτως πρὸς τὸν Κύριον, ἵνα ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ, οὕτω καὶ ὑπὲρ τῶν ἐν ἁμαρτίαις κοιμηθέντων πιστῶν δύναται νὰ εὔχηται καὶ νὰ αἰτῆται συναντιλήπτορας καὶ τοὺς ἁγίους τῆς θριαμβευούσης Ἐκκλησίας, ὅπως ἐξιλεώσει τὸν Θεὸν ὑπὲρ αὐτῶν καὶ τάξῃ αὐτοὺς ἐν σκηναῖς δικαίων, ἐν κόλποις Ἀβραάμ, καὶ συναριθμήσῃ αὐτοὺς μετὰ τῶν σεσωσμένων. Ταῦτα πάντα διὰ τῶν μνημοσύνων διδάσκει ἡ Ἐκκλησία, δι᾿ ὧν παραμυθεῖται καὶ παρηγορεῖ τοὺς τῶν μεταστάντων συγγενεῖς καὶ φίλους καὶ θεραπεύει τὰς τρωθείσας καρδίας διὰ τοῦ οὐρανίου βαλσάμου τοῦ ὑπὸ τοῦ Σωτῆρος πεμπομένου αὐταῖς. Διὰ τῶν μνημοσύνων ἡ Ἐκκλησία πρῶτον συναγείρει τὸ τῶν πιστῶν σύστημα καὶ παρακελεύεται αὐτὸ νὰ ἐνδείξῃ τὴν πρὸς τὸν μεταστάντα ἀδελφὸν ὀφειλομένην ἀγάπην, ἀφήσῃ αὐτῷ τὴν ὀφειλήν, δεηθῇ ὑπὲρ αὐτοῦ μετὰ τῆς Ἐκκλησίας πρὸς τὸν Κύριον τῶν ζώντων τε καὶ νεκρῶν Δεσπότην καὶ ἐξουσιαστήν, αἰτήσηται παρ᾿ αὐτοῦ τὴν συγχώρησιν τῶν ὑπ᾿ αὐτοῦ πραχθέντων πλημμελημάτων, τὴν δαψίλειαν τῆς θείας χάριτος, καὶ τὴν κληρονομίαν τῆς οὐρανίου βασιλείας, δεύτερον παραμυθεῖται ἡ τῶν πιστῶν ὁμήγυρις τῷ τεθλιμμένων τὰς καρδίας, αἵτινες ἐν τῇ ἐνδείξει τῆς ἀγάπης καὶ τῆς συμπαθείας τῆς ὅλης Ἐκκλησίας εὑρίσκουσιν ἀνακούφισιν καὶ παρηγορίαν, διότι οὕτω ἡ του πάθους συμμετοχὴ φέρει παρηγορίαν τῷ τεθλιμμένῳ ὡς ἡ του βάρους συναντίληψις ἐλάττωσιν καὶ ἀνακούφισιν τῷ πεφορτισμένῳ, καὶ τρίτον διὰ τῶν μνημοσύνων γίνεται ἀνάμνησις τοῦ θανάτου, ὑπόμνησις τῆς ματαιότητος τῶν πραγμάτων τοῦ κόσμου, τοῦ προσκαίρου βίου καὶ τῆς αἰωνίου ζωῆς, προτροπὴ πρὸς ἀρετὴν καὶ ἐνάρετον πολιτείαν, ἐνθάρυνσις πρὸς εὐεργεσίας καὶ ἀγαθοεργίας, καὶ ἐν γένει ἀφορμὴ πρὸς προκοπὴν ἐν τῇ ἀρετῇ καὶ πρὸς τελείωσιν, καὶ οὗτός ἐστιν ὁ ἠθικὸς χαρακτὴρ τῶν μνημοσύνων.


ΠΕΡΙ ΤΩΝ ΙΕΡΩΝ ΜΝΗΜΟΣΥΝΩΝ ΟΤΙ ΛΥΣΙΤΕΛΗ ΚΑΙ ΟΤΙ ΕΞ ΑΠΟΣΤΟΛΙΚΗΣ ΠΑΡΑΔΟΣΕΩΣ ΕΙΣΙΝ

α´. Μαρτυρίαι ἐκ τῶν Πατέρων τῆς Ἐκκλησίας
Ὁ Ἅγιος Ἰωάννης ὁ Δαμασκηνὸς ὁμιλῶν περὶ τῶν ὑπὸ τῆς Ἐκκλησίας τελουμένων ἱερῶν μνημοσύνων ἐν τῷ λόγῳ αὐτοῦ «Περὶ τῶν ἐν πίστει κεκοιμημένων» (τόμ. Α´. σελ. 585-595) ἀναπτύσσει θαυμασίως τὸ περὶ μνημοσύνων κεφάλαιον ὡς ἑξῆς: «Ἴδετε γὰρ τί φησιν ἡ θεία Γραφή: Ὡς Ἰούδας ὁ Μακκαβαῖος ἐν τῇ Σιὼν τῇ πόλει τοῦ Βασιλέως τοῦ Μεγάλου, ὁπηνίκα τεθανατωμένον εἶδε τὸν ὑπ᾿ αὐτῶν λαὸν ὑπὸ τῶν ἀλλοφύλων ἐχθρῶν, ἐρευνήσας αὐτῶν τοὺς κόλπους καὶ τούτων ἔνδοθεν εὑρὼν εἰδωλεῖα, ἑξιλασμὸν αὐτίκα ὑπὲρ ἑκάστου τούτων πρὸς τὸν εἰς οἶκτον ἕτοιμον Κύριον προσενήνοχε. πανευσεβῶς ποιήσας καὶ φιλαδέλφως λίαν», ὅθεν καὶ παρὰ τῇ θείᾳ Γραφῇ, ὡς ἐν πᾶσι, καὶ ἐν τούτῳ τεθαύμασται. Οἱ δέ γε μύσται καὶ αὐτόπται τοῦ λόγου, οἱ τὸν τοῦ κόσμου γύρον ζωγρήσαντες μαθηταὶ τοῦ Σωτῆρος καὶ θεῖοι Ἀπόστολοι, ἐπὶ τῶν φρικτῶν καὶ ἀχράντων καὶ ζωοποιῶν μυστηρίων μνήμην ποιεῖσθαι τῶν πιστῶς κοιμηθέντων ἐθέσπισαν, ὃ καὶ κατέχει βεβαίως καὶ λίαν, ἀναντιρρήτως ἡ του Χριστοῦ καὶ Θεοῦ ἀπὸ περάτων μέχρι περάτων Ἀποστολικὴ καὶ Καθολικὴ Ἐκκλησία ἔκτοτε μέχρι τοῦ νῦν καὶ τῆς τοῦ κόσμου λήξεως ἄχρι, οὐκ ἀλογίστως πάντως, οὐδὲ ματαίως, οὐδὲ εἴκῃ καὶ ὡς ἔτυχε, τοῦτο θεσπίσαντες. Οὐδὲν γὰρ ἀνόνητον ἡ τῶν Χριστιανῶν ἀπλανὴς θρησκεία παρείληφε καὶ εἰς αἰῶνα κατέσχεν ἀπαρασάλευτον, ἀλλὰ πάντα ἐπωφελῆ καὶ θεάρεστα καὶ λίαν ὀνησιφόρα, καὶ σωτηρίας μεγίστης πρόξενα». «Μετὰ δὲ τοῦτον αὖθις ὁ τῆς θεολογίας ἐπώνυμος θεορρήμων Γρηγόριος ἐν τῷ εἰς Καισάριον τὸν ἀδελφὸν ἐπιταφίῳ λόγῳ, περὶ τῆς ἰδίας μητρός, «Ἠκούσθη, φησί, κήρυγμα πάσης ἀκοῆς ἄξιον, καὶ μητρὸς πάθος κενοῦται δι᾿ ὑποσχέσεως καλῆς καὶ ὁσίας δοῦναι τὰ πάντα τῷ παιδὶ τὸν ἐκείνου πλοῦτον ὑπὲρ ἐκείνου δῶρον ἐπιτάφιον,» καὶ μεθ ἕτερα, «τὰ μὲν οὖν παρ᾿ ἡμῶν τοιαῦτα, καὶ τὰ μὲν ἀποδεδώκαμεν, τὰ δὲ δώσομεν τὰς δι᾿ ἔτους προςφέροντες τιμάς τε καὶ μνήμας, οἶγε τῷ βίῳ περιλειπόμενοι.» Ὁρᾷς πῶς βεβαιοῖ καὶ καλὰς καὶ ὁσίας καλεῖ τὰς ὑπὲρ τῶν κατηχομένων τῷ Θεῷ προσαγωγὰς καὶ τὰς ἐτησίας μνήμας, εἰσδέχεται; Εἶτα μετ᾿ αὐτὸν ὁ Χρυσορρήμων ὄντως καὶ χρυσεπώνυμος Ἰωάννης, ὁ τῆς πτωχείας καὶ τῆς μετανοίας ὁδηγὸς καὶ διδάσκαλος ἐν τῇ πρὸς Φιλιππησίους αὐτοῦ καὶ Γαλάτας θεοφεγγεῖ ἑρμηνείᾳ. «Εἰ γὰρ οἱ Ἕλληνες, φησί, συγκατακαίουσι τοῖς ἀπελθοῦσι τὰ ἑαυτῶν, πόσῳ γε μᾶλλον σὲ τὸν πιστὸν συμπαραπέμψαι δεῖ τῷ πιστῷ τὰ οἰκεῖα, οὐχ ἵνα τέφρα γένωνται, καθὰ ἐκεῖνα καὶ ταῦτα, ἀλλ᾿ ἵνα μείζονα τοῦτο περιβάλης τὴν δόξαν, καὶ εἰ μὲν ἁμαρτωλὸς ὁ τεθνηκὼς ᾗ, ἵνα τὰ ἁμαρτήματα λύσῃ, εἰ δὲ δίκαιος, ἵνα προσθήκη γένηται μισθοῦ καὶ ἀνταποδόσεως,» καὶ πάλιν ἐν ἑτέρῳ λόγῳ, «Ἐπινοήσωμεν, φησί, τοῖς ἀπελθοῦσιν ὠφέλειαν, δῶμεν αὐτοῖς τὴν προσιούσαν βοήθειαν, ἐλεημοσύνας, λέγω, καὶ προσφοράς, καὶ φέρει τούτοις πολλὴν τὸ πρᾶγμα τὴν ὄνησιν, καὶ μέγα τὸ κέρδος καὶ τὴν ὠφέλειαν, οὐ γὰρ εἴκῃ καὶ ὡς ἔτυχε ταῦτα νενομοθέτηται, καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ ὑπὸ τῶν αὐτοῦ πανσόφων μαθητῶν παραδέδοται, φημὶ δὴ τὸ ἐπὶ τῶν φρικτῶν μυστηρίων εὐχὴν πιεῖσθαι τὸν ἱερέα ὑπὲρ τῶν ἐν πίστει κεκοιμημένων, εἰ μὴ ἴσασιν αὐτοῖς πολὺ τὸ κέρδος ἐκ τούτου καὶ πολλὴν τὴν ὠφέλειαν.»

