Η Ζ΄ ΟΙΚΟΥΜΕΝΙΚΗ ΣΥΝΟΔΟΣ ΠΕΡΙ ΤΟΥ ΤΡΟΠΟΥ ΑΠΟΔΟΧΗΣ ΤΩΝ ΑΙΡΕΤΙΚΩΝ

ΕΒΔΟΜΗ ΟΙΚΟΥΜΕΝΙΚΗ ΣΥΝΟΔΟΣ ΠΕΡΙ ΤΗΣ ΑΠΟΔΟΧΗΣ ΑΙΡΕΤΙΚΩΝ 7:09 | Автор: iasidnev | Δημοσίευσα νωρίτερα την ρωσική μετάφραση, τμήμα από την Πρώτη Πράξη της Έβδομης Οικουμενικής Συνόδου, στην οποία εξεταζόταν το ζήτημα της αποδοχής αιρετικών. Τώρα δημοσιεύω αυτό το κείμενο σε ελληνική γλώσσα. ᾽Ιωάννης ὁ εὐλαβίστατος μοναχὸς καὶ πρεσβύτερος καὶ τοποτηρητὴς τοῦ ἀποστολικοῦ θρόνου Ἀντιοχείας ἔφη· Διαθρυλλεῖται, πανάγιε πάτερ, παρὰ πολλῶν, πῶς δεῖ τοὺς ἀπὸ αἱρέσεως προσερχομένους δέχεσθαι· καὶ παρακαλοῦμεν τὴν ἁγίαν καὶ ἱερὰν σύνοδον, ὅπως ἔλθωσιν αἱ βίβλοι τῶν ἁγίων πατέρων καὶ θεωρῶμεν καὶ ἀνακρίνωμεν κἀκεῖθεν λάβωμεν τὴν ἀκριβῆ ἀσφάλειαν, ὅπως χρὴ δέχεσθαι αὐτούς· ἀποροῦμεν γὰρ ἡμεῖς. Κωνσταντῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος Κωνσταντίας τῆς Κύπρου εἶπεν· ᾽Εξαιτοῦμεν τὴν σὴν μακαριότητα, δέσποτα, ἐλθέτωσαν τὰ προλεχθέντα βιβλία, ὅπως πληροφορηθέντες τάξιν ἀρίστην ταύτῃ ποιησώμεθα. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· Κατὰ τὴν αἴτησιν τῶν θεοφιλεστάτων ἀνδρῶν καὶ τοποτηρητῶν καὶ τῶν ὁσιωτάτων ἐπισκόπων δεῖ τὰς βίβλους προκομισθῆναι. Κωνσταντῖνος ὁ θεοφιλέστατος νοτάριος τοῦ εὐαγοῦς πατριαρχείου εἶπε· Κατὰ τὴν κέλευσιν τῆς ὑμετέρας ἁγιότητος πάρεσμεν ἐπιφερόμενοι τὰς ἱερὰς βίβλους, ἅσπερ ἠγάγομεν ἐκ τῶν ἀποκειμένων ἐν τῇ βιβλιοθήκῃ τοῦ εὐαγοῦς πατριαρχείου Κωνσταντινουπόλεως, τῶν τε κανόνων τῶν ἁγίων ἀποστόλων καὶ τῶν ἁγίων συνόδων καὶ τοῦ ἁγίου πατρὸς ἡμῶν Βασιλείου καὶ ἑτέρων ἁγίων πατέρων. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· ᾽Αναγνωσθήτω ἐν πρώτοις ἡ βίβλος τῶν κανονικῶν διατάξεων. ῾Η ἁγία σύνοδος εἶπει· ᾽Αναγνωσθήτω. Καὶ λαβὼν ὁ αὐτὸς Κωνσταντῖνος ὁ θεοφιλέστατος διάκονος καὶ νοτάριος τοῦ εὐαγοῦς πατριαρχείου ἀνέγνω· Κανὼν τῶν ἁγίων ἀποστόλων πεντηκοστὸς τρίτος. Εἴ τις πρεσβύτερος τὸν ἐπιστρέφοντα ἀπὸ ἁμαρτίας οὐ προσδέχεται, ἀλλ' ἀποβάλλεται, καθαιρείσθω, ὅτι λυπεῖ τὸν Χριστὸν τὸν εἰπόντα, ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῶ μετανοοῦντι. Σάβας ὁ εὐλαβέστατος καὶ οἱ σὺν αὐτῷ εἶπον· Τοῦτο εὔδηλον καὶ παρὰ πᾶσιν ἀποδεδεγμένον, ὅτι ἕκαστον τῶν μετανοούντων ἡ ἐκκλησία προσδέχεται. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· ῎Εστι καὶ ἕτερος κανὼν περὶ τούτου. Ὁ αὐτὸς θεοφιλέστατος νοτάριος ἀνέγνω· Τῆς ἁγίας ἐν Νικαίᾳ συνόδου κανὼν ὄγδοος Περὶ τῶν ὀνομασάνων μὲν ἑαυτοὺς Καθαρούς ποτε, προσερχομένων δὲ κοινῇ τῇ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ ἔδοξε τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, ὥστε χειροθετουμένους αὐτοὺς οὕτω μένειν ἐν τῷ κλήρῳ. πρὸ πάντων δὲ τοῦτο ὁμολογῆσαι αὐτοὺς ἐγγράφως προσήκει, ὅτι συνθήσονται καὶ ἀκολουθήσουσι τοῖς τῆς καθολικῆς ἐκκλησίας δόγμασι, τουτέστι καὶ διγάμοις κοινωνεῖν καὶ τοῖς ἐν τῷ διωγμῷ παραπεπτωκόσιν, ἐφ' οἷς καὶ χρόνος τέτακται καὶ καιρὸς ὥρισται, ὥστε αὐτοὺς ἀκολουθεῖν ἐν πᾶσι τοῖς δόγμασι τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. ἔνθα μὲν οὖν ἅπαντες εἴτε ἐν κώμαις εἴτε ἐν πόλεσιν αὐτοὶ μόνον εὑρίσκοιντο χειροθετηθέντες, οἱ εὑρισκόμενοι ἐν τῷ κλήρῳ ἔσονται ἐν αὐτῷ τῷ σχήματι, καὶ τὰ ἑξῆς. Θεόδωρος ὁ εὐλαβέστατος ἐπίσκοπος Κατάνης τῆς Σικελῶν ἐπαρχίας εἶπε· Πρὸς τὴν αἵρεσιν ταύτην οὐδὲν ἔχει ὁ ἀναγνωσθεὶς κανών. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· ᾽Αλλὰ καὶ περὶ πάσης αἱρέσεώς ἐστιν. ᾽Επιφάνιος ὁ εὐλαβέστατος διάκονος τῆς ἁγιωτάτης ἐκκλησίας Κατάνης τῆς Σικελῶν ἐπαρχίας καὶ τοποτηρητὴς τοῦ ἐπισκόπου Σαρδανίας εἶπεν· Οὗτος ὁ κανὼν τότε περὶ τῶν Καθαρῶν ἐρρήθη. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· ᾽Αρτίως οὖν καὶ ἡμεῖς κατὰ τὸν καιρὸν τοῦτον τὴν ἀναφυεῖεταν αἵρεσιν πῶς ὀφείλομεν δέξασθαι; ᾽Ιωάννης ὁ θεοφιλέστατος τοποτηρητὴς τοῦ ἀποστολικοῦ θρόνου τῆς ἀνατολῆς εἶπεν· ῾Η αἵρεσις χωρίζει ἀπὸ τῆς ἐκκλησἴας πάντα ἄνθρωπον. ῾Η ἁγία σύνοδος εἶπε· Τοῦτο εὔδηλόν ἐστιν. Οἱ εὐλαβέστατοι μοναχοὶ εἶπον· Χειροθετουμένους εἶπεν ὁ κανὼν δεχθῆναι. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· Καὶ πῶς νοεῖτε τὸ χειροθετούμενον; Οἱ εὐλαβέστατοι μοναχοὶ εἶπον· Δεόμεθα, δέσποτα, διδασκαλίας. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· Μήπως ἐπ' εὐλογίας ἐνταῦθα τὴν χειροθεσίαν λέγει καὶ εὐχὶ ἐπὶ χειροτονίας. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· ᾽Εὰν ἄλλο τὸ κωλύον οὐκ ἔστιν, ἕνεκεν ταύτης τῆς μετανοίας αὐτῶν δεχθήσονται κατὰ τοὺς κανόνας. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· ᾽Ερευνῶμεν καὶ ἄλλους κανόνας περὶ λοιπῶν αἱρέσεων. ῾Η ἁγία σύνοδος εἶπε· Καὶ τοῦτο ἀξιοῦμεν, ἐλθέτωσαν οἱ κανόνες. Ὁ αὐτὸς θεοφιλέστατος διάκονος καὶ νοτάριος ἀνέγνω· Τῆς ἐν ᾽Εφέσῳ ἁγίας καὶ οἰκουμενικῆς συνόδου κανὼν τρίτος Εἴ τινες καὶ τῶν ἐν ἑκάστῃ πόλει κληρικῶν ὑπὸ Νεστορίου καὶ τῶν σὺν αὐτῷ ὄντων ἐκωλύθησαν τοῦ ὀρθῶς φρονεῖν, καὶ τούτους τὸν ἴδιον ἀπολαμβάνειν βαθμὸν ἐδικαιώσαμεν τοὺς τῇ οἰκουμενικῇ καὶ ὀρθοδόξῳ συνόδῳ συμφρονοῦντας ἢ καὶ συμφρονήσοντας ἢ νῦν ἢ μετὰ ταῦτα κληρικοὺς ἐν οἱῳδήποτε χρόνῳ τοῖς ἀποστατήσασιν ἢ ἀφισταμένοις ἢ παραβαίνουσιν ἐπισκόποις τούς τε ἁγίους κανόνας καὶ τὴν ὀρθόδοξον πίστιν κελεύομεν μηδόλως ὑποκεῖσθαι κατὰ μηδένα τρόπον. