ΠΕΡΙ ΤΩΝ ΑΓΙΩΝ ΝΗΣΤΕΙΩΝ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΔΑΜΑΣΚΗΝΟΥ
Περὶ τῶν ἁγίων νηστειῶν - Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ
Πολλῶν καὶ ἀπείρων δωρεὼν παρὰ Θεοῦ τοῖς ἀνθρώποις δεδωρημένων, ἐξαίρετον καὶ πρῶτον τὸ τῆς φρονήσεως δῶρον καθέστηκεν.
∆ιάκρισις γάρ ἐστιν ἀγαθοῦ τε καὶ κακοῦ·
ὁ δὲ ἄριστα διελὼν, ἄριστα καὶ τὸ συμφέρον ἐξελέξατο, τὸν λόγον ἔχων τῶν αὐτῷ κατηκόων ἡνίοχον.
Ταύτης ἐστὶ τῆς φρονήσεως τόκος ὥριμος τὸ Σολομώντειον ἐκεῖνο ῥητὸν,
«Καιρὸς τῷ παντὶ πράγματι·»
τοῦτο δηλοῦντος τοῦ λόγου, ὅτι τὸ πᾶν ἐστι τὸ ἀγαθόν·
οὐκ ἐν τοῖς οὖσι γὰρ τὸ κακὸν, φυγὴ δὲ μᾶλλον τοῦ ἀγαθοῦ καὶ ἀναίρεσις.
Ὅτε τοίνυν ἕκαστον καλὸν κριθείη·
φημὶ δὴ ὀρθῷ λόγῳ·
ἀκρισία γὰρ μᾶλλον, ἤπερ κρίσις, τὸ κακῶς κεκριμένον·
καιρὸς τοῦ σιωπᾷν, ὅτε τοῦτο καλόν·
καὶ καιρὸς τοῦ λαλεῖν, ὅταν ἐρωτῷτό τις.
Πρὶν γὰρ ἐρωτηθῆναι λαλῆσαι, καὶ πρὶν ἀποσταλῆναι πορευθῆναι, μωρία τῷ λαλοῦντι καὶ βαίνοντι.
Ἡ δὲ τῶν πραγμάτων περίστασις, ὅταν ἀνάγκη λαλεῖν, καὶ τὸ μὴ λαλεῖν οὐκ ἀκίνδυνον.
Ἔστι δ' ὅτε καὶ τὸ πρέπον τοῦ δοκοῦντος καλοῦ προτιμητέον.
Ἐμοὶ μὲν οὖν πᾶς καιρὸς τοῦ σιωπᾷν·
τὸ γὰρ λαλεῖν ὑπὲρ τῆς ἐμαυτοῦ ἀπροσεξίας ἀφῄρημαι, καὶ ἄλλως κατὰ πρόσωπον σοφῶν καὶ ὑψηλῶν τὴν διάνοιαν, οἷς ἡ ἀρετὴ τὸ ἄρχειν ἐνδίκως περιεποιήσατο, πῶς ὁ πένης τὴν ἀρετὴν φθέγγοιτο;
Ταῦτα κατὰ νοῦν ἔχων, καὶ νῦν ἂν ἐσιώπησα, εἰ μὴ τὸ αἰδέσιμον τῆς σῆς, ὦ προσφιλέστατε, θεοφρουρήτου εὐκλείας πρὸς τὸ γράφειν ἐξεβιάσατο.
Πολλὴν γὰρ τὴν τῶν τιμίων ἡμῶν γραμμάτων ἔπειξιν ἰδὼν, ἔκρινα μὴ ἄλλως καὶ μάτην ὑμᾶς πρὸς τὸ λέγειν προτρέπεσθαι, εἰ μή τις ἀνάγκη πρὸς τοῦτο κατήπειγε.
Γράφω τοίνυν τῇ ἀρετῇ καὶ φιλίᾳ σου βιασθεὶς, καί μοι συγγνώτω πᾶς ὅστις οἶδε τῶν βιασαμένων τὸ ἰσχυρόν·
γράφω δὲ μηδὲν τῆς ἀληθείας, ὡς οἷόν τε προτιθεὶς, ἣν ἁπάντων προτιμητέον, καὶ τοῦ ζῇν, μεθ' ἧς τὸ ζῇν αἱρετὸν, καὶ δι' ἣν θάνατος τοῦ ζῇν αἱρετώτερος.
