ΕΚΘΕΣΙΣ ΠΙΣΤΕΩΣ ΚΑΙ ΟΜΟΛΟΓΙΑΣ ΤΗΣ Ζ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ ΑΠΟΣΠΑΣΠΑΣΜΑ ΕΚ ΤΩΝ ΠΡΑΚΤΙΚΩΝ ΤΗΣ Δ ΣΥΝΕΔΡΙΑΣ
ΕΚΘΕΣΙΣ ΠΙΣΤΕΩΣ ΚΑΙ ΟΜΟΛΟΓΙΑΣ
τῆς ἑβδόμης οἰκουμενικῆς συνόδου
᾿Απόσπασμα ἐκ τῶν πρακτικῶν τῆς 4ης συνεδρίας
῾Ημεῖς δὲ κατὰ πάντα τῶν αὐτῶν θεοφόρων πατέρων ἡμῶν τὰ δόγματα καὶ πράγματα κρατοῦντες, κηρύσσομεν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, μηδὲν προστιθέντες, μηδὲν ἀφαιροῦντες τῶν ἐξ αὐτῶν παραδοθέντων ἡμῖν, ἀλλὰ τούτοις βεβαιούμεθα, τούτοις στηριζόμεθα· οὕτως ὁμολογοῦμεν, οὕτω διδάσκομεν, καθὼς αἱ ἅγιαι καὶ οἰκουμενικαὶ ἓξ σύνοδοι ὥρισαν καὶ ἐβεβαίωσαν.
Καὶ πιστεύομεν εἰς ἕνα θεὸν πατέρα, παντοκράτορα, πάντων ποιητήν, ὁρατῶν τε καὶ ἀοράτων· καὶ εἰς ἕνα Κύριον ᾿Ιησοῦν Χριστόν, τὸν μονογενῆ υἱὸν καὶ Λόγον αὐτοῦ, δι᾿ οὗ τὰ πάντα γέγονε· καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ Κύριον καὶ ζωοποιόν, ὁμοούσιόν τε καὶ συναΐδιον αὐτῷ τε τῷ πατρὶ καὶ τῷ συνανάρχῳ αὐτῷ υἱῷ· τριάδα ἄκτιστον ἀμέριστον ἀκατάληπτον ἀπερίγραπτον, τὴν αὐτὴν ὅλην καὶ μόνην λατρευτήν τε καὶ προσκυνητὴν καὶ σεβάσμιον· μίαν θεότητα, μίαν κυριότητα, μίαν ἐξουσίαν, μίαν βασιλείαν καὶ δύναμιν, ἥ τις ταῖς ὑποστάσεσι διαιρεῖται ἀδιαιρέτως καὶ τῇ οὐσίᾳ συνάπτεται διῃρημένως.
῾Ομολογοῦμεν δὲ καὶ τὸν ἕνα τῆς αὐτῆς ἁγίας καὶ ὁμοουσίου τριάδος, τὸν Κύριον ἡμῶν ᾿Ιησοῦν Χριστὸν τὸν ἀληθινὸν θεόν, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, καὶ σώσαντα διὰ τῆς σωτηριώδους αὐτοῦ οἰκονομίας τοῦ τε πάθους καὶ τῆς ἀναστάσεως καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου τὸ γένος ἡμῶν, καὶ ἀπαλλάξαντα ἡμᾶς τῆς πλάνης τῶν εἰδώλων· καὶ ὥς φησιν ὁ προφήτης, «οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ᾿ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς». ᾧ καὶ ἡμεῖς ἑπόμενοι καὶ τὴν τούτου φωνὴν οἰκειούμενοι μεγαλοφώνως βοῷμεν· Οὐ σύνοδος, οὐ βασιλέων κράτος, οὐ συνωμοσίας θεοστυγεῖς τῆς τῶν εἰδώλων πλάνης τὴν ἐκκλησίαν ἠλευθέρωσαν, καθὼς ἐληρῴδησε τὸ ἰουδαϊκὸν συνέδριον τὸ κατὰ τῶν σεπτῶν εἰκόνων φρυαχθέν, ἀλλ᾿ αὐτὸς ὁ Κύριος ἐνανθρωπήσας θεὸς καὶ ἔσωσε καὶ τῆς εἰδωλικῆς ἀπάτης ἀπήλλαξεν. αὐτῷ τοίνυν δόξα, αὐτῷ χάρις, αὐτῷ εὐχαριστία, αὐτῷ αἶνος, αὐτῷ μεγαλοπρέπεια· αὐτοῦ ἡ ἀπολύτρωσις, αὐτοῦ ἡ σωτηρία, τοῦ μόνου σῴζειν εἰς τὸ παντελὲς δυναμένου, καὶ οὐχ ἑτέρων τῶν χαμαὶ ἐρχομένων ἀνθρώπων· αὐτὸς τὰς εἰς ἡμᾶς, ἐφ᾿ οἷς τὰ τέλη τῶν αἰώνων κατήντησαν, διὰ τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας προκαταγγελθείσας διὰ τῶν προφητῶν αὐτοῦ ῥήσεις ἐπεραίωσεν, ἐνοικήσας ἐν ἡμῖν καὶ ἐμπεριπατήσας καὶ ἐξαλείψας τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καθὼς ἤδη γέγραπται.