Εἶτα σὺν τούτοις ὁ πάνσοφος αὖθις Νυσσαέων Γρηγόριος οὕτω φησίν, «οὐδὲν ἀλογίστως οὐδὲ ἀκερδῶς ὑπὸ τῶν τοῦ Χριστοῦ κηρύκων καὶ μαθητῶν παραδέδοται καὶ ἐν τῇ τοῦ Θεοῦ πανταχοῦ ἐκκλησίᾳ διακεκράτηται, ἀλλὰ τὸ πρᾶγμα ἐπωφελὲς καὶ θεάρεστον, τὸ μνήμην δηλονότι ποιεῖν ἐπὶ τῆς θείας καὶ παμφαοὺς μυσταγωγίας τῶν ἐν ὀρθῇ πίστει κεκοιμημμένων. Τὸ γὰρ εἰπεῖν ὅτι, σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, καὶ θερίσει πᾶς τις, ὃ ἔσπειρε, καὶ τὰ τούτων ἀκόλουθα, περὶ παρουσίας πάντως τοῦ κτίστου καὶ τῆς τότε φρίκης ἀποφάσεως εἴρηται καὶ τῆς τοῦ κόσμου τοῦδε συμπερατώσεως. Τότε γὰρ ὅλως βοήθειας οὐκ ἐστὶ καιρός, ἀλλὰ πᾶσα παράκλησις ἄπρακτος τῆς πανηγύρεως γὰρ διαλυθείσης, οὐκ ἐστὶ πραγματείας ἐμπόρευμα, ποῦ γὰρ οἱ πένητες τότε; ποῦ λειτουργίαι; ποῦ ψαλμωδίαι; ποῦ εὐποιίαι; Διὸ πρὸ τῆς ὥρας ἐκείνης, ἀλλήλοις ἐπικουρήσωμεν, καὶ τῷ φιλαδέλφῳ καὶ φιλανθρώπῳ καὶ φιλοψύχῳ Θεῷ, τὰ τῆς φιλαδελφείας προσείσωμεν. Δέχεται γὰρ εὖ μάλα καὶ τοῖς ἀσυμφθάστως καί, οἷον εἰπεῖν, ἀνετοίμως ἐκδημήσασι, τὰς ὑπὸ τῶν οἰκείων τούτοις προσφερομένας τῶν ὑστερημάτων ἀναπληρώσεις, καὶ εἰς ἔργον τούτοις καὶ πρᾶξιν λογίζεται. Θέλει γὰρ οὕτως ὁ φιλάνθρωπος Κύριος αἰτεῖσθαι, καὶ νέμειν τὰ τῶν ἰδίων κτισμάτων πρὸς σωτηρίαν αἰτούμενα, καὶ τότε μᾶλλον αὐτοῖς ὁλικῶς ἐπικάμπτεται, οὐχ ὅταν τις μόνον ὑπὲρ ἰδίας ψυχῆς ἀγωνίζεται, ἀλλ᾿ ὅταν καὶ ὑπὲρ τοῦ πέλας τοῦτο ἐργάζεται, ἐντεῦθεν γὰρ ἐπὶ τὸ θεομίμητον ἐκτυποῦται, καὶ τὰς ἑτέρων δωρεὰς ὡς οἰκείας ἐξαίτει χάριτας, καὶ τῆς τελείας ἀγάπης τὸν ὅρον ἐμπερικλείει, καὶ τὸν μακαρισμὸν ἐκ τούτου πορίζεται καὶ τὴν ἰδίαν σὺν τῇ τοῦ πέλας εὐεργετεῖ ψυχὴν ὅτι μάλιστα. Τί δὲ καὶ δυσαχθὲς τὸ πρᾶγμα νενόμισται; Μὴ ὅτι τὴν Φαλκονίλλαν ἡ πρωτομάρτυς οὐκ ἔσωσε μετὰ θάνατον; ἀλλ᾿ ἴσως ἐρεῖς ὅτι αὕτη κατ᾿ ἀξίαν ἐπεὶ πρωτομάρτυς καὶ ταύτης δέον εἰσακουσθῆναι τὴν δέησιν, ἐγὼ δὲ πρὸς τοῦτό φημι, καλῶς ἡ πρωτομάρτυς ἐκεῖ, σκόπει ὑπὲρ τίνος ἡ αἴτησις, ὅτι περ ὑπὲρ Ἑλληνίδος εἰδωλολάτριδος τε, καὶ πάμπαν ἀνιέρου καὶ ἀλλοτρίας Κυρίου ἐργάτιδος, ἐνταῦθα δὲ πιστὸς ὑπὲρ πιστοῦ πρὸς τὸν αὐτὸν Δεσπότην, θὲς τοίνυν καὶ ἐκ θατέρου εἰς θάτερον, ὡς ἂν τὸ πρᾶγμα ἐξισωθήσεται, καὶ τὸ διστάζον οὐκ ὑπολειφθήσεται». Δέδεικται τοίνυν τῇ τοῦ Χριστοῦ συνεργείᾳ ὅτι περ γέγονε καὶ ἐν τῷ ᾅδη ἐξομολόγησις. Ταύτα δέ φαμεν, οὐχὶ τὴν προφητείαν ἀvαιροῦντες, μὴ γένοιτο, ἀλλὰ δεῖξαι βουλόμενοι τὸν ὑπεράγαθον Κύριoν ὑπὸ τῆς οἰκείας φιλανθρωπίας νικώμενον, ὥσπερ καὶ τό, τῇ Νινευΐ, καταστραφήσετε, καὶ αὕτη οὐ κατέστραπται, ἀλλὰ νενίκηκε τὴν κρίσιν ἡ ἀγαθότης. Καὶ ἐν τῷ Ἐζεκίᾳ, τάξαι, φησὶ περὶ τοῦ οἴκου σου, ἀποθνῄσκεις γὰρ σὺ καὶ οὐ ζήση, καὶ αὐτὸς οὐκ ἀπέθανε. Καὶ ἐν τῷ Ἀχαάβ, ἐπάξω, φησί, κακά, καὶ οὐκ ἐπήγαγεν, ἀλλ᾿ εἶπεν, ἴδε πῶς