Γεγράφηκεν ἡ ὑμετέρα πάντιμος ἀρετὴ, ὥς τινες διεφήμισαν ἡμᾶς εἰρηκέναι ὀκτὼ τὰς τῶν νηστειῶν ἑβδομάδας ὑπάρχειν·
προὐτρέψατό τε γράφειν, εἰ οὕτως ἔχοι τὰ πράγματα·
πρὸς τοῦτό φαμεν, ὅτι τῆς ἐκκλησιαστικῆς εἰρήνης οὐδὲν ὑψηλότερον, δι' ἣν νόμος καὶ προφῆται, δι' ἣν Θεὸς ἄνθρωπος γέγονε·
τοῦτο δὴ τὸ μέγα καὶ ἀνεξιχνίαστον ὄντως μυστήριον·
ἣν ἦλθε Χριστὸς εὐαγγελίσασθαι·
ἣν αὐτὸς Χριστὸς τοῖς οἰκείοις μαθηταῖς πρὸ τοῦ πάθους, καὶ μετὰ τὴν ἐκ τοῦ πάθους ἀνάστασιν ἐδωρήσατο·
ἣν καὶ εἰς οὐρανοὺς ἀνιὼν μετὰ τῆς σαρκὸς αὐτοῦ, ὅθεν κατεληλύθει ἄσαρκος, ὡς κλῆρον τοῖς ἀποστόλοις, καὶ δι' αὐτῶν τῇ Ἐκκλησίᾳ κατέλιπεν.
Εἰρήνη δέ ἐστιν ἡ ἐν τῷ ἀγαθῷ συμφωνία.
Τὸ γὰρ κακῶς συμφωνοῦν, στασιάζειν μᾶλλον ἢ εἰρηνεύειν λεχθήσεται·
κἀμοὶ τοίνυν τῷ ἐλαχίστῳ σκοπὸς ἦν προηγουμένως τὰ τῆς εἰρήνης βραβεύειν, καὶ ὅσα πρὸς τοῦτο φέρει, τοῖς ἐρωτῶσι λέγειν ὅση δύναμις.
Ἑωρακὼς τοιγαροῦν τὴν περὶ τῶν ἁγίων νηστειῶν στάσιν μέχρις ἀέρος κορυφωθεῖσαν, δεινῶς ἐποτνιώμην καὶ ἠνιώμην, ὅτι καὶ διὰ τοῦ ἀγαθοῦ μοι ἡ ἁμαρτία τὸν θάνατον κατεργάζεται.
Τί γὰρ ὄφελος τῆς νηστείας, τοῖς εἰς ἔριδας καὶ μάχας νηστεύουσι; διὸ τοῖς μὲν ἑπτὰ τὰς τῶν ἁγίων νηστειῶν ἑβδομάδας λέγουσι συνεβούλευον μὴ ζυγομαχεῖν, καὶ στασιάζειν τὸ καλὸν σῶμα Χριστοῦ, τουτέστιν τὴν Ἐκκλησίαν·
πειθαρχεῖν δὲ μᾶλλον τοῖς τὴν προεδρίαν καὶ οἰκονομίαν τοῦ λόγου πεπιστευμένοις.
Τὸ γὰρ περισσεύειν ἐν τῷ ἀγαθῷ, καὶ προκόπτειν, καὶ ἀναβαίνειν ἐπὶ τὰ μείζονά τε καὶ ὑψηλότερα, καὶ προστιθέναι ἐπὶ πᾶσαν αἴνεσιν τοῦ Κυρίου, τῶν εὖ ἐχόντων ἐστί.
Τοῖς δὲ τὰς ὀκτὼ ἑβδομάδας νομοθετοῦσιν ὑπετιθέμην, ὡς οὐδὲ τὸ καλὸν καλὸν, εἰ μὴ καλῶς γένηται.
Καλὸν μὲν γὰρ παρθενία ἀλλ' ἐὰν γήμῃς, οὐχ ἥμαρτες·
Καλὸν τὸ νηστεύειν πᾶσαν ἡμέραν·
ἀλλ' ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω.
Ἐν τοῖς τοιούτοις οὐ νομοθετεῖν, οὐ βιάζεσθαι, οὐκ ἀναγκαστῶς ἄγειν τὸ ἐγχειρισθὲν προσήκει ποίμνιον, πειθοῖ δὲ μᾶλλον, καὶ ἠπιότητι, καὶ λόγῳ ἅλατι ἠρτυμένῳ, ταύτα καὶ τούτοις ὑποτιθέμεθα.
Εἰ δὲ τὸ ἡμῖν δοκοῦν δημοσιεύειν χρεὼν, τοῦτό φαμεν, ὅτι τοῦ μύστου τῆς ἀληθείας ἁγίου Πατρὸς ἡμῶν Βασιλείου ἑπτὰ τὰς πάσας τῶν ἁγίων νηστειῶν ἑβδομάδας φήσαντος ἐν τῷ Κατὰ μεθυόντων λόγῳ, καὶ τοῦ τῆς θεολογίας ἐπωνύμου Γρηγορίου τῇ τεσσαράκοντα ἡμερῶν νηστείᾳ τοῦ Κυρίου, τύπον καὶ μίμημα τὰς νηστείας ταύτας δωρησαμένου ἐν τῷ Περὶ βαπτίσματος λόγῳ, ἀνάγκη ἀμφότερα συμβιβάζειν ἀλλήλοις, ἵνα μὴ ἀσύμφωνα τὰ τῶν θείων ἀνδρῶν φωραθείη δόγματα.
Τοῦτο γάρ ἐστι τὸ τὴν στάσιν κινοῦν, τὸ μὴ διακρίνειν τῶν λεγομένων τὴν δύναμιν·
οὐ γὰρ, ὥς τινες ὑπενόησαν, δεκάτας τῶν τοῦ ἐνιαυτοῦ νηστεύειν νενομοθετήμεθα·
κανὼν γάρ ἐστι διατετυπωμένος ἀριδήλως Τεσσαρακοστὴν νηστεύειν νομοθετῶν·
αἱ δὲ τοῦ ἐνιαυτοῦ δεκάδες, οὐ τεσσαράκοντα.
Πῶς οὖν οἱ πέντε τῆς ἑβδομάδος νηστεύοντες, τὸν ἀριθμὸν περανοῦμεν τῶν τεσσαράκοντα, εἰ μὴ τῶν ὀκτὼ ἑβδομάδων τὰς πεντάδας νηστεύσαιμεν; Πρὸς ταῦτα τοίνυν φαμὲν, ὡς ἀνεγνωκότες τὰς τῶν ἁγίων ἀποστόλων διαταγὰς, ἐντεταγμένον εὕρομεν·
Χρὴ νηστεύειν τὴν ἁγίαν Τεσσαρακοστὴν, ἀρχομένους ἀπὸ δευτέρας, καὶ λήγοντας εἰς Παρασκευὴν, μεθ' ἣν τῆς ἑβδομάδος τοῦ πάθους ἀρχόμεθα.
Εἰ τοίνυν δι' ὀκτὰ ἑβδομάδων ἡ Τεσσαρακοστὴ τελειοῦται, μετὰ δὲ ταύτας τῆς τοῦ πάθους ἀρχόμεθα, ἐννέα τὰς πάσας ἑβδομάδας νηστεύειν χρεών.
Ὁ μέντοι πολὺς τὴν θείαν γνῶσιν καὶ ἀρετὴν Ἀθανάσιος, ἐν τοῖς ἑορταστικοῖς αὐτοῦ λόγοις ἓξ τὰς τῆς Τεσσαρακοστῆς ἑβδομάδας ἐκφανέστερον ἀπεφήνατο·
μεθ' ἃς τῆς τοῦ πάθους ἑβδομάδος προστάττει ἀπάρχεσθαι Ἐξ ὧν ἁπάντων εἰς τοιαύτην κατηντήσαμεν ἔννοιαν, ὅτι νηστεία ἐστὶν οὐ μόνον ἡ παντελὴς ἕωθεν μέχρις ἑσπέρας ἀσιτία, ἀλλὰ καὶ ἡ τινῶν βρωμάτων ἀποχή·
νηστεύειν γὰρ οἴνου καὶ κρεῶν λεγόμεθα.