᾿Ασπαζόμεθα δὲ καὶ τὰς κυριακὰς καὶ ἀποστολικὰς καὶ προφητικὰς φωνάς, δι᾿ ὧν τιμᾶν καὶ μεγαλύνειν ἐδιδάχθημεν πρῶτα μὲν τὴν κυρίως καὶ ἀληθῶς θεοτόκον τὴν ἀνωτέραν πασῶν τῶν οὐρανίων δυνάμεων, τάς τε ἁγίας καὶ ἀγγελικὰς δυνάμεις, τούς τε μακαρίους καὶ πανευφήμους ἀποστόλους, προφήτας τε τοὺς ἐνδόξους, καὶ τοὺς καλλινίκους καὶ ὑπὲρ Χριστοῦ ἀθλήσαντας μάρτυρας, καὶ τοὺς ἁγίους καὶ θεοφόρους διδασκάλους, καὶ πάντας τοὺς ὁσίους ἄνδρας· καὶ ἐξαιτεῖσθαι τὰς τούτων πρεσβείας ὡς δυναμένους ἡμᾶς οἰκειῶσαι τῷ παμβασιλεῖ τῶν ὅλων θεῷ, φυλάττοντας δηλαδὴ τὰς αὐτοῦ ἐντολὰς καὶ ἐναρέτως βιοῦν προαιρουμένους.
Ἔτι γε μὴν ἀσπαζόμεθα καὶ τὸν τύπον τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, καὶ τὰ ἅγια λείψανα τῶν ἁγίων, καὶ τὰς ἁγίας καὶ σεπτὰς εἰκόνας ἀποδεχόμεθα καὶ ἀσπαζόμεθα καὶ περιπτυσσόμεθα κατὰ τὴν ἀρχῆθεν παράδοσιν τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς ἐκκλησίας, εἴτουν τῶν ἁγίων πατέρων ἡμῶν τῶν ταύτας καὶ δεξαμένων καὶ κυρωσάντων εἶναι ἐν πάσαις ταῖς ἁγιωτάταις τοῦ θεοῦ ἐκκλησίαις καὶ ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. ταύτας δὲ τὰς τιμίας καὶ σεπτὰς εἰκόνας, καθὼς προείρηται, τιμῶμεν καὶ ἀσπαζόμεθα καὶ τιμητικῶς προσκυνοῦμεν·
– τουτέστι τὴν <τῆς> τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ ἐνανθρωπήσεως εἰκόνα, καὶ τῆς ἀχράντους δεσποίνης ἡμῶν καὶ παναγίας θεοτόκου, ἐξ ἧς αὐτὸς ηὐδόκησε σαρκωθῆναι καὶ σῶσαι καὶ ἀπαλλάξαι ἡμᾶς πάσης δυσσεβοῦς εἰδωλομανίας·
– τῶν τε ἁγίων καὶ ἀσωμάτων ἀγγέλων· ὡς ἄνθρωποι γὰρ τοῖς δικαίοις ἐνεφανίσθησαν·
– ὁμοίως δὲ καὶ τῶν θείων καὶ πανευφήμων ἀποστόλων, τῶν θεηγόρων προφητῶν, καὶ ἀθλοφόρων μαρτύρων καὶ ὁσίων ἀνδρῶν τὰς μορφὰς καὶ τὰ εἰκονίσματα· ὡς διὰ τῆς αὐτῶν ἀναζωγραφήσεως εἰς ὑπόμνησιν καὶ μνήμην ἀνάγεσθαι δύνασθαι πρὸς τὸ πρωτότυπον καὶ ἐν μεθέξει γίνεσθαί τινος ἁγιασμοῦ.
Ταῦτα οὕτω φρονεῖν ἐδιδάχθημεν καὶ ἐβεβαιώθημεν παρά τε τῶν ἁγίων πατέρων ἡμῶν καὶ τῆς αὐτῶν θεοπαραδότου διδασκαλίας.
Σχόλια
Δημοσίευση σχολίου