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· Σαφέστερος κανὼν περὶ τοῦ ζητουμένου κεφαλαίου. ἀναγνωσθήτωσαν δὲ καὶ οἱ λοιποὶ κανόνες. Στέφανος ὁ εὐλαβέστατος μοναχὸς καὶ βιβλιοφύλαξ τοῦ εὐαγοῦς πατριαρχείου εἶπεν· ῎Ετι μετὰ χεῖρας ἔχομεν ἐπιστολὰς τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Βασιλείου περὶ τῆς προρρηθείσης ὑποθέσεως, εἰ δεκτοί εἰσιν εἰς τὴν ἱερωσύνην οἱ ἐκ τῆς αἱρέσεως ἐπιστρέφοντες, καὶ εἰ κελεύετε ταύτας ἀναγνωσθῆναι, (ἀναγνωσθήτωσαν). ῾Η ἁγία σύνοδος εἶπεν· ᾽Αναγνωσθήτωσαν. Στέφανος μοναχὸς ἀνέγνω· ᾽Εκ τῆς πρὸς ᾽Αμφιλόχιον κανονικῆς πρώτης ἐπιστολῆς τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Βασιλείου Τὸ δὲ τῶν ᾽Εγκρατιτῶν κακούργημα νοῆσαι ἡμᾶς δεῖ ὅτι, ἵνα ἀπροσδέκτους αὑτοὺς ποιήσωσι τῇ ἐκκλησίᾳ, ἐπεχείρησαν λοιπὸν ἰδίῳ προκαταλαμβάνειν βαπτίσματι ὅθεν καὶ τὴν συνήθειαν τὴν ἑαυτῶν παρεχάραξαν. νομίζω τοίνυν ὅτι, ἐπειδὴ οὐδέν ἐστι περὶ αὐτῶν φανερῶς διηγορευμένον, ἡμᾶς προσῆκεν ἀθετεῖν αὐτῶν τὸ βάπτισμα· κἄν τις ᾖ παρ' αὐτῶν εἰληφώς, προσιόντα τῇ ἐκκλησίᾳ βαπτίζειν. ἐὰν μέντοι μέλλοι τῇ καθόλου οἰκονομίᾳ ἐμπόδιον ἔσεσθαι τοῦτο, πάλιν τῷ ἔθει χρηστέον καὶ τοῖς οἰκονομήσασι τὰ καθ' ἡμᾶς πατράσιν ἀκολουθητέον. ὑφορῶμαι γάρ, μήποτε, ὡς βουλόμεθα ὀκνηροὺς αὐτοὺς περὶ τὸ βαπτίζειν ποιῆσαι, ἐμποδίσωμεν τοῖς σῳζομένοις διὰ τὸ τῆς προτάσεως αὐστηρόν. εἰ δὲ ἐκεῖνοι φυλάσσουσι τὸ ἡμέτερον βάπτισμα, τοῦτο ἡμᾶς μὴ δυσωπείτω· οὐ γὰρ ἀντιδιδόναι αὐτοῖς ὑπεύθυνοι χάριν ἐσμέι, ἀλλὰ δουλεύειν ἀκριβείᾳ κανόνων. παντὶ δὲ λόγῳ τυπωθήτω τοὺς ἐπὶ τῷ βαπτισμῷ ἐκείνων προσερχομένους χρίεσθαι ἐπὶ τῶν πιστῶν δηλονότι καὶ οὕτως προσιέναι τοῖς μυστηρίοις. οἶδα δέ, ὅτι τοὺς ἀδελφοὺς τοὺς περὶ Εὐζώϊον καὶ Σατορνῖωον ἀπ' ἐκείνης ὄντας τῆς τάξεως προσεδεξάμεθα εἰς τὴν καθέδραν τῶν ἐπισκόπων, ὥστε τοὺς τῷ τάγματι ἐκείνων συνημμένους οὐκ ἔτι δυνάμεθα διακρίνειν ἀπὸ τῆς ἐκκλησίας, οἷον κανόνα τινὰ τῆς πρὸς αὐτοὺς κοινωνίας ἐκθέμενοι διὰ τῆς τῶν ἐπισκόπων παραδοχῆς. Οἱ εὐλαβέστατοι μοναχοὶ εἶπον· Αἰτούμεθα, ἵνα κομισθῇ τοῦ ἁγίου ᾽Αθανασίου ἡ πρὸς ῾Ρουφινιανὸν ἐπιστολή. ῾Η ἁγία σύνοδος εἶπτε· Γενέσθω κατὰ τὴν αἴτησιν τῶν εὐλαβεστάτων μοναχῶν. Λεόντιος ὁ ἐνδοξότατος ἀσηκρῆτις εἶπεν· ᾽Εν τῷ τέως ἀναγνωσθήτωσαν αἱ λοιπαὶ τοῦ ἁγίου Βασιλείου ἐπιστολαί. Στέφανος ὁ εὐλαβέστατος μοναχὸς καὶ βιβλιοφύλαξ ἀνέγνω· Τοῦ ἁγίου πατρὸς ἡμῶν Βασιλείου ἐκ τῆς πρὸς Εὐαισηνοὺς ἐπιστολῆς Οὓς δὲ πέρυσιν ἐκ τῆς Γαλατίας μετεστείλαντο, ὡς δι' αὐτῶν δυνάμενοι τὴν παρρησίαν τῆς ἐπισκοπῆς ἀπολαβεῖν, τοιοῦτοί εἰσιν, οἵους ἴσασι μὲν οἱ πρὸς ὀλίγον συγγεγονότες αὐτοῖς. καὶ μετ' ὀλίγα. Εἰ δὲ λέγουσιν, ὅτι μετενόησαν, δειξάτωσαν αὐτῶν ἔγγραηον τὴν μετάνοιαν καὶ ἀναθεματισμὸν τῆς ἐν Κωνσταντινουπόλει πίστεως καὶ χωρισμὸν τῶν αἱρετικῶν καὶ μὴ ἐξαπατάτωσαν τοὺς ἀκεραιοτέρους. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς τοὺς δυτικοὺς ἐπιστολῆς ῎Εστι τοίνυν εἷς τῶν πολλὴν ἡμῖν κατασκευαζόντων λύπην Εὐστάθιος ὁ ἐκ τῆς Σεβαστείας τῆς κατὰ τὴν μικρὰν ᾽Αρμενίαν. ὃς πάλαι μαθητευθεὶς τῷ ᾽Αρείῳ καί, ὅτε ἤκμαζεν ἐπὶ τῆς ᾽Αλεξανδρείας τὰς πονηρὰς κατὰ τοῦ μονογενοῦς συνθεὶς βλασφημίας, ἀκολουθῶν ἐκείνῳ καὶ τοῖς γνησιωτάτοις αὐτοῦ τῶν μαθητῶν ἐναριθμούμενος, ἐπειδὴ ἐπανῆλθεν εἰς τὴν ἑαυτοῦ, τῷ μακαριωτάτῳ ἐπισκόπῳ ῾Ερμογένει τῷ Καισαρείας κρίνοντι αὐτὸν ἐπὶ τῇ κακοδοξίᾳ ὁμολογίαν ἔδωκε πίστεως ὑγιοῦς. καὶ οὕτω τὴν χειροτονίαι ὑπ' αὐτοῦ δεξάμενος Εὐστάθιος μετὰ τὴν ἐκείνου κοίμησιν εὐθὺς πρὸς τὸν ἐπὶ τῆς Κωνσταντινουπόλεως Εὐσέβειον ἔδραμεν, οὐδενὸς ἔλαττον καὶ αὐτὸν τὸ δυσσεβὲς δόγμα τοῦ ᾽Αρείου πρεσβεύοντα. εἶτα ἐκεῖθεν διὰ οἱασδήποτε αἰτίας ἀπελαθείς ἐλθὼν τοῖς ἐπὶ τῆς πατρίδος ἀπελογήσατο πάλιν, τὸ μὲν δυσσεβὲς ἐπικρυπτόμενος φρόνημα, ῥημάτων δέ τινα ὀρθότητα προβαλλόμενος. καὶ τυχὼν τῆς ἐπισκοπῆς, ὡς ἔτυχεν, εὐθὺς φαίνεται γράψας ἀναθεματισμὸν τοῦ ὁμοουσίου ἐν τῷ κατὰ ῎Αγκυραν γενομένῳ αὐτοῖς συλλόγῳ. κἀκεῖθεν ἐπὶ τὴν Σελεύκειαν ἐλθὼν ἔγραψε μετὰ τῶν αὐτοῦ ὁμοδόξων ἃ πάντες ἴσασιν. ἐν δὲ τῇ Κωνσταντινουπόλει συνέθετο πάλιν τοῖς ἀπὸ τῶν αἱρετικῶν προταθεῖσι. καὶ οὕτως ἀπελαθεὶς τῆς ἐπισκοπῆς διὰ τὸ ἐν τῇ Μελιτινῇ προκαθῃρῆσθαι ὁδὸν ἑαυτῷ τῆς ἀποκαταστάσεως ἐπενόησε τὴν ὡς ὑμᾶς ἄφιξιν. καὶ τίνα μέν ἐστιν, ἃ προετάθη αὐτῷ παρἁ τοῦ μακαριωτάτου ἐπισκόπου Λιβερίου, καὶ τίνα, ἃ αὐτὸς συνέθετο, ἀγνοοῦμεν, πλὴν ὅτι ἐπιστολὴν ἐκόμισεν ἀποκαθιστῶσαν αὐτόν, ἣν ἐπιδείξας τῇ κατὰ Τύανα συνόδῳ ἀπεκατέστη τῷ τόπῳ. ᾽Ανεγνώσθη δὲ καὶ ἡ πρὸς Τερέντιον κόμητα τοῦ αὐτοῦ πατρὸς ἐπιστολή, ἐν ᾗ ἐσήμανεν ὁ πατὴρ τὴν πρὸς Εὐστάθιον κοινωνίαν καὶ ἀποδοχὴν ἐκ τῆς αἱρέσεως ἐπιστρέψαντα. Στέφανος ὁ εὐλαβέστατος διάκονος καὶ νοτάριος τοῦ εὐαγοῦς πατριαρχικοῦ σεκρέτου ἀνέγνω· ᾽Εκ τοῦ ὅρου τῆς ἁγίας καὶ οἰκουμενικῆς τρίτης συνόδου κατὰ τῶν δυσσεβῶν Μεσσαλιανῶν ἤγουν Εὐχητῶν ῎Ηρεσεν ἅπασιν ἡμῖν καὶ τοῖς θεοφιλεστάτοις ἐπισκόποις Οὐαλεριανῷ καὶ ᾽Αμφιλοχίῳ καὶ πᾶσι τοῖς τῶν Παμφύλων καὶ Λυκαόνων ἐπαρχιῶν εὐλαβεστάτοις ἐπισκόποις τὰ ἐν τῷ συνοδικῷ χαρτίῳ τυπωθέντα κρατεῖν ἅπαντα καὶ κατὰ μηδένα τρόπον παραβαίνεσθαι αὐτά, βεβαίων ὄντων δηλαδὴ καὶ τῶν πεπραγμένων ἐν ᾽Αλεξανδρείᾳ, ὥστε τοὺς ὄντας κατὰ πᾶσαν ἐπαρχίαν τῆς Μεσσαλιανῶν ἤγουν ᾽Ενθουσιαστῶν αἱρέσεως ἢ καὶ ἐν ὑποψίαις τῆς τοιαύτης γε νόσου γεγενημένους, εἴτε κληρικοὶ εἶεν εἴτε λαϊκοί, μεθοδεύεσθαι καὶ ἀναθεματίζοντας κατὰ τὰ ἐν τῷ μνημονευθέντι συνοδικῷ διηγορευμένα ἐγγράφως μένειν τοὺς μὲν κληρικοὺς ἐν τῷ κλήρῳ, τοὺς δὲ λαϊκοὺς ἐν τῇ κοινωνίᾳ τῆς ἐκκλησίας. Πέτρος ὁ εὐλαβέστατος ἀναγνώστης καὶ νοτάριος τοῦ εὐαγοῦς πατριαρχικοῦ σεκρέτου ἀνέγνω· Τοῦ ἁγίου πατρὸς ἡμῶν Κυρίλλου ἀρχιεπισκόπου ᾽Αλεξανδρείας Μαξίμῳ διακόνῳ ᾽Αντιοχείας ὑπομνηστικόν ῎Εμαθον παρὰ τοῦ ἀγαπητοῦ μονάζοντος Παύλου, ὅτι παραιτεῖται ἡ σὴ θεοσέβεια μέχρι σήμερον τὴν κοινωνίαν τὴν πρὸς τὸν εὐλαβέστατον ἐπίσκοπον ᾽Ιωάννην διὰ τό τινας ἐν τῇ ᾽Αντιοχέων ἐκκλησίᾳ ἢ φρονοῦντας ἔτι τὰ Νεστορίου ἢ πεφρονηκότας μέν, ἀποσχομένους δὲ ἴσως. δοκιμασάτω τοίνυν τὸ σὸν ἐπιεικές, πότερόν ποτε οἱ λεγόμενοι συνάγεσθαι γυμνῶς καὶ ἀναισχύντως τῷ Νεστορίῳ καὶ φρονοῦσι καὶ λαλοῦσιν ἑτέροις ἢ κεκαυτηριασμένην μὲν ἐσχήκασί ποτε τὴν συνείδησιν, συνάγονται δὲ νῦν μεταμεληθίντες ἐφ' οἷς συνηρπάγησαν, αἰσχυνόμενοι δὲ ἴσως ὁμολογεῖν τὸ πταῖσμα· συμβαίνει γάρ τινα τοιαῦτα περὶ τοὺς ἀπατηθέντας γίνεσθαι. κἂν ἴδῃς συντρέχοντας νῦν τῇ ὀρθῇ πίστει, ἀμνησικάκει περὶ τῶν παρελθόντων· βουλόμεθα γὰρ μᾶλλον ἀρνουμένους αὐτοὺς ὁρᾶν ἢ ἀναισχύντῳ γνώμῃ συνηγοροῦντας ταῖς Νεστορίου κακίαις. ἵνα δὲ μὴ δοκῶμεν τιμᾶν τὸ φιλόνεικον, ἀσπασώμεθα τὴν πρὸς τὸν εὐλαβέστατον ἐπίσκοπον ᾽Ιωάννην κοινωνίαν, συγχωροῦντες αὐτῷ καὶ οἰκονομίας ἕνεκα μὴ ἀκριβολογεῖσθαι σφόδρα περὶ τοὺς μεταγινώσκοντας· οἰκονομίας γάρ, ὡς ἔφην, δεῖται τὸ πρᾶγμα πολλῆς. Τοῦ αὐτοῦ πατρὸς πρὸς Γεννάδιον πρεσβύτερον καὶ ἀρχιμανδρίτην Τὸ μὲν ἔντονον εἰς ευλάβειαν τῆς σῆς θεοσεβείας οὐ νῦν ἔγνων, ἀλλ' ᾔδειν ἔκπαλαι καὶ ἐπαινῶ γε σφόδρα μετὰ τοιαύτης ἀκριβείας θέλουσαν ζῆν. ἀλλ' οἴκονομίαι πραγμάτων ἔσθ' ὅτε παραβιάζονται βραχὺ τοῦ δέοντος ἔξω φέρεσθαί τινας, ἵνα τι μεῖζον κερδαίνωσιν. ὥσπερ γὰρ οἱ τὴν θάλασσαν ναυτιλλόμενοι χειμῶνος ἐπικειμένου καὶ κινδυνευούσης τῆς νεὼς ἀλύοντες ἀποφορτίζονταί τινα τοῦ σῶσαι τὰ λοιπά, οὕτω καὶ ἡμεῖς ἐν τοῖς πράγμασιν, ὅταν μὴ ἐξῇ τὸ λίαν ἀκριβὲς ἀποσῴζειν, παρορῶμέν τινα, ἵνα μὴ τοῦ παντὸς πάθωμεν ζημίαν. καὶ ταῦτα γράφω μαθών, ὅτι ἡ σὴ θεοσέβεια λελύπηται εἰς τὸν ὁσιώτατον καὶ θεοσεβέστατον ἀδελφὸν ἡμῶν καὶ συλλειτουργὸν ἐπίσκοπον Πρόκλον ὡς λαβόντα πρὸς κοινωνίαν τὸν τῆς Αἰλιέων, ὃν οἱ μὲν τῆς ἐκκλησίας θεσμοὶ τῆς Παλαιστίνης ἡγούμενον οὐκ ἴσασιν, ἐγείρει δὲ πρὸς ἀχάλινον τοῖ πράγματος ἐπιθυμίαν φιλοδοξία διάκενος πικρὸν ἔχουσα τὸ τέλος. μὴ ἀποφευγέτω τοίνυν ἡ σὴ θεοσέβεια τὴν πρὸς τὸν ὁσιώτατον καὶ θεοφιλέστατον ἐπίσκοπον Πρόκλον κοινωνίαν· μία γὰρ γέγονεν ἡ φροντὶς ἐμοί τε καὶ τῇ ὁσιότητι αὐτοῦ, καὶ ὁ τῆς οἰκονομίας τρόπος οὐδενὶ τῶν συνετῶν ἀπήρεσεν. Τούτων ἀναγνωσθέντων οἱ μοναχοὶ εἶπον· Εἰ κελεύει ἡ ἁγία σύνοδος, κομισθήτω ἡ πρὸς ῾Ρουφινιανὸν τοῦ ἁγίου ᾽Αθανασίου ἐπιστολὴ καὶ ἀναγνωσθήτω. ῾Η ἁγία σύνοδος εἶπε· Γενέσθω ἡ αἴτησις τῶν εὐλαβεστάτων μοναχῶν. Στέφανος ὁ προειρημένος μοναχὸς ἔχων μετὰ χεῖρας τὴν βίβλον ἀνέγνω· Τοῦ ἁγίου ᾽Αθανασίου πρὸς ῾Ρουφινιανόν Κυρίῳ ἀγαπητῷ καὶ ποθεινοτάτῳ συλλειτουργῷ ῾Ρουφινιανῷ ᾽Αθανάσιος ἐν κυρίῳ χαίρειν. καὶ μεθ' ἕτερα· ᾽Επειδὴ φιλοκάλως καὶ ἐκκλησιαστικῶς - τοῦτο γὰρ πάλιν πρέπει τῇ σῇ εὐλαβείᾳ - ἠρώτησας περὶ τῶν δι' ἀνάγκην ὑποσυρέντων, μὴ φθαρέντων δὲ ἐν τῇ κακοπιστίᾳ, καὶ ἠθέλησας γράψαι με τὰ δόξαντα ἐν ταῖς συνόδοις καὶ πανταχοῦ περὶ αὐτῶν, γίνωσκε, κύριέ μου ποθεινότατε, ὅτι ἐν ἀρχῇ μὲν παυσαμένης τῆς γενοὁένης βίας γέγονε σύνοδος παρόντων καὶ τῶν ἀπὸ τῶν ἔξω μερῶν ἐπισκόπων, γέγονε δὲ καὶ παρὰ τοῖς τὴν ῾Ελλάδα κατοικοῦσι συλλειτουργοῖς, οὐδὲν δὲ ἧττον καὶ τοῖς ἐν Σπανίᾳ καὶ Γαλλίᾳ. καὶ ἤρεσεν ὅπερ ὧδε καὶ πανταχοῦ, ὥστε τοῖς μὲν καταπεπτωκόσι καὶ προϊσταμένοις τῆς ἀσεβείας συγγινώσκειν μὲν μετανοοῦσι, μὴ διδόναι δὲ αὐτοῖς ἔτι τόπον κλήρου, τοῖς δὲ μὴ αὐθεντοῦσι μὲν τῆς ἀσεβείας, ὑποσυρεῖσι δὲ δι' ἀνάγκην καὶ βίαν, ἔδοξε δίδοσθαι μὲν συγγνώμην, ἔχειν δὲ καὶ τὸν τόπον τοῦ κλήρου, μάλιστα ὅτι ἀπολογίαν πιθανὴν ἐπορίσαντο, καὶ ἔδοξί τοῦτό πως οἰκονομικῶς γεγενῆσθαι· διεβεβαιώσαντο γὰρ μὴ μεταβεβλῆσθαι μὲν εἰτ ἀσέβειαν, ἵνα δὲ μὴ κατασταθέντες τινὲς ἀσεβέστατοι διαφθείρωσι τὰς ἐκκλησίας, εἵλοντο μᾶλλον συνδραμεῖν τῇ βίᾳ καὶ βαστάσαι τὸ βάρος ἢ λαοὺς ἀπολέσθαι. τοῦτο δὲ λέγοντες ἔδοξαν καὶ ἡμῖν πιθανῶς λέγειν διὰ τὸ καὶ προφασίζεσθαι αὐτοὺς τὸν ᾽Ααρὼν τὸν Μωυσέως ἀδελφὸν ἐν τῇ ἐρήμῳ συνδραμεῖν μὲν τῇ τοῦ λαοῦ παραβάσει, ἀπολογίαν δὲ ἐσχηκέναι, ἵνα μὴ ὁ λαὸς ὑποστρέψας εἰς Αἴγυπτον ἐπιμείνῃ τῇ εἴδωλολατρίᾳ· καὶ γὰρ ἦν φαινόμενον εὔλογον, ὅτι μένοντες ἐν τῇ ἐρήμῳ δύιανται παύσασθαι τῆς ἀσεβείας, εἰσελθόντες δὲ εἰς Αἴγυπτον ἐπετρίβοντο καὶ ηὔξανον ἐν αὐτοῖς τὴν ἀσέβειαν. τούτου τοίνυν ἕνεκα συγγνωστὸν πρὸς τὸν κλῆρον γέγονε, τοῖς δὲ ἀπατηθεῖσι καὶ βίαν παθοῦσι συγγνώμην διδόναι. ταῦτα καὶ ἐν ῾Ρώμῃ ἐγράφη καὶ ἀπεδέξατο ἡ ῾Ρωμαίων ἐκκλησία. ταῦτα καὶ τῇ σῇ εὐλαβείᾳ δηλῶ θαρρῶν, ὅτι τὰ δόξαντα ἀποδέξεταί σου ἡ θεοσέβεια. Σάβας καὶ οἱ σὺν αὐτῷ εὐλαβέστατοι μοναχοὶ εἶπον· Οὔκ ἐστιν αὕτη ἡ φωνὴ τοῦ ἁγίου ᾽Αθανασίοι μόνον, ἀλλὰ καὶ συνόδων διὰ τὸ λέγειν τὸν αὐτὸν πατέρα, ὅτι καὶ οἱ ῾Ρωμαῖοι καὶ οἱ ῾Ελλάδας ἀπεδέξαντο. καὶ ὁρίζει τοὺς ἐξ αἱρέσεως ἐπιστρέφοντας δέχεσθαι μὲν εἰς μετάνοιαν, τὴν ἱερωσύνην δὲ μὴ ἀπολαμβάνειν. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· Οὐ περὶ παντὸς αἱρετικοῦ ἐπιστρέφοντος ἀποφαίνεται ὁ πατὴρ μὴ δεχθῆναι, ἀλλὰ περὶ τῶν πρωτάρχων τῆς αἱρέσεως καὶ τῶν ἐμπαθῶς ἐγκειμένων καὶ ῥήμασι μὲν σχηματιζομένων τὴν ἀλήθειαν ἐπὶ παρουσίᾳ ὀρθοδόξων, περὶ δὲ τὸν νοῦν κακουργούντων. ὅμως καὶ αὖθις ἀναγνωσθήτω ἡ αὐτὴ πρὸς ῾Ρουφινιανὸν ἐπιστολὴ τοῦ αὐτοῦ πατρός. ᾽Αναγινωσκομένου δὲ τοῦ χωρίου τοῦ λέγοντος· «ὥστε τοῖς μὲν καταπεπτωκόσι καὶ προϊσταμένοις τῆς ἀσεβείας συγγινώσκειν μὲν μετανοοῦσι, μὴ διδόναι δὲ αὐτοῖς ἔτι τόπον κλήρου, τοῖς δὲ μὴ αὐθεντοῦσι μὲν τῆς ἀσεβείας, ὑποσυρεῖσι δὲ δι' ἀνάγκην καὶ βίαν, ἔδοξε δίδοσθαι μὲν συγγνώμην, ἔχειν δὲ καὶ τὸν τόπον τοῦ κλήρου, μάλιστα ὅτι ἀπολογίαν πιθανὴν ἐπορίσαντο», οἱ εὐλαβέστατοι μοναχοὶ εἶπον· ᾽Ιδοὺ καθὼς προέφημεν, ὁ πατὴρ οὐ δέχεται εἰς ἱερωσύνην τοὺς ἐξ αἱρέσεως ἐπιστρέφοντας. Ταράσιος ὁ ἁγιώτατες πατριάρχης εἶπεν· Οὐκ ἔστιν οὕτως, καθὼς νοεῖτε. ὁ μὲν γὰρ πατὴρ τοὺς μὴ αὐθεντήσαντας τῆς αἱρέσεως, ἀλλ' ὑποσυρέντας καὶ βίαν παθόντας ἀποδέχεται εἰς ἱερωσύνην, μόνους δὲ τοὺς προϊσταμένους ἢ γεννήτορας τῶν αἱρέσεων [αὐτοὶς] εἰς ἱερωσύνην οὐ προσεδέξατο, εὖ γε καὶ καλῶς καὶ δικαίως τοῦτο ἀποφαινόμενος. καὶ αὖθις πένταθλον οἶδε τὸν ἅγιον ᾽Αθανάσιον ἡ ἐκκλησία, ὡς διωχθέντα εἰς ῾Ρώμην διαφόρως καὶ ἀτίμῳ φυγῇ ἐξελαθέντα ὑπὸ τῶν προϊσταμένων τῆς ᾽Αρειανικῆς αἱρέσεως· ὑποστρέφοντος δὲ αὐτοῦ καὶ περιγενομένου τῶν ἐκκλησιῶν οἱ ἀντίπαλοι αὐτῷ ὑπεκολλῶντο κατὰ τοὺς καιροὺς μεταβαλλόμενοι· ὅτε δὲ παρρησίαν ἐλάμβανον ἐκείνου ἀναχωροῦντος, εἰς τὴν προτέραν αἵρεσιν ἐπανήρχοντο καὶ διωγμὸν κατὰ τῶν εὐσεβῶν ἐκίνουν. διὰ τοῦτο οἶμαι τὸν πατέρα λέγειν μὴ δέχεσθαι τοὺς τοιούτους εἰς ἱερωσύνην, ὡς ὑπομείναντα αὐτόν τε καὶ τοὺς ὀρθοδόξους ὑπ' αὐτῶν τὰ χαλεπά. Σάβας ὁ εὐλαβέστατος μοναχὸς εἶπεν· ᾽Αμνησίκακός ἐστιν ὁ ἀνήρ. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· Πρόδηλον τοῦτο· οὐδὲ γὰρ κακὸν ἀντὶ κακοῦ ἀπεδίδου τινί, διὰ δὲ τὸν τοῦ θεοῦ ζῆλον καὶ ἀσφάλειαν τῆς ἐκκλησίας ἀπαίδευτον χρηστότατα οὐκ ἠδύνατο κτᾶσθαι, ἀλλὰ τὰ πρὸς ἐκδίκησιν τοῦ θεοῦ προετιμᾶτο. ᾽Ιωάννης ὁ εὐλαβέστττος πρεσβύτερος μοναχὸς καὶ τοποτηρητὴς τῆς ἀνατολικῆς διοικήσεως εἶπε· Καλῶς ἀνεγνώσθη ὁ ὅρος οὗτος εἰς ἀσφάλειαν τῶν ἀκουόντων. Οἱ μοναχοὶ ἀναλαβόντες εἶπον· ᾽Αλλὰ τοὺς παρασυρέντας καὶ βίαν παθόντας ὁ πατὴρ προσίεται. εἰπάτωσαν οὖν, εἰ παρεσύρησαν ἢ βίαν ὑπέμειναν, ὅτε ἀπέστησαν τῆς ἀληθείας. ῾Υπάτιος καὶ οἱ σὺν αὐτῷ ἐπίσκοποι εἶπον, ὅτι ἡμεῖς οὔτε βίαν ὑπεμείναμεν οὐδὲ παρεσύρημεν, ἀλλ' ἐν ταύτῃ τῇ αἱρέσει ἡμῶν γεννηθέντες ἀνετράφημεν καὶ ηὐξήθημεν. Θεόδωρος ὁ θεοφιλέττατος ἐπίσκοπος Κατάνης καὶ οἱ σὺν αὐτῷ ὁσιώτατοι ἐπίσκοποι Σικελίας μετὰ καὶ ᾽Επιφανίου διακόνου πόλεως Κατάνης καὶ τὸν τόπον ἐπέχοντος Θωμᾶ ἐπισκόπου Σαρδανίας εἶπον, ὅτι οἱ ἀναγνωσθέντες κανόνες τῶν ἁγίων πατέρων περί τε Ναυατιανῶν καὶ ᾽Εγκρατιτῶν καὶ ᾽Αρειανῶν εἴρηνται· ταύτης δὲ τῆς αἱρέσεως τοὺς ἡγήτορας μετὰ τίνων τάξομεν; Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· Εὑρίσκομεν καὶ Μανιχαίους μὴ δεξαμένους εἰκόνας καὶ Μαρκιωνιστὰς καὶ τοὺς συγχυτικοὺς τῶν Χριστοῦ φύσεων· ὧν πρῶτος Πέτρος ὁ Κναφεὺς καὶ Ξεναίας ὁ ῾Ιεραπόλεως οἱ αἱρετικοί, ἀλλὰ καὶ Σευῆρος. ᾽Επιφάνιος διάκονος τῆς ἐκκλησίας Κατάνης καὶ τοποτηρητὴς Θωμᾶ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Σαρδανίας εἶπεν· ᾽Ελάττων ἐστὶ τῶν προγεγενημένων αἱρέσεων ἡ νυνὶ καινοτομηθεῖσα ἢ ὑπερτέρα; Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· Τὸ κακὸν ἤδη κακόν ἐστι καὶ μάλιστα ἐπὶ ἐκκλησιαστικῶν πραγμάτων· τὸ γὰρ ἐπὶ δόγμασιν ἐπὶ μικροῖς καὶ μεγάλοις ἁμαρτάνειν ταυτόν ἐστιν· ἐξ ἀμφοτέρων γὰρ ὁ νόμος τοῦ θεοῦ ἀθετεῖται. ᾽Ιωάννης ὁ εὐλαβέστατος μοναχὸς καὶ τοποτηρητὴς τῶν ἀνατολικῶν θρόνων εἶπεν· ῾Η αἵρεσις αὕτη χείρων πασῶν τῶν αἱρέσεών ἐστι καὶ κακῶν κακίστη, ὡς τὴν οἰκονομίαν τοῦ σωτῆρος ἀνατρέπουσα. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· ῾Οδηγεῖ ἡμᾶς τὸ ῥητὸν τοῦ πατρὸς ἡμῶν ᾽Αθανασίου, ἕτι ἐὰν ἄλλη αἰτία τις οὐκ ἐγένετο τῶν εὐλαβεστάτων ἐπισκόπων, ἵνα δεχθῶσιν. ῾Η ἁγία σύνοδος εἶπεν· ᾽Αναγνωσθήτω καὶ τὰ λοιπὰ τῶν κανονικῶν χρήσεων. ῎Ετι Κωνσταντῖνος ὁ εὐλαβέστατος διάκονος καὶ νοτάριος τοῦ εὐαγοῦς πατριαρχείου ἀνέγνω· ᾽Εκ τῶν πεπραγμένων τῆς ἁγίας καὶ οἰκουμενικῆς τετάρτης συνόδου τῆς ἐν Χαλκηδόνι Οἱ ᾽Ανατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Πάντες ἡμάρτομεν, πάντες συγφνώμην αἰτοῦμεν. καὶ αὖθις· Θαλάσσιος, Εὐσέβιος καὶ Εὐστάθιος οἱ εὐλαβέστατοι ἐπίσκοποι εἶπον· Πάντες ἡμάρτομεν, πάντες συγννώμην αἰτοῦμεν. καὶ μεθ' ἕτερα· Καὶ ἀναστὰς ὁ εὐλαβέστατος ἐπίσκοπος ᾽Ιουβενάλιος ἅμα αὐτοῖς μετῆλθεν εἰς τὸ ἄλλο μέρος. καὶ ἀνεβόησαν οἱ ᾽Ανατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπἴσκοποι· Ὁ θεὸς καλῶς ἤνεγκέ σε, ὀρθόδοξε· καλῶς ἦλθες. καὶ μεθ' ἕτερα πλεῖστα· Οἱ ᾽Ιλλυρικιανοὶ εὐλαβέστατοι ἐπίσκοποι εἶπον· Πάντες ἐσφάλημεν, πάντες συγγνώμην ἐξαιτοῦμεν. Σάβας ὁ εὐλαβέστατος μοναχὸς καὶ ἡγούμενος τῶν Στουδίου εἶπεν· Εἰ δοκεῖ τῇ ἁγίᾳ συνόδῳ, ἴδωμει τὰς χειροτονίας τῶν δεχθέντων, εἰ ἀπὸ αἱρετικῶν ἦσαν ἢ οὔ. ῾Η ἁγία σύνοδος εἶπε· Ζητεῖτε ἐν τοῖς ἑξῆς καὶ περὶ τῆς χειροτονίας. ᾽Αντώνιος ὁ εὐλαβέστατος μοναχὸς ἀνέγνω· ᾽Εκ τῆς ἐκιβλησιαστικῆς ἱστορίας ῾Ρουφίνου πρεσβυτέρου ῾Ρώμης Εὐσέβιος ἐν ᾽Αλεξανδρείᾳ γενόμενος εὑρίσκει σύνοδον κροτουμένην περὶ τῆς αὐτῆς ὑποθέσεως, ὀλίγων φιὲν ὄντων τῶν συνελθόντων, χάριτι δὲ τῆς