Ἐπεὶ τοίνυν κανὼν τῶν ἁγίων ἀποστόλων διατετύπωται, μὴ νηστεύειν Σαββάτῳ καὶ Κυριακῇ, καὶ νηστεύειν τὴν ἁγίαν Τεσσαρακοστὴν, τυχὸν τὰς μὲν πέντε τῆς ἑβδομάδος τὴν παντελῆ ἀσιτίαν νηστεύειν·
τὰς δὲ δύο τοῦ Σαββάτου καὶ τῆς Κυριακῆς ἡμέρας τὴν τινῶν βρωμάτων ἀποχὴν προστέταχεν.
Ἰστέον γὰρ ὅτι ὡς δύο πόνων προκειμένων ἰσχυρότερος ἐκνικᾷ καὶ προκρίνεται·
οἷον νενομοθέτηται περιτομὴ ὀκταήμερος, καὶ ἡ τοῦ Σαββάτου τήρησις.
Τὸ τοίνυν Σαββάτῳ γεγεννημένον, τῷ Σαββάτῳ περιτμηθήσεται, καὶ λύει τὸν τοῦ Σαββάτου νόμον ἡ τῆς περιτομῆς νομοθεσία·
οὕτω κἀνταῦθα ταῖς πέντε τῆς ἑβδομάδος τὴν μέχρι τῆς ἑσπέρας νηστείαν νομοθετῆσαν διὰ τῶν ὑπηρετῶν τοῦ λόγου τὸ Πνεῦμα τὸ ἅγιον, Σαββάτῳ καὶ τῇ Κυριακῇ τὴν τινῶν βρωμάτων ἀποχὴν διωρίσατο, διὰ τὸ ἐπικρατὲς τῆς ἀναστάσεως, ἣν τὴν Κυριακὴν ἡμέραν οἴδαμεν, καὶ τὴν ὑπὲρ πάντων τῶν προκεκοιμημένων ἁγίων προσφορὰν, ἣν κατὰ πᾶν Σάββατον ἐπιτελεῖν προστετάγμεθα, διὰ τὸ πρὸ τοῦ Πάσχα Σάββατον, ἐν ᾧ τὸν ἰσχυρὸν Χριστὸς ἔδησε, καὶ τὰ τούτου σκεύη διήρπασεν, ὃ μόνον Σάββατον νηστεύειν χρεὼν τοὺς τὴν τῆς ἀναστάσεως χαρὰν ἀναμένοντας.
Οὕτως τοίνυν καὶ τὴν συνήθειαν τῆς Ἐκκλησίας ἐξ ἀγράφου παραδόσεως ἐπιστάμεθα, μίαν προνήστιμον ἑβδομάδα, ἐν ᾗ μόνων τῶν κρεῶν ἀποχὴ καὶ ἡ μέχρις ἑσπέρας νηστεία ἐπετελεῖτο, μηδαμῶς τρίτης, ἢ ἕκτης, ἢ ἐννάτης, ἢ τῆς τῶν ἁγίων προηγιασμένων τελετῆς γενομένης.
Ἓξ δὲ, ἐν αἷς αἱ τριτοεκτοεννάται καὶ προηγιασμέναι ἐπιτελοῦνται, ὠῶν τε, καὶ τυροῦ, καὶ τῶν τοιούτων μετὰ τῶν κρεῶν ἀποχαί.
Τῇ δὲ τοῦ πάθους ἑβδομάδι ξηροφαγία νενομοθέτητο, οὐ μέντοι προηγιασμένων τελετή·
εἶτα τῇ ἁγίᾳ πέμπτῃ ἡ τῶν μυστηρίων τελετὴ, ἐν ᾗ καὶ ἀπήρξατο.
Εἶτα τῇ Παρασκευῇ τῇ ἁγίᾳ καὶ φρικτῇ παντελὴς ἀσιτία μέχρι τῆς τοῦ Σαββάτου ἑσπέρας·
καὶ τῇ μὲν ἑσπέρᾳ τοῦ Σαββάτου, τῶν μὲν λοιπῶν ἐσθιομένων, τῶν κρεῶν οὐ μετέχουσι·
τῇ δὲ ἁγίᾳ τῆς ἀναστάσεως Κυριακῇ, τῇ μιᾷ τῶν Σαββάτων, καὶ τῶν κρεῶν μετέχουσιν οἱ βουλόμενοι.