κατενύγη Ἀχαάβ, διὸ οὐκ ἐπάξω ἐν ταῖς ἡμέραις αὐτοῦ κακὰ ἀλλὰ καὶ πάλιν τὴν ἀπόφασιν ἡ ἀγαθότης ὑπερενίκησεν, ὡς καὶ ἐν ἄλλοις πλείστοις κρίμασι, καὶ εἰς ἀεὶ νικήσει μέχρι τῆς ἐσχάτης ἀνταποδόσεως, ὅταν ἡ λῆξις τῆς πανηγύρεως ἥξει καὶ βοηθείας οὐκ ἔσται καιρός, ἀλλ᾿ ἄνθρωπος καὶ τὸ φορτίον αὐτοῦ νῦν δὲ καὶ καιρὸς πραγματείας, καιρὸς συναλλάγματος, καιρὸς κόπου, δρόμου καὶ μόχθου, καὶ μακάριος ὁ μὴ ὀκλάσας μήτε χαυνωθεὶς τῇ ἐλπίδι, μακαριώτερος δέ, ὁ καὶ ὑπὲρ ἑαυτοῦ καὶ ὑπὲρ τοῦ πλησίον ἀγωνισάμενος. Τοῦτο γὰρ μᾶλλον καὶ τέρπει, καὶ κατευφραίνει τὸν φιλοικτίρμονα Κύριον, τὸ σπεύδειν ἕκαστον εἰς τὴν τοῦ πέλας βοήθειαν, τοῦτο καὶ θέλει ὁ ἐλεήμων καὶ βούλεται, ἵνα ὑπ᾿ ἀλλήλων οἱ πάντες εὐεργετώμεθα, καὶ ζῶντες καὶ μετὰ θάνατον, οὐ γὰρ ἂν ἡμῖν ἀφορμὴν ἐδεδώκει, τὸ μνήμην ἐπὶ τῆς ἀναιμάκτου θυσίας ποιεῖσθαι τῶν προλαβόντων καὶ πάλιν τρίτα καὶ ἔνατα καὶ τεσσαράκοντα καὶ τὰς ἐτησίους μνήμας καὶ τελετάς, ἅτινα πάσης ἀντιρρήσεως ἄνευ ἡ καθολικὴ αὐτοῦ καὶ Ἀποστολικὴ Ἐκκλησία, καὶ ὁ ταύτης θεοσύλλεκτος καὶ πανευσεβὴς λαὸς ἀπαρασάλευτα κατέχει καὶ ἀδιάβλητα, εἰ μὴ τοῦτο εὐθὲς ἣν ἐν ὀφθαλμοῖς αὐτοῦ. Πάντως γὰρ εἰ χλεύη τὸ πρᾶγμα ἦν καὶ ἀκερδὲς καὶ ἀνόνητον, πολλῶν γεγονότων θεοφόρων ἁγίων πατριαρχῶν, πατέρων καὶ διδασκάλων, ἐνέσκηψεν ἂν τούτων ἑνὶ καταπαῦσαι τὴν πλάνην, ἀλλ᾿ οὐδεὶς τούτων ἀνατρέψαι τοῦτο πότε δεδοκίμακε, μᾶλλον μὲν οὖν καὶ κεκύρωκε καὶ ὁσημέραι τὸ πρᾶγμα ἐπαύξεται καὶ προστίθεται, προσθήκην ἐπὶ προσθήκη δεχόμενον. Καὶ αὖθις ὁ Ἰωάννης ὁ Χρυσόστομος. «Οὐκ εἴκῃ ταῦτα ἐνομοθετήθη ὑπὸ τῶν Ἀποστόλων, τὸ ἐπὶ τῶν φρικτῶν μυστηρίων μνήμην γίνεσθαι τῶν ἀπελθόντων. Ἴσασιν αὐτοῖς πολὺ κέρδος γινόμενον, πολλὴν τὴν ὠφέλειαν. Ὅταν γὰρ ἑστήκη λαὸς ὁλόκληρος χεῖρας ἀνατείνοντες, πλήρωμα ἱερατικόν, καὶ πρόκειται ἡ φρικτὴ θυσία, πῶς οὐ δυσωπήσωμεν ὑπὲρ τούτων τὸν Θεὸν παρακαλοῦντες; ἀλλὰ τοῦτο μὲν περὶ τῶν ἐν Πίστει παρελθόντων, οἱ δὲ κατηχούμενοι οὐδὲ ταύτης καταξιοῦνται τῆς παραμυθίας, ἀλλ᾿ ἀπεστέρηνται πάσης τῆς τοιαύτης βοηθείας, πλὴν μιᾶς τίνος, ποίας δὴ ταύτης; ἔνεστι πένησιν ὑπὲρ αὐτῶν (τῶν κατηχουμένων) διδόναι, ποιεῖν τίνα αὐτοῖς παραψυχὴν τὸ πρᾶγμα, καὶ γὰρ παρ᾿ ἀλλήλων ἡμᾶς ὠφελεῖσθαι βούλεται ὁ Θεός, διατί γὰρ ὑπὲρ εἰρήνης καὶ εὐσταθίας τοῦ κόσμου ἐκέλευσεν εὔχεσθαι; διατὶ περὶ πάντων ἀνθρώπων; καίτοι γε ἐνταῦθα ἐν πᾶσιν εἶσι καὶ λῃσταὶ καὶ τυμβωρύχοι καὶ κλέπται, καὶ μυρίων κακῶν γέμοντες, ἀλλ᾿ ὅμως ὑπὲρ πάντων εὐχόμεθα, ἴσως γὰρ ἔσται τὶς αὐτῶν ἐπιστροφή, ὥσπερ οὖν ὑπὲρ τῶν ζώντων εὐχόμεθα τῶν οὐδὲν διαλλαττόντων τῶν νεκρῶν, οὕτως ἔνεστι καὶ ὑπὲρ ἐκείνων εὔχεσθαι. Ὁ Ἰὼβ ὑπὲρ τῶν παίδων αὐτοῦ ἐποίει θυσίας, καὶ ἀπήλλαττεν αὐτοὺς τῶν ἁμαρτημάτων, μήποτε ἐνενόησαν, φησί, τὶ ἐν τῇ καρδίᾳ αὐτῶν». (Χρυσόστομος