ΒΑΠΤΙΣΜΑ, ΑΙ ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΠΕΡΙ ΤΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ



 

ΤΟ ΒΑΠΤΙΣΜΑ 

ΚΑΤΑ ΤΑΣ ΑΠΟΣΤΟΛΙΚΑΣ ΔΙΑΤΑΓΑΣ ΚΛΗΜΕΝΤΟΣ ΒΙΒΛΙΟΝ ΣΤ


ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΚΛΗΜΕΝΤΟΣ ΒΙΒΛΙΟΝ ΣΤ΄

ιε. Ὅτι οὔτε ἀναβαπτίζειν χρὴ οὔτε μὴν παραδέχεσθαι τὸ παρὰ τῶν ἀσεβῶν δοθὲν βάπτισμα· οὐ γὰρ ἔστι βάπτισμα, ἀλλὰ μόλυσμα.

Ὁμοίως καὶ βαπτίσματι ἑνὶ ἀρκεῖσθαι μόνῳ τῷ εἰς τὸν τοῦ Κυρίου θάνατον δεδομένῳ, οὐ τῷ παρὰ τῶν δυσωνύμων αἱρετικῶν, ἀλλὰ τῷ παρὰ τῶν ἀμέμπτων ἱερέων δεδομένῳ, εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Μήτε δὲ τὸ παρὰ τῶν ἀσεβῶν δεκτὸν ὑμῖν ἔστω, μήτε τὸ παρὰ τῶν ὁσίων ἀκυρούσθω διὰ δευτέρου. Ὡς γὰρ εἷς ὁ Θεὸς καὶ εἷς ὁ Χριστὸς καὶ εἷς ὁ παράκλητος, εἷς δὲ καὶ ὁ τοῦ Κυρίου ἐν σώματι θάνατος, οὕτως ἑν ἔστω καὶ τὸ εἰς αὐτὸν διδόμενον βάπτισμα· οἱ δὲ παρὰ τῶν ἀσεβῶν δεχόμενοι μόλυσμα κοινωνοὶ τῆς γνώμης αὐτῶν γενήσονται. Οὐ γάρ εἰσιν ἐκεῖνοι ἱερεῖς· λέγει γὰρ πρὸς αὐτοὺς ὁ Θεός· Ἐπεὶ καὶ σὺ ἀπώσω γνῶσιν, ἀπώσομαί σε κἀγὼ τοῦ ἱερατεύειν μοι. Οὔτε μὴν οἱ βαπτισθέντες ὑπ᾿ αὐτῶν μεμύηνται, ἀλλὰ μεμολυσμένοι ὑπάρχουσιν, οὐκ ἄφεσιν ἁμαρτιῶν λαμβάνοντες, ἀλλὰ δεσμὸν ἀσεβείας. Οὐ μὴν δὲ ἀλλὰ καὶ οἱ τοὺς μεμυημένους ἐκ δευτέρου βαπτίζειν πειρώμενοι ἀνασταυροῦσιν τὸν Κύριον, ἀναιροῦσιν αὐτὸν ἐκ δευτέρου, γελῶσιν τὰ θεῖα, μυκτηρίζουσι τὰ ἅγια, ὑβρίζουσι τὸ Πνεῦμα, τὸ αἷμα τὸ ἅγιον ὡς κοινὸν ἀτιμάζουσιν· ἀσεβοῦσιν εἰς τὸν ἀποστείλαντα, εἰς τὸν παθόντα, εἰς τὸν μαρτυρήσαντα. Ἀλλὰ καὶ ὁ ἐκ καταφρονήσεως μὴ βουλόμενος βαπτι σθῆναι ὡς ἄπιστος κατακριθήσεται, καὶ ὀνειδισθήσεται ὡς ἀχάριστος καὶ ἀγνώμων· λέγει γὰρ ὁ Κύριος· Ἐὰν μή τις βαπτισθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ πάλιν· Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσε ται. Ὁ δὲ λέγων, ὅτι ὅταν τελευτῶ βαπτίζομαι, ἵνα μὴ ἁμαρτήσω καὶ ῥυπανῶ τὸ βάπτισμα, οὗτος ἄγνοιαν Θεοῦ ἔχει καὶ τῆς ἑαυτοῦ φύσεως ἐπιλήσμων τυγχάνει· Μὴ ἀναβάλλου γάρ, φησίν, ἐπιστρέψαι πρὸς Κύριον· οὐ γὰρ οἶδας, τί τέξεται ἡ ἐπιοῦσα. Βαπτίζετε δὲ ὑμῶν καὶ τὰ νήπια, καὶ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Θεοῦ· Ἄφετε γάρ, φησί, τὰ παιδία ἔρχεσθαι πρὸς μὲ καὶ μὴ κωλύετε αὐτά.

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΙ ΣΑΡΑΝΤΑ ΓΥΝΑΙΚΕΣ ΜΑΡΤΥΡΕΣ

ΚΑΘΑΙΡΕΣΙΣ ΝΙΚΟΛΑΙΤΩΝ ΥΠΟ ΤΗΣ ΠΑΝΟΡΘΟΔΟΞΟΥ ΣΥΝΟΔΟΥ

ΟΙ ΡΩΣΟΙ ΤΗΣ ΔΙΑΣΠΟΡΑΣ ΠΟΤΕ ΔΕΝ ΑΠΕΔΕΧΘΗΣΑΝ ΤΗΝ ΟΜΟΛΟΓΙΑΝ ΕΚΚΛΗΣΙΟΛΟΓΙΑΝ ΜΑΣ