Ταύτην τὴν ἀκολουθίαν ἐφθάσαμεν·
οὗτος ὁ κοινὸς ὅρος καὶ νόμος τῆς Ἐκκλησίας, ὃν καὶ ἐν τῇ ἁγίᾳ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Ἀναστάσει ἐπιτελούμενον οἴδαμεν·
τὸ δὲ περισσεύειν ἐν τῷ κακῷ, καὶ ἐπιδαψιλεύσασθαι τὴν ἀρετὴν, οὐκ ἀδόκιμον, οὐδὲ ἀποβλητὸν, ἀλλὰ Θεῷ καὶ ἀνθρώποις εὐάρεστον, τοῖς γε νοῦν ἔχουσιν·
οὐ μέντοι ἐκ βίας, ἢ ἐξ ἀνάγκης, πειθοῖ δὲ μᾶλλον, καὶ μάλιστα διὰ τὸ τοῦ καιροῦ δυσχερὲς, καὶ τὴν τῶν πραγμάτων ἀνωμαλίαν.
Ἀμφότερα γὰρ νῦν μᾶλλον χρήσιμα καὶ ἀναγκαῖα, τό τε προστιθέναι τῷ καλῷ, καὶ τὸ τῆς βίας ἀπέχεσθαι.
Τίς δοίη πάντα τὸν τῆς ζωῆς ἡμῶν χρόνον μίαν ἐπιτελεῖσθαι νηστείαν;
Ἀλλ' ἕτερος ὁ τῆς παραινέσεως, καὶ ἕτερος ὁ τῆς νομοθεσίας τρόπος.
Ἀρκείτω τὰ νομοθετηθέντα ὑπὸ τοῦ Πνεύματος.
Νουθετείσθω ἡ προσθήκη τοῦ ἀγαθοῦ.
Ταῦτα μὲν ἡμῖν δοκοῦντα, καὶ πᾶσιν οὕτως περὶ τούτων διαλεγόμεθα·
τὰς δὲ περὶ τούτων χρήσεις πρὸς τὸ παρὸν διὰ τὴν τοῦ ἐπιστοληφόρου σπουδὴν, εὐλήπτους οὔσας παρ' ἡμῖν, παρήκαμεν.
Ὁ δὲ Θεὸς τῆς εἰρήνης, εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τὴν ἔχθραν ἐν τῷ σταυρῷ αὐτοῦ·
ὁ καταλλάξας ἡμᾶς τῷ ἑαυτοῦ Πατρί·
τὴν εἰρήνην αὐτοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν, βραβεύσει τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ, καὶ περιελεῖ τὰ σκάνδαλα, καὶ ἀξιώσει νηστεύειν νηστείαν δεκτὴν, ἣν οὗτος ἐξελέξατο, λύειν στραγγαλιὰς βιαίων συναλλαγμάτων, καὶ διαθρύπτειν πεινῶσι τὸν ἄρτον, τόν τε τοῦ σώματος, καὶ τὸν τῆς ψυχῆς οὐκ ἔλαττον, ὃν λόγον φημὶ σωτήριον, καὶ ποιήσει πνευματικῶς νηστεύειν, καὶ ἐσθίειν, καὶ ἑορτάζειν, πάντα εἰς δόξαν αὐτοῦ ποιοῦντας, καὶ φρονοῦντας, καὶ λέγοντας·
ἵνα μὴ δι' ἡμᾶς βλασφημῆται τὸ ὄνομα αὐτοῦ ἐν τοῖς ἔθνεσι, δοξάζηται δὲ μᾶλλον·
ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας.
Ἀμήν.Τοῦ ἁγίου ἱερομάρτυρος Ἰγνατίου, ἐκ τῆς πρὸς Φιλιππησίους Ἐπιστολής.
Εἴ τις ἁγνεύει ἢ ἐγκρατεύεται, μὴ ἐπαιρέσθω, ἵνα μὴ ἀπολέσῃ τὸν μισθόν·
τὰς ἑορτὰς μὴ ἀτιμάζετε.
Τὴν Τεσσαρακοστὴν μὴ ἐξουθενεῖτε·
μίμησιν γὰρ περιέχει τῆς τοῦ Κυρίου πολιτείας.
Τὴν τοῦ πάθους ἑβδομάδα μὴ παρορᾶτε·
Τετραδοπαρασκευὴν νηστεύοντες, πένησιν ἐπιχορηγεῖτε τὴν περίσσειαν.