Τόμ ΙΑ. Σελ. 217). Καὶ αὖθις, «Κλαίωμεν οὖν τούτους (τοὺς ἐν ἁμαρτίαις ἀποθανόντας), βοηθῶμεν αὐτοῖς κατὰ δύναμιν, ἐπινοήσωμεν αὐτοῖς τίνα βοήθειαν, μικρὰν μέν, βοηθεῖν δὲ ὅμως δυναμένην. Πῶς καὶ τίνι τρόπῳ; Αὐτοί τε εὐχόμενοι καὶ ἑτέρους παρακαλοῦντες εὐχὰς ὑπὲρ αὐτῶν ποιεῖσθαι, πένησιν ὑπὲρ αὐτῶν διδόντες συνεχῶς. Ἔχει τινὰ τὸ πρᾶγμα ὠφέλειαν» (αὐτόθι). Καὶ αὖθις, «Ἐστὶ γάρ ἐστιν, ἐὰν θέλωμεν, κούφην αὐτῷ γενέσθαι τὴν κόλασιν. Ἂν οὖν εὐχὰς ὑπὲρ αὐτοῦ ποιῶμεν συνεχεῖς, ἐὰν ἐλεημοσύνην διδῶμεν, κἂν ἐκεῖνος ἀνάξιος, ἡμᾶς ὁ Θεὸς δυσωπηθήσεται... Περίστησον χήρας... εἰπὲ τοὔνομα. Πᾶσας κέλευσον ὑπὲρ αὐτοῦ ποιεῖσθαι τὰς δεήσεις καὶ τὰς ἱκετηρίας... Οὐκ εἴκῃ προσφοραὶ γίνονται ὑπὲρ τῶν ἐπελθόντων, οὐκ εἴκῃ ἱκετηρίας, οὐκ εἴκῃ ἐλεημοσύναι». (Τομ. ΙΑ. Σελ 174, 175, 217). Καὶ ἐν ὁμιλίᾳ 41η. «Εἰ δὲ καὶ ἁμαρτωλὸς ἀπεῖλθε, καὶ διὰ τοῦτο δὲ χαίρειν, ὅτι ἐνεκόπη τὰ ἁμαρτήματα, καὶ οὐ προσέθηκε τῇ κακίᾳ, καὶ βοηθεῖν, ὡς οἷόν τε ἡ, οὐ δάκρυσιν, ἀλλ᾿ εὐχαῖς καὶ ἱκετηρίαις καὶ ἐλεημοσύναις καὶ προσφοραῖς. Οὐ γὰρ ἁπλῶς ταῦτα ἐπινενόηται, οὐδὲ εἴκῃ μνήμην ποιούμεθα τῶν ἀπελθόντων ἐπὶ τῶν θείων μυστηρίων, καὶ ὑπὲρ αὐτῶν πρόσιμεν, δεόμενοι τοῦ ἀμνοῦ τοῦ κειμένου, τοῦ λαβόντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀλλ᾿ ἵνα τις αὐτοῖς ἐντεῦθεν γένηται παραμυθία. Οὐδὲ μάτην ὁ παρεστὼς τῷ θυσιαστηρίῳ τῶν φρικτῶν μυστηρίων τελουμένων βοᾷ ὑπὲρ πάντων τῶν ἐν Χριστῷ κεκοιμημένων καὶ τῶν τὰς μνείας ὑπὲρ αὐτῶν ἐπιτελούντων. Εἰ γὰρ μὴ ὑπὲρ αὐτῶν αἱ μνεῖαι ἐγένοντο, οὐδ᾿ ἂν ταῦτα ἐλέχθη. Οὐ γάρ ἐστι σκηνὴ τὰ ἡμέτερα, μὴ γένοιτο! Πνεύματος γὰρ διατάξει ταῦτα γίνεται». «Βοηθῶμεν τοίνυν αὐτοῖς, καὶ μνείαν αὐτῶν ἐπιτελῶμεν. Εἰ γὰρ τοὺς παῖδας τοῦ Ἰὼβ ἐκάθαιρεν ἡ του Πατρὸς θυσία, τί ἀμφιβάλλεις, εἰ καὶ ἡμῶν ὑπὲρ τῶν ἀπελθόντων προσφερόντων γίνεταί τις αὐτοῖς παραμυθία; Εἴωθε γὰρ ὁ Θεὸς καὶ ἑτέροις ὑπὲρ ἑτέρων χαρίζεσθαι, καὶ τοῦτο ἐδείκνυ ὁ Παῦλος λέγων, «Ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ὑμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν». Μὴ δὴ ἀποκάμωμεν τοῖς ἀπελθοῦσι βοηθοῦντες, καὶ προσφέροντες ὑπὲρ αὐτῶν καὶ ἀξιοῦντες εὐχὰς ὑπὲρ αὐτῶν τελεῖσθαι. Καὶ γὰρ τὸ κοινὸν τῆς οἰκουμένης κεῖται καθάρσιον. Διὰ τοῦτο θαῤῥοῦντες ὑπὲρ τῆς Οἰκουμένης δεόμεθα τότε καὶ μετὰ Μαρτύρων αὐτοὺς καλοῦμεν, μετὰ Ὁμολογητῶν, μετὰ Ἱερέων. Καὶ γὰρ ἐν σῶμᾳ ἐσμεν πάντες, κἂν λαμπρότερα μέλη μελῶν, καὶ δυνατὸν πάντοθεν συγγνώμην αὐτοῖς συναγαγεῖν, ἀπὸ τῶν εὐχῶν, ἀπὸ τῶν ὑπὲρ αὐτῶν δώρων, ἀπὸ τῶν μετ᾿ αὐτῶν καλουμένων. Τὶ τοίνυν ἀλγεῖς, τὶ θρηνεῖς, ὁπότε τοιαύτην δυνατὸν συγγνώμην συναγαγεῖν τῷ ἀπελθόντι; Χρυσοστόμ. Τομ. Β´ ὁμιλ. 41η Σελ. 525-526). Συμεὼν ὁ Θεσσαλονίκης ἀπαντῶν εἰς τὴν ἐρώτησιν «τὰς ἐξερχομένας ψυχὰς