ὑπὲρ Χριστοῦ ὁμολογίας τὰ μέγιστα πράττειν καὶ λέγειν δυναμένων. ἔνιοι γοῦν ζήλῳ τῆς εὐσεβείας ἔλεγον «μὴ θέμις τοἴς δεξαμένοις ῎Αρειον κοινωνεῖν», ἔνιοι δὲ ἐβουλεύοντο πάντας δέχεσθαι μετανοοῦντας καὶ ἀναθεματίζοντας, ἵνα μὴ πολλὰ πλήθη ἀνθρώπων ἀπόλλωνται, λέγοντες ὅτι «οὐκ ὀφείλομεν τὰ ἑαυτῶν ζητεῖν, ἀλλὰ τὸ πολλοῖς συμφέρον· καθὼς καὶ ὁ Χριστὸς ποιεῖ σταυρωθεὶς ὑπὲρ ἡμῶν, ἵνα σώσῃ τῶν ἀνθρώπων τὸ γένος· οὔτε γὰρ μόνοις ἡμῖν τὴν βασιλείαν τῶν οὐρανῶν πρεσβεύειν ὀφείλομεν, ἀλλὰ καὶ ἑτέροις πολλοῖς· ὅπου καὶ τὸν υἱὸν τὸν ἐν ἀσωτίᾳ βιώσαντα μετανοήσαντα ὁ πατὴρ προσεδέξατο καὶ συλλήβδην εἰπεῖν τῆς ἱερωσύνης αὐτῷ μετεῖναι τὸ ἀξίωμα βουλόμενος τὴν σφραγῖδα ἐν τῷ δακτυλίῳ δίδωσι καὶ τὴν στολὴν περιθέσθαι ποιεῖ.» ἐκράτησε γοῦν οὗτος ὁ κανὼν ἐκ τῆς εὐαγγελικῆς αὐθεντίας συνεσφιγμένος, καὶ τυποῦσιν ᾽Αστέριον μὲν ἐν ταῖς κατὰ τὴν ἀνατολὴν ἐκκλησίαις περὶ τούτου πρεσβεύειν, Εὐσέβιον δὲ ταῖς ἐπὶ τῆς δύσεως. προσετέθη δὲ κατὰ τήνδε τὴν σύνοδον καὶ τὰ περὶ τοῦ ἁγίου πνεύματος διὰ τὸ ἀναφυῆναι πάλιν τοὺς χωρίζοντας αὐτὸ τῆς δοξολογίας. Κωνσταντῖνος ὁ εὐλαβέστατος διάκονος καὶ νοτάριος ἀνέγνω· ᾽Εκ τῆς ἐκκλησιαστικῆς ἱστορίας Σωκράτους Φωτεινὸς ὁ τοῦ Σερμίου γενόμενος ἐπίσκοπος μαθητὴς ἦν Μαρκέλλου τοῦ ᾽Αγκύρας, καὶ αὐτὸς ψιλὸν ἄνθρωπον τὸν κύριον ἔλεγεν ὡς καὶ Μάρκελλος. Καὶ αὖθις ὁ αὐτὸς ἀνέγνω· ᾽Εκ τῆς ἐκκλησιαστικῆς ἱστορίας Σωκράτους Οἱ δὲ ἐν Σαρδικῇ ἐρήμην αὐτῶν κατεδιῄτησαν, ὅρον δὲ πίστεως τὸν ἐν Νικαίᾳ ἐκύρωσαν καὶ τὸ ἀνόμοιον ἐκβάλλουσι καὶ ἀναθεματίζουσιν· ἀποδιδόασι δὲ τοὺς θρόνους Παύλῳ καὶ ᾽Αθανασίῳ, ἔτι γε μὴν καὶ Μαρκέλλῳ τῷ ᾽Αγκύρας ἀπολογουμένῳ καὶ λέγοντι, ὡς οὐκ ἐνοήθησαν, ἅπερ ἐν βίβλοις ἐξέθετο, ἐπεὶ ὅτι αὐτὸς τοὺς λέγοντας ψιλὸν ἄνθρωπον τὸν κύριον ἀποστρέφεται. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· ῎Ηδη πλεῖσται κανονικαὶ βίβλοι καὶ συνοδικαὶ καὶ πατρικαὶ ἀνεγνώσθησαν, καὶ τοὺς ἐξ αἱρέσεως ἐπιστρέφοντας ἐδίδαξαν ἡμᾶς δέχεσθαι, ἐάν τις αἰτία πονηρὰ οὐκ ἔστιν ἐν αὐτοῖς. ῾Η ἁγία σύνοδος εἶπε· Καλῶς ἐποίησας, δέσποτα, διά τε ἐπιστολῶν καὶ συνοδικῶν συγγραμμάτων διδάξας ἡμᾶς τὴν τῶν αἱρετικῶν ἀποδοχὴν ἐπιγινώσκειν. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· Τοῦ ἁγίου ᾽Αθανασίου τὸ ἀναγνωσθὲν καὶ πάλιν ἀναγνωσθήτω. ῾Η ἁγία σύνοδος εἶπεν· ᾽Αναγνωσθήτω κατὰ τὴν κέλευσιν τοῦ ἁγίου πατρὸς ἡμῶν. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· ᾽Εξ αἰτήσεως τῶν εὐλαβεστάτων μοναχῶν ἀναγνωσθήτω. Στέφανος ὁ εὐλαβέστατος μοναχὸς καὶ βιβλιοφύλαξ ἀνέγνω τοῦ ἁγίου ᾽Αθανασίου πρὸς ῾Ρουφινιανόν, ὡς προγέγραπται. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· Καθὼς προειρήκαμεν, οὕτως ἐστὶν ὁ νοῦς τοῦ πατρὸς ἡμῶν. Οἱ εὐλαβέστατοι μοναχοὶ εἶπον· ῾Ημεῖς καὶ πρώην εἴπομεν οἱ ἀνάξιοι δοῦλοι τῆς ἁγιωσύνης ὑμῶν, ὅτι εἴ τι δέχονται αἱ ἅγιαι καὶ οἰκουμενικαὶ σύνοδοι, ἐὰν μή τί ἐστι τὸ ἀντιπράττον, δεχόμεθα. Πέτρος ὁ θεοφιλέστατος πρεσβύτερος καὶ τὸν τόπον ἐπέχων τῆς ἀποστολικῆς καθέδρας ᾽Αδριανοῦ Πάπα ῾Ρώμης εἶπε· Τοῦτο εὔδηλόν ἐστι. καὶ γὰρ ἐν ῾Ρώμῃ ἐξόριστος ἦν Μακάριος ὁ αἱρετικὸς ὑπὸ τῆς ἁγίας ἕκτης συνόδου. καὶ τεσσαράκοντα ἡμέρας ἔδωκεν αὐτῷ διορίαν ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν καὶ πάπας Βενέδικτος· καὶ καθ' ἡμέραν ἀπέλυε πρὸς αὐτὸν Βονιφάτιον τὸν κονσιλιάριον αὐτοῦ καὶ νουθετικοῖς ῥήμασιν ἐδίδασκεν αὐτὸν ἐκ τῆς θείας γραφῆς, καὶ οὐδέποτε ἠθέλησε διορθώσασθαι. τοῦτο δὲ ἐποίει πεῖσαι αὐτὸν καὶ δέξασθαι. ῾Η ἁγία σύνοδος εἶπεν· Εἰ μὲν ὁλοψύχως κατάθωνται οἱ ἐξεταζόμενοι ἐπίσκοποι, χάρις τῷ θεῷ καὶ αὐτοῖς, εἰ δὲ ὑπουλότητα ἔχουσι, κρινεῖ ἐπ' αὐτῶν ὁ θεὸς ὡς ἐπἱ ᾽Αρείου καὶ Νεστορίου. Οἱ ἐξεταζόμενοι ἐπίσκοποι ἀνεθεμάτισαν ἑαυτούς, λέγοντες ὅτι οὔκ ἐσμεν ἐν ὑπουλότητι· ἀλλ' ἐὰν μὴ ὁμολογήσωμεν καθὼς ἡ καθολικὴ ἐκκλησία, ἀνάθεμα ἔχομεν ἀπὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· ᾽Εχώμεθα τῶν προκειμένων. Πέτρος ὁ θεοφιλέστατος πρεσβύτερος καὶ τὸν τόπον ἐπέχων τοῦ ὁσιωτάτου πάπα ῾Ρώμης ᾽Αδριανοῦ εἶπεν· ῞Ως φασιν οἱ ἱστορικοί, ὁ ἅγιος Μελέτιος ὑπὸ τῶν ᾽Αρειανῶν ἐχειροτονήθη, καὶ ἀνῆλθεν ἐπὶ τοῦ ἄμβωνος καὶ ἐκήρυξε τὸ ὁμοούσιον, ἡ δἑ χειροτονία οὐκ ἀπεδοκιμάσθη. Θεόδωρος ὁ ὁσιώτατος ἐπίσκοπος Κατάνης καὶ οἱ σὺν αὐτῷ ἐπίσκοποι Σικελίας εἶπον· ᾽Αληθῶς εἴρηκεν ὁ πρωτοπρεσβύτερος τῆς ἀποστολικῆς καθέδρας. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· Κατ' οὐδὲν τοὺς πατέρας εὑρίσκομεν διαφωνοῦντας, ἀλλ' ὡς τοῦ αὐτοῦ πνεύματος ὄντες πάντες τὸ αὐτὸ κηρύττουσι καὶ διδάσκουσιν. ἀλλ᾽ ὡς οἰκονομίαν τινὰ ἐπινοῶν ὁ πατὴρ ὁ ἅγιος ᾽Αθανάσιος οὕτως ἐξέθετο. ὅθεν ἔκρινιτν αὐτοὺς δέχεσθαι εἰς τὸν κλῆρον, ὅσοι οὔκ εἰσι διδάσκαλοι τῆς αἱρέσεως. Οἱ εὐλαβέστατοι μοναχοὶ εἶπον· Εἴ τι ἐκρίθη ἀνὰ μέσον τῆς ἁγίας ὑμῶν συνόδου, δεχόμεθα. ῾Η ἁγία σύνοδος εἶπεν· ᾽Ελπίζομεν, ὅτι μετὰ τὴν σύνοδον οὐδεὶς διαστραφήσεται, καθότι ἐν ταῖς καταθέσεσιν αὐτῶν ἑαυτοὺς οἱ ἐπίσκοποι ἀνεθεμάτισαν ὅτι «ἐὰν ἐπιστρέψωμεν ἐπὶ τὴν προτέραν αἵρεσιν, καθῃρημένοι ἐσμέν.» Κωνσταντῖνος ὁ θεοφιλέστατος ἐπίσκοπος Κωνσταντίας τῆς Κύπρου εἶπε· Πανίερε δέσποτα, εἰ μὲν ἐπιφέρονται λιβέλλους, ἐπιδιδότωσαν, εἰ δὲ μή γε, ποιείτωσαν. καὶ εἶθ' οὕτως κρινεῖ ἡ ἁγία σύνοδος ἐπ' αὐτοῖς. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· ῎Εχουσι τοὺς λιβέλλους αὐτῶν μετὰ χεῖρας καὶ ἕτοιμοί εἰσι τοῦ ἐπιδοῦναι. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπει· ᾽Εν τῷ τέως τὰ ὑπόλοιπα περὶ τῆς προκειμένης ζητήσεως τῶν ἁγίων κανόνων ἀναγνωσθήτω. Κοσμᾶς ὁ εὐλαβέστατος διάκονος καὶ νοτάριος καὶ κουβουκλείσιος τοῦ εὐαγοῦς πατριαρχείου ἀνέγνω· ᾽Εκ τοῦ βίου τοῦ ὁσἵου πατρὸς ἡμῶν Σάβα Τῆς τοίνυν ἁγίας καὶ οἰκουμενικῆς πέμπτης συνόδου τῆς ἐν Κωνσταντινουπόλει συναθροισθείσης κοινῷ καὶ καθολικῷ καθυπεβλήθησαν ἀναθέματι ᾽Ωριγένης τε καὶ Θεόδωρος ὁ Μοψουεστίας καὶ τὰ περὶ προϋπάρξεως καὶ ἀποκαταστάσεως Εὐαγρίῳ καὶ Διδύμῳ εἰρημένα παρόντων τῶν τεσσάρων πατριαρχῶν καὶ τούτοις συναινούντων. τοῦ μέντοι θεοφυλάκτου ἡμῶν βασιλέως ἀποστείλαντος ἐν ῾Ιεροσολύμοις τὰ ἐν τῇ συνόδῳ πραχθέντα καὶ πάντων τῶν κατὰ Παλαιστίνην ἐπισκόπων χειρὶ καὶ στόματι ταῦτα βεβαιωσάντων καὶ κυρωσάντων πλὴν ᾽Αλεξάνδρου τοῦ ᾽Αβίλης καὶ διὰ τοῦτο τῆς ἐπισκοπῆς ἐκβληθέντος καὶ ἐν τῷ Βυζαντίῳ ὑπὸ σεισμοῦ καταχωσθέντος οἱ μὲν Νεολαυρῖται τῆς καθολικῆς ἑαυτοὺς ἐχώρισαν κοινωνίας, ὁ δὲ πατριάρχης Εὐστόχιος διαφόρως αὐτοὺς μεταχειρισάμενος καὶ ἐπὶ ὀκτὼ μῆνας τῇ πρὸς αὐτοὺς νουθεσίᾳ καὶ παρακλήσει χρησάμενος καὶ μὴ πείσας αὐτοὺς τῇ καθολικῇ κοινωνῆσαι ἐκκλησίᾳ βασιλικαῖς κελεύσεσι χρησάμενος δι' ᾽Αναστασίου τοῦ δουκὸς τῆς Νέας λαύρας αὐτοὺς ἐξέωσε καὶ τὴν ἐπαρχίαν πᾶσαν τῆς αὐτῶν ἠλευθέρωσε λύμης. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· ῾Ορᾶτε ὅτι ὀκτὼ μῆνας διετέλεσεν ὁ ἀρχιεπίσκοπος παρακαλῶν καὶ μακροθυμῶν ἐπ' αὐτοῖς, καίτοι γε εἰδὼς αὐτοὺς προαναθεματισθέντας ἐν τῇ συνόδῳ. τοιγαροῦν ἤδη ἠνωτισάμεθα τὰς κανονικὰς διατάξεις καὶ τὰ συὶοδικὰ παραγγέλματα καὶ τῶν ἁγίων πατέρων τὴν ἀκρίβειαν, καὶ πάντες ὁμοφρόνως τοὺς προσερχομένους ἀπὸ αἱρέσεως τῆς οἱασοῦν ἀπεδέξαντο. ῾Η ἁγία σύνοδος εἶπεν· ῾Ως ἀληθῶς ἔχει, ἐὰν ἑτέρα κανονικὴ αἰτία οὐκ ἔστιν ἡ κωλύουσα. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· Οὕτω στοιχεῖ πᾶσιν, ἵνα δεξώμεθα αὐτούς; ῾Η ἁγία σύνοδος εἶπε· Στοιχεῖ πᾶσιν. Οἱ εὑλαβέστατοι μοναχοὶ ἐξεβόησαν· Καὶ ἡμῖν ἀρέσκει. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· Καὶ πάλιν λέγομεν· ἐὰν ἑτέρα κανονικὴ αἰτία ἡ καθαιροῦσα τὸν προσερχόμενον οὐκ ἔστι, δεχθήσεται· πάντως γὰρ χρὴ τὰς κανονικὰς διατάξεις φυλάττεσθαι. Οἱ εὐλαβέστατοι μοναχοὶ εἶπον, ὅτι κατὰ τὰς ἓξ ἁγίας καὶ οἰκουμενικὰς συνόδους δεχόμεθα τοὺς ἐξ αἱρέσεως ἐπιστρέφοντας, μὴ οὔσης τινὸς αἰτίας ἀπηγορευμένης ἐν αὐτοῖς. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· Καὶ ἡμεῖς πάντες οὕτως ὁρίζομεν διδαχθέντες παρὰ τῶ ἁγίων πατέρων ἡμῶν. Οἱ εὐλαβέστατοι μοναχοὶ εἶπον· ᾽Εάν τινες ἀπελείφθησαν τῆς ἁγίας συνόδου μοναχοί, τί περὶ αὐτῶν γίνεται; Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· Πείσομεν αὐτοὺς ἐκ τῶν προαναγνωσθέντων κανόνων. ὅμως τίνος ἕνεκεν οὐκ ἀπήντησαν τῇ ἁγίᾳ ταύτῃ συνόδῳ; Σάβας ὁ εὐλαβέστατος μοναχὸς εἶπεν· Οὐκ οἶδα, ἀλλὰ καθ' ἑαυτούς εἰσιν. Εὐθύμιος ὁ θεοφιλέστατος ἐπίσκοπος Σάρδεων εἶπε· Καθὼς ἤδη παρ εκαλέσαμεν, ἐλθέτωσαν αἱ βίβλει καὶ ἀναγνωσθήτωσαν· καὶ ἴδωμεν, εἰ δεῖ δέχεσθαι τοὺς ἀπὸ αἱρετικῶν χειροτοντθέντας. Κωνσταντῖνος ὁ εὐλαβέστατος διάκονος καὶ νοτάριος εἶπεν· ᾽Επειδὴ ἐκελεύσατε περὶ τῶν χειροτονηθέντων ὑπὸ αἱρετικῶν ἀναγνωσθῆναι χρήσεις, μετὰ χεῖρας ἔχομεν τὰς βίβλους, καὶ εἰ κελεύετε, ἀναγνωσθήτωσαν. ῾Η ἁγία σύνοδος εἶπεν· ᾽Αναγνωσθήτωσαν. Στέφανος ὁ εὐλαβέστατος μοναχὸς καὶ βιβλιοφύλαξ ἀνέγνω· Ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας ῾Ρουφίνου Τοῦτον μὲν οὖν τὸν ἐμφύλιον διωγμὸν βραχὺν ὄντα πρότερον εἰς τὴν ἐπισκοπὴν παρελθὼν Μακεδόνιος ηὔξησεν. ᾽Ακάκιος δὲ καὶ Πατρόφιλος Μάξιμον τὸν ῾Ιεροσολύμων ἐξωθήσαντες Κίριλλον ἀντεκατέστησαν. Καὶ μετὰ τοῦτο Κοσμᾶς ὁ εὐλαβέστατος διάκονος νοτάριος καὶ κουβουκλείσιος τοῦ εὐαγοῦς πατριαρχείου ἀνέγνω· ᾽Εκ τῆς ἐκκλησιαεττικῆς ἱστορίας Θεοδώρου ᾽Αναγνώστου βιβλίου πέμπτου Διόσκορος γὰρ παρὰ τὸ τοῖς κανόσι δοκοῦν ἑαυτῷ τὴν χειροτονίαν ἐπιτρέψας τῆς κατὰ Κωνσταντινούπολιν ἐπισκοπῆς προχειρίζεται εἰς τὴν αὐτῆς προεδρίαν ᾽Ανατόλιόν τινα τὸν τῆς ᾽Αλεξανδρέων ἐκκλησίας τὰς ἀποκρίσεις ἐν Κωνσταντινουπόλει ποιούμενον, ἔχων παρευθὺς καὶ Εὐτυχῆ συλλειτουργοῦντα. πρὸς ὃν ᾽Ανατόλιος χαριέντως ἔφη - τὸ γὰρ μέλλον ἠγνόει - «ὅπου περιπεπάτηκας, ἡγίακας.» ἐπράττετο δὲ ταῦτα κατὰ τὴν ὑπατείαν Πρωτογένους καὶ ᾽Αστουρίου. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης, εἶπε· Τί λέγετε περὶ ᾽Ανατολίου; οὐχὶ ἔξαρχος τῆς ἁγίας τετάρτης συνόδου ἐγεγόνει; καὶ ἰδοὺ ὑπὸ Διοσκόρου τοῦ δυσσεβοῦς κεχειροτόνητο παρόντος καὶ Εὐτυχοῦς. καὶ ἡμεῖς γοῦν δεχώμεθα τοὺς ἀπὸ αἱρετικῶν χειροτονηθέντας, ὡς καὶ ᾽Ανατόλιος ἐδέχθη. καὶ αὖθις ἀληθῶς φωνὴ θεοῦ ἐστιν, ὅτι οὐκ ἀποθανοῦνται τέκνα ὑπὲρ πατέρων, ἀλλ' ἕκαστος τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται, καὶ ὅτι ἐκ τοῦ θεοῦ ἐστιν ἡ χειροτονία. ἐπειδὴ δέ τινες τυχὸν ἀμφιβάλλουσι περὶ ᾽Ανατολίου, ἀναγνωσθήτω τὰ περὶ αὐτοῦ. Κοσμᾶς διάκονος καὶ κουβουκλείσιος τοῦ εὐαγοῦς πατριαρχείου ἀνέγνω· Προοίμιον τῆς ἐν Χαλκηδόνι ἁγίας καὶ οἰκουμενικῆς συνόδου Συνελθούσης δὲ καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ θεῖον θέσπισμα ἐν τῇ Χαλκηδονέων πόλει συναθροισθείσης, τουτέστι Πασκασίνου καὶ Λουκινσίου τῶν εὐλαβεστάτων ἐπισκόπων καὶ Βονιφατίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου ἐπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς πρεσβυτέρας ῾Ρώμης Λέοντος καὶ ᾽Ανατολίου τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς μεγαλωνύμου Κωνσταντινουπόλεως νέας ῾Ρώμης. Οἱ εὐλαβέστατοι μοναχοὶ εἶπον· Καὶ τοῦτο δεχόμεθα. ῎Ετι Κωνσταντῖνος διάκονος καὶ νοτάριος τοῦ εὐαγοῦς πατριαρχείου ἀνέγνω· ᾽Εκ τοῦ βίου τοῦ ὁσίου πατρὸς ἡμῶν Σάβα Φλαβιανοῦ τοίνυν καὶ Ηλία τῶν πατριαρχῶν ἐν Σιδῶνι, ὡς εἴρηται, γεγονότων καὶ γράμμασι κολακευτικοῖς τε καὶ οἰκονομικοῖς πρὸς βασιλέα χρησαμένων καὶ τὴν ἐν Σιδῶνι κατὰ τῆς ὀρθῆς πίστεως συναθροιζομένην σύνοδον διαλυσάντων καὶ εἰς τοὺς οἰκείους θρόνους ἐπανελθόντων ἀγανακτήσαντες οἱ περὶ Σωτήριχον καὶ Φιλόξενον εἰς ὀργὴν ἄσχετον ἐκίνησαν τὸν βασιλέα ὡς ἀπατηθέντα ὑπὸ τῆς τῶν πατριαρχῶν πανουργίας καὶ προσποιήσεως. καὶ λαβόντες ἣν ἤθελον ἐξουσίαν καὶ χρυσίον ἱκανὸν τῷ ᾽Αντιοχείας δήμῳ διαδώσαντες καὶ πολυτρόπως θλίψαντες τὸν Φλαβιανὸν καὶ τρόπον τινὰ ἀποπνίξαντες καὶ καταναγκάσαντες τὴν ἐν Χαλκηδόνι σύνοδον ἀναθεματίσαι οὕτως αὐτὸν τῆς ἐπισκοπῆς ἐξεώσαντες ὑπερορίᾳ κατεδίκασαν. καὶ γνοὺς ὁ βασιλευς καὶ περιχαρὴς γεγονὼς Σευῆρον τὸν τῶν ᾽Ακεφάλων ἔξαρχον ἐπίσκοπον ᾽Αντιοχείας ἀπέστειλεν. ὅστις Σευῆρος τῆς πατριαρχίας δραξάμενος πολλὰ μὲν δεινὰ τοῖς μὴ κοινωνοῦσιν αὐτῷ ἐπεδείκνυτο, ἀποστέλλει δὲ τὰ ἑαυτοῦ συνοδικὰ τῷ ἀρχιεπισκόπῳ ᾽Ηλίᾳ, καὶ μὴ δεχθεὶς κινεῖ εἰς ὀργὴν τὸν βασιλέα. καὶ πάλιν ἀποστέλλει τὰ αὐτὰ συνοδικὰ εἰς ῾Ιεροσόλυμα τῷ Μαΐῳ μηνὶ τῆς ἕκτης ἰνδικτιῶνος μετά τινων κληρικῶν καὶ δυνάμεως βασιλικῆς. καὶ τοῦτο γνοὺς ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Σάβας ἀνελθὼν ἐν τῇ ἁγίᾳ πόλει μετὰ τῶν ἄλλων τῆς ἐρήμου ἡγουμένων τοὺς μὲν ἐλθόντας μετὰ τῶν συνοδικῶν Σευήρου τῆς ἁγίας ἀπεδίωξαν πόλεως, τὸ δὲ πλῆθος τῶν μοναχῶν πάντοθεν ἐπισυνάξαντες ἔμπροσθεν τοῦ ἁγίου Κρανίου μετὰ τῶν ῾Ιεροσολυμιτῶν ἔκραζον λέγοντες· «ἀνάθεμα Σευήρῳ καὶ τοῖς κοινωνοῦσιν αὐτῷ», παρόντων ἔτι καὶ ἀκουόντων τῶν τε μαγιστριανῶν καὶ ἀρχόντων καὶ στρατιωτῶν τῶν ὑπὸ τοῦ βασιλέως ἀποσταλέντων. οὗτος γὰρ ὁ Σευῆρος ἀλαζονείᾳ δεινῇ κρατηθεὶς καὶ βασιλικῇ δυναστείᾳ ἐπερειδόμενος τὴν ἐν Χαλκηδόνι σύνοδον μυρίοις καθυπέβαλεν ἀναθέμασι καὶ τὴν Εὐτυχοῦς ἑτεροδοξίαν κρατῦναι φιλονεικῶν μίαν τοῦ δεσπότου Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ μετὰ τὴν ἐκ παρθένου σάρκωσίν τε καὶ ἐνανθρώπησιν ἐκήρυττε φύσιν φθαρθήν. καὶ φιλοτάραχος ὢν πολλὰς καινοτομίας ἀνεπλάσατο κατὰ τῶν ὀρθῶν τῆς ἐκκλησίας δογμάτων τε καὶ θεσμῶν. τὴν γὰρ ἀσεβεστάτην τε καὶ λῃστρικωτάτην ἐν ᾽Εφέσῳ δευτέραν σύνοδον ἀποδέχεται καὶ ὁμοίαν εἶναι λέγει ταύτην τῇ πρότερον ἐν τῇ αὐτῇ ᾽Εφέσῳ συνελθούσῃ· καὶ ἴσους ἐν διδασκάλοις ἀποφαίνεται Κύριλλόν τε τὸν θεοφόρον τῆς ᾽Αλεξανδρέων ἀρχιεπίσκοπον καὶ Διόσκορον τὸν εἰς κοινωνίαν δεξάμενον Εὐτυχῆ τὸν αἱρετικὸν ὡς ὁμόφρονα καὶ τὸν ἁγιώτατον καὶ ὀρθοδοξότατον Φλαβιανὸν τὸν τῆς βασιλίδος πόλεως ἀρχιεπίσκοπον καθελόντα καὶ κατακτείναντα. καὶ οὕτω τῇ ἀσεβείᾳ προκόπτων ὁ αὐτὸς Σευῆρος ἠκόνησεν εἰς βλασφημίαν θεοῦ τὴν ἑαυτοῦ γλῶσσαν καὶ διεῖλεν ἐν τοῖς ἑαυτοῦ λόγοις τὴν ἐν τριάδι μίαν καὶ ἀδιαίρετον θεότητα. λέγων γὰρ καὶ διαβεβαιούμενες εἶναι τὴν ὑπόστασιν φύσιν καὶ τὴν φύσιν ὑπόστασιν καὶ μηδεμίαν διαφορὰν ἐν τούτοις γινώσκων τοῖς ὀνόμασι τὴν ἁγίαν καὶ προσκυνητὴν καὶ ὁμοούσιον τριάδα τῶν θείων ὑποστάσεων τριάδα φύσεων καὶ θεοτήτων καὶ θεῶν λέγειν τετόλμηκε. τὸν τοιοῦτον τοίνυν ψυχοφθόρον καὶ λυμεῶνα ὁ βασιλεὺς ᾽Αναστάσιος ἠνάγκασε τὸν ἀρχιεπίσκοπον ᾽Ηλίαν κοινωνικὸν εἰσδέξασθαι. τοῦ δὲ μηδόλως τοῦτο πρᾶξαι καταδεξαμένου ὑπερζέσας τῷ θυμῷ ὁ βασιλεὺς ἀπέστειλεν ᾽Ολύμπιόν τινα Καισαρέα τὸ δουκάτον ἔχοντα Παλαιστίνης, συναποστείλας αὐτῷ τὴν ἀπὸ Σιδῶνος γραφεῖσαν οἰκονομικὴν ἐπιστολὴν καθομολογοῦσαν μὴ προσίεσθαι τὴν ἐν Χαλκηδόνι σύνοδον, πρὸς τὸ πᾶσι τρόποις τὸν ᾽Ηλίαν τῆς ἐπισκοπῆς ἐξεῶσαι. ὅστις ᾽Ολύμπιος μετὰ δυνάμεως βασιλικῆς παραγενόμενος καὶ πολλοῖς τρόποις καὶ μηχανήμασι χρησάμενος καὶ τὴν εἰρημένην ἐπιστολὴν ἐμφανίσας ᾽Ηλίαν μὲν τῆς ἐπισκοπῆς ἐξέωσε καὶ εἰς τὸν ᾽Αϊλᾶν περιώρισεν, ᾽Ιωάννην δὲ τὸν Μαρκιανοῦ υἱὸν συνθέμενον τόν τε Σευῆρον κοινωνικὸν εἰσδέξασθαι καὶ τὴν σύνοδον Χαλκηδόνος ἀναθεματίσαι ἐπίσκοπεν ῾Ιεροσολύμων πεποίηκε τῇ τρίτῃ τοῦ Σεπτεμβρίου μηνὸς ἀρχῇ τῆς δεκάτης ἰνδικτιῶνος. γνοὺς δὲ ὅ τε ἡγιασμένος Σάβας καὶ οἱ λοιποτ τῆς ἐρήμου πατέρες ταῦτα συνθέμενον τὸν ᾽Ιωάννην συναχθέντες διεμαρτύραντο αὐτῷ Σευῆρον εἰς κοινωνίαν μὴ δέξασθαι, ἀλλ' ὑπὲρ τῆς ἐν Χαλκηδόνι συνόδου προκινδυνεύειν ἔχοντα πάντας, συμμαχοῦντας. καὶ οὕτως ὁ ᾽Ιωάννης ὅσα ὑπέσχετο τῷ δουκὶ ποιεῖν παρέβη τοὺς πατέρας ὑφορώμενος. ᾽Αναστάσιος δὲ ὁ βασιλεὺς γνοὺς τὸν ᾽Ιωάννην τὰς συνθήκας ἠθετηκότα καὶ ἀπομανεὶς τοῦ ᾽Ολυμπίου ἐκποδὼν γεγονότος ἀποστέλλει ᾽Αναστάσιον τὸν Παμφίλου τὸ δουκάτον ἔχοντα Παλαιστίνης ἐπὶ τῷ παρασκευάσαι τὲν ᾽Ιωάννην Σευῆρον εἰς κοινωνίαν δέξασθαι καὶ τὴν σύνοδον Χαλκηδόνος ἀναθεματίσαι ἢ τῆς ἐπισκοπῆς αὐτὸν ἐξεῶσαι. ὅστις ἐλθὼν εἰς ῾Ιεροσόλυμα αἰφνιδιάζει τὸν ἀρχιεπίσκοπον καὶ βάλλει αὐτὸν εἰς τὴν δημοσίαν φυλακήν. πάντες δὲ οἱ τῆς ἁγίας πόλεως οἰκήτορες ἐπεχάρησαν διὰ τὸ γενέσθαι αὐτὸν ἐπίβουλον καὶ προδότην τοῦ ἀρχιεπισκόπου ᾽Ηλία. Ζαχαρίας δέ τις τὴν τῆς Καισαρέων ἀρχὴν διέπων λαθραίως εἰς τὴν φρουρὰν εἰσελθὼν