Εἴ τις Κυριακὴν ἣ Σάββατον νηστεύει, πλὴν ἑνὸς Σαββάτου, οὗτος Χριστοκτόνος ἐστί.
∆ιάταξις τῶν ἁγίων Ἀποστόλων.
Μεθ' ἧς ἡμῖν φυλακτέα ἡ νηστεία τῆς ἁγίας Τεσσαρακοστῆς, μνήμην περιέχουσα τῆς τοῦ Χριστοῦ πολιτείας τε καὶ νομοθεσίας.
Ἐπιτελείσθω δὲ ἡ νηστεία αὕτη πρὸ τῆς νηστείας τοῦ Πάσχα, ἀρχομένη μὲν ἀπὸ δευτέρας, πληρουμένη δὲ εἰς Παρασκευήν.
Μεθ' ἃς ἀπονηστεύσαντες ἄρξασθε τῆς ἁγίας τοῦ Πάσχα ἑβδομάδος, νηστεύοντες αὐτὴν ἅπαντες μετὰ φόβου καὶ τρόμου.
Προσευχόμενοι ἐν αὐτῇ περὶ τῶν ἀπολλυμένων, ἐν ᾗ ἤρξατο τὴν κατὰ τοῦ Κυρίου βουλὴν ποιεῖσθαι.
Παρήγγειλε γὰρ ἡμῖν αὐτὸς νηστεύειν τὰς ἓξ ἡμέρας ταύτας διὰ τὴν τῶν Ἰουδαίων δυσσέβειαν.
Τοῦ ἁγίου Βασιλείου, ἐκ τοῦ κατὰ μεθυόντων λόγου.
Εἰ γὰρ ἐπὶ τοσαύταις παραινέσεσιν, ἃς ἔν τε τὸ προλαβόντι χρόνῳ παρακαλοῦντες ὑμᾶς οὐ διελίπομεν, καὶ ἐφεξῆς τῶν ἑπτὰ τούτων τῆς νηστείας ἑβδομάδων νυκτὸς καὶ ἡμέρας διαμαρτυρόμενοι ὑμῖν τὸ Εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ οὐκ ἐπαυσάμεθα, οὐδὲν γέγονεν ὄφελος.
Ἐπὶ ποίαις ἐλπίσι διαλεχθῶμεν, γυναῖκες ἀκόλαστοι ἐπιλαθόμεναι τοῦ φόβου τοῦ Θεοῦ, τοῦ πυρὸς αἰωνίου καταφρονήσασαι, ἐν ἡμέρᾳ τοιαύτῃ, ὅτε αὐτὰς ἐχρῆν διὰ τὴν ἀνάμνησιν τῆς ἀναστάσεως καθῆσθαι ἐν τοῖς οἴκοις.
Τοῦ Χρυσοστόμου, ἐκ τοῦ Πρὸς τῷ τέλει τῆς νηστείας λόγου.
Τεσσαράκοντα λοιπὸν ἡμέραι παρῆλθον·
ἐὰν τοίνυν παρέλθῃ τὸ Πάσχα τὸ ἱερὸν, οὐδενὶ συγγνώσομαι λοιπὸν, οὐδὲ παραίνεσιν προσάξω.
Τοῦ ἁγίου Ἀναστασίου πατριάρχου, Κωνσταντινουπόλεως, ἐκ τῆς Ἐγκυκλίου.
Τὸ μέντοι ἅγιον Πάσχα τῆς ἑνδεκάτης Ἰνδικτίωνος σὺν Θεῷ ἐπιτελοῦμεν·
κατὰ μὲν Αἰγυπτίους, μηνὸς Φαρμουθὶ εἰκάδι πέμπτῃ·
κατὰ δὲ Ῥωμαίους, μηνὸς Ἀπριλλίου εἰκάδι, πρὸ δεκαδύο καλανδῶν Μαΐων·
ἀρχόμενοι τῆς νηστείας τῶν ἑπτὰ ἑβδομάδων ἐξ αὐτῆς δευτέρας ἡμέρας, κατὰ μὲν Αἰγυπτίους, ὀγδόῃ τοῦ Φανεμὼθ μηνός·
κατὰ δὲ Ῥωμαΐους Μαρτίου τρίτῃ.