ἕνας Ἄγγελος λαμβάνει ἢ πολλοί, καὶ ἂν ἐλεύθεροι ἀπέρχονται, καὶ ποῦ πορεύονται»; λέγει, «Λαμβάνεται δὲ ὑπ᾿ Ἀγγέλων αὐλῶν ἡ ψυχή, ἄϋλος οὖσα κατὰ λόγων ὀρθὸν καὶ πρεπόντως, μᾶλλον δὲ κατὰ φύσιν, συγγενῶς δὲ πρὸς τὰ ἄϋλα καὶ οἰκείως οἱ Ἄγγελοι ἔχουσιν.» Αἱ ψυχαὶ δὲ πηγαίνουσιν, ὡς παρὰ τῶν Ἁγίων ἐμάθομεν, εἰς τόπους ἀξίους τῆς ζωῆς καὶ πολιτείας αὐτῶν, καὶ αἱ μὲν πορεύονται εἰς τὸν οὐρανόν, ὅσαι δηλαδὴ καὶ ζῶσαι τὸ πολίτευμα ἐν τοῖς οὐρανοῖς, ἥγουν ἔζων ἐναρέτως, καὶ θεαρέστως, αἱ ὁποῖαι καὶ μετὰ τοῦ σώματος οὖσαι ἐφέρθησαν εἰς τοὺς Οὐρανούς, καθὼς ὁ Παῦλος ἀρπαχθεὶς ἐκεῖσε, εἰς τοὺς Οὐρανούς, διδάσκει μὲ τὸ νὰ ἐπεθύμει νὰ ἀναλυθῇ ἀπὸ τὴν ζωήν, διὰ νὰ εἶναι μαζὺ μὲ τὸν Χριστόν, καὶ διὰ νὰ πληρωθῇ τὸ ῥητὸν τὸ λέγον «ὅπου εἰμὶ ἐγώ, καὶ αὐτοὶ ὦσι μετ᾿ ἐμοῦ» τὸ ὁποῖον εἶπεν ὁ Κύριος, ἄλλαι δὲ ψυχαὶ εἰς τὸν Παράδεισον εἶναι κατὰ τὸ ῥητὸν «σήμερον μετ᾿ ἐμοῦ ἔσει ἐν τῷ παραδείσῳ» ὥστε πρέπει νὰ πιστεύσωμεν, ὅτι ἐκεῖ εἶναι καὶ ὅλαι αἱ ψυχαὶ ἐκείνων, οἱ ὁποῖοι ἐν μετανοίᾳ ἀπέθανον καθὼς καὶ ἡ τοῦ εὐγνώμονος ἐκείνου λῃστοῦ ψυχή.

Καὶ δικαίως τοῦτο ὅτι, ὅσοι ἐμιμήθησαν διόλου τὸν Χριστὸν εἰς τὴν ζωὴν των, πρέπει νὰ συνευρίσκωνται μὲ αὐτὸν τὸν Χριστόν, ὅστις εἰς τοὺς Οὐρανοὺς ἀνελήφθη, ὅσοι δὲ μετενόησαν καθὼς ὁ λῃστὴς καὶ εἶναι εἰς τὸν παράδεισον, ἐπειδὴ ὁ Χριστὸς καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἤνοιξεν. «Ἀναλόγως δέ, ἤγουν ἁρμοδίως, εἰς τὴν ζωὴν κάθε ψυχὴ δέχεται καὶ τὴν παρηγορίαν ἀπὸ τὸν Θεόν, ὅλαι δὲ εἶναι ἀτελεῖς κατὰ τὴν ἀπόλαυσιν, ἕως ἔλθῃ ὁ Κύριος, καθὼς διδασκόμεθα, «ἵνα μὴ χωρὶς τελειωθῶσι, καθὼς λέγει ὁ Παῦλος, «καὶ οὗτοι πάντες τελειωθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν». Αἱ δὲ τῶν Ἁμαρτωλῶν καὶ τῶν ἀπίστων ψυχαὶ ὁμοίως πρέπει νὰ πιστεύωμεν ὅτι εἰς τὸν ᾅδην εἶναι εἰς τόπους σκοτεινοὺς καὶ θλιβερούς, καθὼς καὶ αἱ τῶν ἁγίων ἐν τῷ Οὐρανῷ, καὶ κατ᾿ ἀναλογίαν τῶν ἁμαρτιώντων, καὶ τῆς ἀπιστίας τῶν ὑπὸ τῶν δαιμόνων ἐξουσιάζονται καὶ τυραννούμενοι καταθλίβονται, δὲν παρεδόθησαν ὅμως ἀκόμη εἰς τὴν τελείαν κόλασιν, ἐπειδὴ ἀκόμη δὲν ἡνώθησαν μὲ τὰ σώματά των, μὲ τὰ ὁποῖα καὶ ἐξήμαρτον, οὐδὲ ὁ Κύριος ἀκόμη ἦλθεν ἐξ οὐρανοῦ, ὁ ὁποῖος θέλει κρίνει ὅλους, καὶ θέλει ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ἀλλὰ μήτε κόλασις εἶναι προτέρα, εἰς τὴν ὁποίαν αἱ ἁμαρτωλαὶ ψυχαὶ ἐμβαλλόμεναι καὶ τιμωρούμεναι κατὰ τὸ μέτρον τῆς κακίας των θέλουν ἐλευθερωθῇ ποτε ἀπὸ τὴν τιμωρίαν, καθώς τινες δοξάζουσιν. Εἶδε καὶ ὁ θεῖος Γρηγόριος ὁ Διάλογος λέγει, ὅτι αἱ ψυχαὶ εἰς τὴν φλόγα τιμωροῦνται, νοητῶς τοῦτο λέγει, καὶ ὅτι εἶναι ὡς δέσμιοι αἱ ψυχαὶ αἱ ἁμαρτωλαὶ εἰς κάποιον τόπον, ὡς καταδεδικασμέναι καὶ θλιβόμεναι, καὶ ὅτι μὲ τὸ πῦρ τῆς συνειδήσεως φλέγονται, καὶ ὅτι χάριν Θεοῦ δὲν ἔχουσι, καὶ ὅτι ὑπὸ δαιμόνων καταθλίβονται, καὶ ὑπὸ δαιμόνων ὀδύνωνται καὶ ταλαιπωροῦνται τιμωρούμεναι τῷ συνειδότει, καθὼς καὶ ὁ Χρυσοῤῥήμων λέγει ἐν τῇ Ἑρμηνείᾳ τῶν πράξεων, «καὶ τὸ μὴ παρακαλεῖσθαι καὶ ἀπεκδέχεσθαι τὴν τελευταίαν ἐκείνην κόλασιν», ὅλα ταῦτα ὡς νοητῶς λεγόμενα πρέπει νὰ τὰ ἐκλάβωμεν, ἐὰν λοιπὸν καὶ μερικοὶ ἡμάρτησαν μετρίως, φθάνει μόνον νὰ ἐξῆλθον μὲ μετάνοιαν ἀπὸ τὴν ζωήν, καὶ διὰ μέσου τῆς Ἱερωτάτης θυσίας, καὶ τῶν εὐεργεσιῶν καὶ ἐλεῶν καὶ λοιπῶν ἄλλων εἰμποροῦν νὰ ἐπιτύχουν ἐλευθερίαν καὶ προτοῦ νὰ ἔλθῃ ὁ κριτής. Τοῦτο καὶ ἡ Ἐκκλησία δεχομένη κάμνει τὰς προσευχὰς καὶ θυσίας διὰ τοὺς κεκοιμημένους, καὶ πολλοὶ τοῦτο μαρτυροῦσι καὶ μάλιστα οἱ λυόμενοι καὶ μετὰ θάνατον ἀπὸ τὸν δεσμὸν τῆς τιμωρίας τοῦ ἀφορισμοῦ, ὡσὰν ὅπου βλέπομεν διὰ τῶν δεήσεων λύονται τὰ σώματά των. «Ὅθεν διὰ τοῦτο τὴν μὲν φλόγα τοῦ πλουσίου ἐκείνου τοῦ Εὐαγγελίου ἂς τὴν ἐννοήσωμεν διὰ τὴν τιμωρίαν τῆς συνειδήσεως καὶ τὴν στέρησιν τῆς χάριτος τοῦ Θεοῦ, τὸ δὲ ὅτι ἔβλεπεν ἀπὸ μακρὰν τὸν Ἀβραὰμ τὸν μακρυσμόν του ἀπὸ τὸν Θεόν, σημαίνει καὶ τὴν τιμωρίαν καὶ θλῖψιν, ὅπου πάσχει ἀπὸ τοὺς δαίμονας, δὲν παρεδόθη ὅμως ἀκόμη εἰς τὴν τελείαν κόλασιν. Ἐπειδὴ εἶπεν ὁ Κύριος ὅτι εἶναι ἐν τῇ γεένῃ ὁ πλούσιος, πρέπει καὶ νὰ πιστεύσωμεν ὅτι εἶναι καὶ εἰς τὴν κόλασιν, καὶ ὅτι εἶναι εἰς τὰς ψυχὰς τῶν ἁμαρτωλῶν κόλασις αἰώνιος καὶ ἀῤῥαβὼν τῆς μελλούσης κολάσεως, πλὴν ἀπὸ ὅσον ἐμποροῦμεν νὰ ἐννοήσωμεν ἀπὸ τὰς γραφὰς μὲ τὸ νὰ μὴ εἶναι ἀκόμη ὁ διάβολος μὲ τοὺς δαίμονας ὑποκάτω ἀπὸ τὰ δεσμά, καὶ εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον εἰς αὐτούς, ἀλλ᾿ ἀκόμη ἐνεργοῦσι τὴν κακίαν των εἰς τὸν κόσμον, καὶ μὲ τὸ νὰ μὴν ἔγεινεν ἀκόμη τελεία ἀπόφασις, τὸ «πορεύεσθαι ἀπ᾿ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον». «Ἀπὸ αὐτὰ λοιπὸν πρέπει νὰ συμπεράνωμεν ὅτι αἱ ψυχαὶ τῶν ἁμαρτωλῶν δὲν παραδίδονται τώρα εἰς τὴν τελείαν κόλασιν, καὶ θέλει εἶναι ὄχι ὅμως εἰς τὴν τελείαν, καὶ μήτε δι᾿ αὐτὴν τὴν κατὰ μέρος κόλασιν θέλει ἐλευθερωθῇ ἀπὸ τὴν τελείαν, καθὼς οἱ Λατῖνοι διὰ τὸ πουργατόριον φρονοῦσι, καὶ δῆλον τοῦτο ἀπὸ τὸ ἀκόλουθον. Λέγων ὁ Ἀβραὰμ ὅτι εἶναι χάσμα μέγα ἀνάμεσον τῶν ἁμαρτωλῶν καὶ τῶν δικαίων, τὸ ἀδύνατον παρασταίνει τῆς ἑνώσεως, καὶ ὅτι δὲν δύναται νὰ ὑποστρέψει πλέον εἰς τοὺς ζῶντας, καὶ σωθῇ διὰ τῆς μετανοίας, ἐπειδὴ ἡ ἐν τῷ ᾅδῃ μετάνοια δὲν σῴζει, ἀλλά, καθὼς δοξάζομεν ὅτι ἀκόμη δὲν εὑρίσκουσι τελείαν δοκιμὴν κολάσεως, ἕως οὐ φθάσῃ εἰς καθένα τὸ τέλος καὶ ἔλθῃ πάλιν ὁ Κύριος, θέλει δὲ εἶναι ὑπὸ δεσμὸν καὶ ὀδύνην τὸ ἄϋλον πνεῦμα εἰς τὴν γέεναν κατὰ λόγον πρέποντα, καὶ τὸ μανθάνομεν ἀπὸ τὰς ἁγίας γραφάς, πλὴν καὶ ἐξ ὅσων συμβαίνουν ἐδῶ εἰς ἡμᾶς, δύναται ἕκαστος νὰ γνωρίσῃ καὶ στοχασθῇ διὰ τὰ μέλλοντα.