Τοῦ ἁγίου Ἐπιφανίου Κύπρου, ἐκ τοῦ εἰς Μοναχούς.
Τὴν Τεσσαρακοστὴν τῆς ἁγίας Ἐκκλησίας, καὶ τὴν ἑβδομάδα τοῦ ἁγίου Πάσχα παρατετηρημένως φυλάττετε.
Ἰωάννου ἐπισκόπου Ἀθηνῶν.
Ἵνα διὰ τῆς σεπτῆς ἑπτάδος τῶν νηστειῶν ἀσφαλῆ τε καὶ ἀκατάπτωτον τὴν διέξοδον ὑποπτεύσωμεν.
Ἡ ἑβδομὰς γὰρ ἀεὶ στρεφομένη τε καὶ συννεύουσα, καὶ οἷον ἐκ τ' αὐτοῦ περὶ ταυτὸ σημεῖον εἰλουμένη καὶ περιπολίζουσα, τὸν ἑβδοματικὸν ἡμῖν αἰῶνα συμπερατοῖ.
Τοῦ ἁγίου Ἀναστασίου πατριάρχου Θεουπόλεως, ἤγουν Ἀντιοχείας Συρίας.
∆εῦρο δὴ κατανοήσωμεν, ὅτου χάριν ἑπτὰ ἑβδομάσιν ἡ τεσσαρακονθήμερος τελεῖται νηστεία.
Οὐδαμῶς μὲν ἐξισταμένη τοῦ εἶναι Τεσσαρακοστὴ, προσλαμβάνουσα δὲ καὶ ἑτέραν μυστικὴν ἀστειότητα·
ἄρτιος μὲν γὰρ, καὶ πανίερος διαπέφηνεν ὁ ἑπτὰ ἀριθμὸς, καὶ μᾶλλον κεχαρίτωκε τῶν ἱερῶν ἡμῖν ἀγώνων τὰς ἡμέρας, ἑπτάκις διὰ τῶν ἑπτὰ ἑβδομάδων τελούμενος.
Τοῦ ἁγίου Πέτρου πατριάρχου Ἱεροσολύμων.
Νηστείας δὲ ἐπιμνησθέντες εὐκαιρότατα, κἀκεῖνα πρὸς ὑμᾶς εἴποιμεν ἂν, ὡς Θεοῦ χάριτι, τῆς νενομισμένης ἀπαρξώμεθα νηστείας, τῶν ἑπτὰ ἑβδομάδων, ἀπὸ τῆς ἑβδόμης τοῦ Φεβρουαρίου μηνὸς, τὴν τοῦ σωτηρίου Πάθους, καὶ τῆς Χριστοῦ Ἀναστάσεως ἐπιτελοῦντες πανήγυριν, τῇ εἰκάδι ἑβδόμῃ τοῦ λεγομένου Μαρτίου μηνός.
Ἀπόδειξις, ὅτι ὀκτὼ λέγουσιν ἑβδομάδας τῶν ἁγίων οἱ αἱρετικοὶ πάντες νηστειῶν, ληροῦντες οὕτως.
Χρήσεις Σευήρου τοῦ Ἀκεφάλου καὶ αἱρεσιάρχου, καὶ Ἕλληνος, γενομένου ἀρχιεπισκόπου Ἀντιοχείας τῆς Συρίας, ἐκ τῶν ἐνθρονιαστικῶν αὐτοῦ λόγων, εἰς τὴν τῶν νηστειῶν Τεσσαρακοστήν·
ἐλέχθη δὲ τῇ πρὸ αὐτῆς Παρασκευῇ, ἐν τῇ Κασιανοῦ Ἐκκλησίᾳ·
οὗ ἡ ἀρχή·
Νόμος ἐστὶ καὶ ἐπὶ τῶν σωματικῶν παλαισμάτων·
καὶ ἐν τῷ μέσῳ τοῦ λόγου·
«Οἱ γὰρ τὰς πέντε αἰσθήσεις, δι' ὧν ἡ ἁμαρτία λαμβάνει παρείσδυσιν·
ἀκοὴν, φημὶ, καὶ ὅρασιν, καὶ ἁφὴν, καὶ γεῦσιν καὶ ὄσφρησιν·
ὀκτάκις καθαίροντες, τεσσαράκοντα ἡμέρας νηστεύουσιν, ἵνα τῆς μακαρίας ἐκείνης ἡμέρας τύχωσι τῆς ὀγδόης καὶ πρώτης.
Ὁ γὰρ πέντε ἀριθμὸς ὀκτάκις ἐνελιττόμενος, τὸν τῶν τεσσαράκοντα ἡμερῶν ἀριθμὸν ἐκτελεῖ.» Τοῦ αὐτοῦ, ἐκ τῆς βίβλου τῶν ὑποσημειωθέντων ἰδιοχείρως διαφόρων κεφαλαίων·
ὑποσημείωσις δευτέρα ἐστὶν αὕτη.
Ὅτι δεῖ τὰς τεσσαράκοντα ἡμέρας ἀπαραλείπτως νηστεύειν·
αἵ τινες ἐκ τῶν ὀκτὼ ἑβδομάδων συνάγονται·
ἑκάστης ἑβδομάδος τῶν δύο ἡμερῶν, λέγω δὴ Σαββάτου καὶ Κυριακῆς, τῇ ἀναπαύσει προσκεκληρωμένων·
ὡς ἐντεῦθεν εἶναι δῆλον, ὅτιπερ οὐ χρὴ ἐν Σαββάτῳ καὶ Κυριακῇ νηστεύειν, οὐδὲ ἐν τῇ ἁγίᾳ τῶν νηστειῶν Τεσσαρακοστῆ.
Τοῦ καταράτου καὶ θεοστυγοῦς Βενιαμὶν, γενομένου ψευδεπισκόπου Ἀλεξανδρείας Αἰγύπτου, τῆς κακίστης συνωρίδος τυγχάνοντος ∆ιοσκόρου καὶ Σευήρου, ἐκ τοῦ τετάρτου βιβλίου τῶν ἑορταστικῶν αὐτοῦ, ψευδεορταστικῇ τριακοστῇ, ἧς ἡ ἀρχή·
«Φαιδρὰ καὶ ἀξιάγαστος.» Καὶ πρὸς τὰ τέλη.
Ἀρχόμενοι τῶν τεσσαράκοντα ἡμερῶν τῆς νηστείας, ἤγουν τῶν ὀκτὼ ἑβδομάδων, καὶ νηστεύοντες σωφρόνως ἐπὶ καθαιρέσει τῶν ἐπανισταμένων κατὰ τῆς ψυχῆς ὀκτὼ λογισμῶν, ἀπὸ εἰκάδος ἑβδόμης τοῦ κατὰ Αἰγυπτίους Μεχὴρ μηνὸς, μέχρι εἰκάδος μηνὸς Φαρμουθί.
Τοῦ αὐτοῦ, ψευδεορταστικῇ τριακοστῇ πρώτῃ, ἧς ἡ ἀρχὴ οὕτως ἐστίν·
«Καὶ νῦν ἀκούειν δοκῶ.» Καὶ πρὸς τῷ τέλει.
Ἀρχόμενοι τῶν ὀκτὼ ἑβδομάδων τῆς νηστείας, τουτέστι τῆς ἁγίας Τεσσαρακοστῆς, διὰ τὸ μὴ συναριθμεῖσθαι τὸ Σάββατον καὶ τὴν Κυριακὴν ταῖς ἁγίαις νηστείαις, ἀπὸ ἐννεακαιδεκάτης τοῦ κατὰ Αἰγυπτίους Μεχὴρ μηνὸς, κατὰ δὲ Ῥωμαίους εἰδοῖς Φεβρουαρίου, ἥτις ἐστὶ Φεβρουαρίου τρισκαιδεκάτη·
τῆς δὲ ἁγίας ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ὀγδόης τοῦ κατὰ Αἰγυπτίους Φαρμουθὶ μηνός·
κατὰ δὲ Ῥωμαίους πρὸ τριῶν νόννων Ἀπριλλίων, ἥ τις ἐστὶν Ἀπριλλίου τρίτη·
καὶ ἐφεξῆς, τελέσαντες τὰς ἁγίας τοῦ Πάσχα ἡμέρας, ἑσπέρᾳ βαθείᾳ τοῦ ἁγίου Σαββάτου καταπαύσομεν τὴν νηστείαν. ΑΜΗΝ
Σχόλια
Δημοσίευση σχολίου