λβ´. Μαρτυρίαι ἐκ τῶν θείων λειτουργιῶν
Ἐν τῇ Ἁγίᾳ Λειτουργίᾳ τοῦ Ἀποστόλου Μάρκου φέρεται ἡ ἑξῆς ὑπὲρ τῶν κεκοιμημένων εὐχή. «Καὶ τούτων (ὑπὲρ ὧν προσεκόμισε καὶ ἐδεήθη) καὶ πάντων τὰς ψυχὰς ἀνάπαυσον, Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, ἐν ταῖς τῶν ἁγίων Σου σκηναῖς, ἐν τῇ βασιλείᾳ Σου, χαριζόμενος αὐτοῖς καὶ τὰς ἐπαγγελίας Σου, ἀνεκλάλητα ἀγαθά, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασας, ὁ Θεός, τοῖς ἀγαπῶσι τὸ ὄνομα Σου τὸ ἅγιον. Αὐτὸς μὲν οὖν τὰς ψυχὰς ἀνάπαυσον, Κύριε, καὶ βασιλείας Οὐρανῶν ἀξίωσον,» καὶ ἐν ἑτέρῳ, «καὶ ἐν τῇ σήμερον τὴν ὑπόμνησιν ποιούμεθα.» Ἐν δὲ τῇ Ἁγίᾳ λειτουργίᾳ τοῦ Ἁγίου Ἰακώβου τοῦ Ἀδελφοθέου, ἐν τῷ δευτέρῳ διπτύχῳ μετὰ τὴν ἀνάμνησιν τῶν Ἀποστόλων, Προφητῶν, καὶ λοιπῶν Ἁγίων, φέρεται. Μνήσθητι Κύριε ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ὧν ἐμνήσθημεν καὶ ὧν οὐκ ἐμνήσθημεν Ὀρθοδόξων, ἐκεῖ αὐτοὺς ἀνάπαυσον, ἐν χώρᾳ ζώντων ἐν τῇ βασιλείᾳ Σου, ἐν τῇ τρυφῇ τοῦ Παραδείσου, ἐν τοῖς κόλποις Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, τῶν Πατέρων ἡμῶν, ἔνθα ἀπέδρα ὀδύνη καὶ στεναγμός, ἔνθα ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου Σου καὶ καταλάμπει διὰ πάντως... Δὸς γενέσθαι τὴν προσφορὰν ἡμῶν εὐπρόσδεκτον, ἡγιασμένην ἐν πνεύματι ἁγίῳ, εἰς ἐξιλασμὸν τῶν ἡμετέρων πλημμελημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, καὶ εἰς ἀνάπαυσιν τῶν προκεκοιμημένων ψυχῶν». Ἐπίσης καὶ ἐν τῇ θείᾳ λειτουργίᾳ τοῦ Κλήμεντος (Μαθητοῦ τοῦ Ἀποστόλου Πέτρου) Πάπα Ῥώμης ἀναγινώσκομεν. «Ἔτι δεόμεθά Σου, Κύριε, καὶ ὑπὲρ τῆς ἁγίας Σου Ἐκκλησίας τῆς ἀπὸ περάτων ἕως περάτων... ἔτι προσφέρομεν Σοι καὶ ὑπὲρ πάντων τῶν ἀπ᾿ αἰώνως Σοι εὐαρεστησάντων Ἁγίων, Πατριαρχῶν, Προφητῶν, Δικαίων, Ἀποστόλων, Μαρτύρων, Ὁμολογητῶν, Ἐπισκόπων, Πρεσβυτέρων, Διακόνων, Ὑποδιακόνων, Ἀναγνωστῶν, Ψαλτῶν, Παρθένων, λαϊκῶν, καὶ πάντων, ὧν αὐτὸς ἐπίστασαι τὰ ὀνόματα.», (ὁ δὲ Διάκονος παρακελεύεται τὸν λαόν, ὅπως συνδεηθῇ «ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων»). Ἐπίσης καὶ ἐν ταῖς θείαις λειτουργίαις τοῦ Ἁγίου Βασιλείου καὶ τοῦ Ἁγίου Ἰωάννου μνεία γίνεται τῶν κεκοιμημένων, «τοῦ Ἁγίου Ἰωάννου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, καὶ πάντων Σου τῶν Ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς ὁ Θεός, καὶ μνήσθητι πάντων τῶν κεκοιμημένων ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου, καὶ ἀνάπαυσον αὐτοὺς ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου Σου». (Ἐνταῦθα ὁ Ἱερεὺς μνημονεύει ζώντων καὶ τεθνεώτων, ὧν θέλει, καὶ ὑπὲρ ὧν παράκλησιν ἔλαβεν, ὑπὲρ δὲ τῶν τεθνεώτων λέγει). Ὑπὲρ ἀναπαύσεως καὶ ἀφέσεως τῆς ψυχῆς τοῦ δούλου Σου (δεῖνος) ἐν τόπῳ φωτεινῷ, ἔνθα ἀπέδρα λύπη, καὶ στεναγμός, ἀνάπαυσον αὐτὸν ὁ Θεὸς ἡμῶν». 

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΙ ΣΑΡΑΝΤΑ ΓΥΝΑΙΚΕΣ ΜΑΡΤΥΡΕΣ

ΚΑΘΑΙΡΕΣΙΣ ΝΙΚΟΛΑΙΤΩΝ ΥΠΟ ΤΗΣ ΠΑΝΟΡΘΟΔΟΞΟΥ ΣΥΝΟΔΟΥ

ΟΙ ΡΩΣΟΙ ΤΗΣ ΔΙΑΣΠΟΡΑΣ ΠΟΤΕ ΔΕΝ ΑΠΕΔΕΧΘΗΣΑΝ ΤΗΝ ΟΜΟΛΟΓΙΑΝ ΕΚΚΛΗΣΙΟΛΟΓΙΑΝ ΜΑΣ