συμβουλεύει τῷ ᾽Ιωάννῃ λέγων· «εἰ θέλεις καλῶς πρᾶξαι καὶ τῆς ἐπισκοπῆς μὴ στερηθῆναι, μηδείς σε πείσῃ Σευῆρον εἰς κοινωνίαι δέξασθαι, ἀλλὰ δόξον συντίθεσθαι τῷ δουκὶ καὶ λέγειν, ὡς ὅτι καὶ ἐνταῦθα μὲν τὰ προτεινόμενα ποιεῖν οὐκ ἀναβάλλομαι, ἀλλ' ἵνα μὴ λέγωσί τινες κατὰ ἀνάγκην καὶ βίαν πεπραχέναι με, ἀπολυθῶ ἐντεῦθεν καὶ μετὰ δύο ἡμέρας κυριακῆς οὔσης πράξω προθύμως τὰ παρ' ὑμῶν κελευόμενα.» καὶ τοῖς τοιούτοις λόγοις πιστωθεὶς ὁ δοὺξ ἀποκαθίστησιν αὐτὸν τῇ ἐκκλησίᾳ. ὁ οὖν ἀρχιεπίσκοπος ἀπολυθεὶς διὰ τῆς νυκτὸς ἅπαν τὸ μοναχικὸν εἰς τὴν ἁγίαν μετεπέμψατο πόλιν, τοῦτο πάντοθεν ἐπισυνάξας. ὡς δέ τινες ἀριθμήσαντες τὸ πλῆθος ἀπήγγειλαν, ὅτι εἶχε τὸ ἄθροισμα δέκα χιλιάδας μοναχῶν καὶ ἐπειδὴ πᾶσα ἡ ἐκκλησία τὸν τοσοῦτον οὐκ ἐχώρει λαόν, ἔδοξε συνελθεῖν ἅπαντας κατὰ τὴν κυριακὴν εἰς τὸν οἶκον τοῦ ἁγίου πρωτομάρτυρος Στεφάνου ἱκανὸν ὄντα εἰς ὑποδοχὴν πλήθους, ἅμα δὲ καὶ ὑπαντῆσοι βουλόμενοι Ὑπατίῳ τῷ ἀνεψιῷ τοῦ βασιλέως τότε ἀπὸ τῆς Βιταλιανοῦ ἀπολυθέντι αἰχμαλωσίας καὶ εἰς ῾Ιεροσόλυμα εὐχῆς ἕνεκεν ἐλθόντι. συνελθόντες οὖν ἅπαντες οἵ τε μοναχοὶ καὶ οἱ πολῖται ἐν τῷ μνημονευθέντι σεβασμίῳ οἴκῳ, συνῆλθεν ὅ τε Ἀναστάσιος ὁ δοὺξ καὶ Ζαχαρίας ὁ ὑπατικός. παραγενομένου δὲ τοῦ ῾Υπατίου καὶ μετὰ τοῦ πλήθους εἰς τὸν τοῦ πρωτομάρτυρος Στεφάνου ναὸν εἰσεληλυθότος, προσδοκῶντος τοῦ δουκὸς τὸ θέλημα τοῦ βασιλέως γενήσεσθαι, ἀνέρχεται ἐπ' ἄμβωνος ὁ ἀρχιεπίσκοπος ἔχων μεθ' ἑαυτοῦ Θεοδόσιον καὶ Σάβαν τοὺς τῶν μοναχῶν κορυφαίους καὶ ἡγεμόνας. καὶ πᾶς ὁ λαὸς ἐπὶ πολλὰς τὰς ὥρας ἔκραζε λέγων· «τοὺς αἱρετικοὺς ἀναθεμάτισον καὶ τὴν σύνοδον βεβαίωσον.» ἀμελητὶ οὖν οἱ τρεῖς ἐκ συμφώνου ἀναθεματίζουσι Νεστόριον καὶ Εὐτυχέα καὶ Σευῆρον καὶ Σωτήριχον τὸν Καισαρείας Καππαδοκίας καὶ πάντα τὸν μὴ δεχόμενον τὴν σύνοδον Χαλκηδόνος. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· Τὴν ἀκρόασιν ἐποιησάμεθα διὰ τῶν πατρικῶν ἐνταλμάτων. τί οὖν; δεῖ δέχεσθαι τοὺς ἐξ αἱρετικῶν χειροτονηθέντας; ῾Η ἁγία σύνοδος εἶπε· Ναί, δέσποτα, ἠκροασάμεθα, καὶ δέον δέχεσθαι. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· ᾽Αλλὰ μὴν καὶ οἱ πλείους τῶν ἐν τῇ ἕκτῃ ἁγίᾳ συνόδῳ συνεδρευσάντων ὑπὸ Σεργίου, Πύρρου, Παύλου, Πέτρου ἐκεχειροτόνηντο τῶν καθη ητῶν τῆς αἱρέσεως τῶν μονοθελητῶν, ἐπειδὴ ἀμοιβαδὸν οὗτοι τὸν Κωνσταντινουπόλεως θρόνον ἐκληρώσαντο, καὶ ἀπὸ τοῦ ἐσχάτου αὐτῶν καθηγησαμένου τοῦ θρόνου Κωνσταντινουπόλεως Πέτρου ἕως τῆς ἕκτης συνόδου ἔτη πλέον οὐ διῆλθον ἢ δεκαπέντε· καὶ αὐτοὶ οἱ ἐν τῷ μεταξὺ χρόνῳ γενόμενοι Θωμᾶς καὶ ᾽Ιωάννης καὶ Κωιτσταντῖνος ἀρχιερεῖς ἐν τῷ προδηλωθέντι χρόνῳ τῆς χειροτονίας τῶν ὀνομασθέντων αἱρετικῶν γεγόνασι καὶ ἕνεκεν τούτου οὐκ ἀπεδοκιμάσθησαν ἐπὶ πεντήκοντα γὰρ ἐνιαυτοὺς τὸ τηνικαῦτα ἡ αἵρεσις διήρκεσεν. ἀλλ' οἱ τῆς ἕκτης συνόδου πατέρες αὐτοὺς τοὺς τέσσαρας ἀνεθεμάτισαν καίπερ χειροτονία αὐτῶν ὄντες. ῾Η ἁγία σύνοδος εἶπε· Πρόδηλον. Κωνσταντῖνος ὁ ὁσιώτατος ἐπίσκοπος Κωνσταντίας τῆς Κύπρου εἶπεν· ᾽Αποδέδεικται ἱκανῶς, τιμιώτατοι ἀδελφοί, καὶ περὶ τούτου, ὅτι οἱ ἐξ αἱρετικῶν προσερχόμενοι δεκτοί εἰσιν· ἐὰν δέ τις ἐπίτηδες πρὸς αἱρετικὸν πορευθῇ καὶ λάβῃ χειροτονίαν, ἄδεκτος ἔστω. Οἱ εὐλαβέστατοι μοναχοὶ εἶπον· Ἔχομεν καὶ περὶ τούτου τοῦ ἁγίου Βασιλείου ἐπιστολὴν πρὸς Νικοπολίτας καὶ δεόμεθα ἀναγνωσθῆναι αὐτήν. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· ᾽Αναγνωσθήτω. Κωνσταντῖνος διάκονος καὶ νοτάριος ἀνέγνω· ᾽Εκ τῆς ἐπιστολῆς τοῦ ἁγίου Βασιλεἴου τῆς πρὸς Νικοπολίτας Οὐκ οἶδα ἐπίσκοπον μηδὲ ἀριθμήσαιμι ἐν ἱερεῦσι Χριστοῦ τὸν παρὰ τῶν βεβήλων χειρῶν ἐπὶ καταλύσει τῆς πίστεως εἰς προστασίαν προβεβλημένον. αὕτη ἐστὶν ἡ ἐμὴ κρίσις. ὑμεῖς δὲ εἴ τινα ἔχετε μεθ' ἡμῶν μερίδα, ταυτὰ ἡμῖν φρονήσετε δηλονότι· εἰ δὲ ἐφ' ἑαυτῶν βουλεύεσθε, τῆς ἰδίας γνώμης ἕκαστός ἐστι κὐριος ἡμεῖς ἀθῷοι ἀπὸ τοῦ αἵματος τούτου. ταῦτα δὲ ἔγραψα οὐχ ὑμῖν ἀπιστῶν, ἀλλὰ τό τινων ἀμφίβολον στηρίζων ἐκ τοῦ γνωρίσαι τὴν ἐμαυτοῦ γνώμην, ὡς μὴ προσληφθῆναί τινας εἰς κοινωνίαν μηδὲ τῆς χειρὸς αὐτῶν ἐπιβολὴν δεξαμένους μετὰ ταῦτα εἰρήνης γενομέντς βιάζεσθαι ἑαυτοὺς ἐναριθμεῖν τῷ ἱερατικῷ πληρώματι. Οἱ εὐλαβέστατοι μοναχοὶ εἶπον· ᾽Ιδοὺ ὁ πατὴρ ἀποτρέπεται τὴν τῶν αἱρετικῶν χειροτονίαν ἐν τῷ λέγειν «μηδὲ ἀριθμήσαιμι ἐν ἱερεῦσι Χριστοῦ τὸν παρὰ τῶν βεβήλων χειρῶν ἐπὶ καταλύσει τῆς πίστεως εἰς προστασίαν προβεβλημένον». Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· Κἀγὼ ἀποτρέπομαι τοὺς διὰ τοιαύτην αἰτίαν καὶ τῆς πίστεως κατάλυσιν κεχειροτονημένους, καὶ μάλιστα εἰ ὀρθοδόξων ἐπισκόπων παρόντων, ὑφ' ὧν ἠδύναντο χειροτονεῖσθαι· οὕτω γάρ ἐστιν ἡ πατρικὴ ἔννοια. ἐὰν δὲ συνοδικὴ ἐκφώνησις γένηται καὶ ὁμόνοια τῶν ἐκκλησιῶν ἐπὶ ὀρθοδοξίᾳ, ὁ τολμῶν ἀπὸ τῶν βεβήλων αἱρετικῶν χειροτονεῖσθαι τῇ καθαιρέσει ὑποπεσεῖται. ῾Η ἁγία σύνοδος εἶπεν· Αὕτη δικαία κρίσις. Οἱ εὐλαβέστατοι μοναχοὶ εἶπον· Καὶ πῶς ἐν τῷ τέλει τῆς ἐπιστολῆς γέγραπται «μετὰ ταῦτα εἰρήνης γενομένης βιάζεσθαι ἑαυτοὺς ἐναριθμεῖν τῷ ἱερατικῷ πληρώματι»; ἰδοὺ γὰρ καὶ μετὰ τὴν εἰρήνην οἱ χειροτονούμενοι ἄδεκτοι. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· Οὐκ ἔφησεν ὁ πατὴρ ἀδέκτους εἶναι, ἀλλὰ μή πως βίαν ὑπομένειν τοὺς βουλομένους ἑνοῦσθαι τῷ κλήρῳ τῶν ὀρθοδόξων καὶ γὰρ ὡς ὀληθῶς οὐκ ἔξω ἀνάγκης καὶ δυσχερείας τοῦτο γενήσεται. ὅμως οὖν ὁ θεσπέσιος πατὴρ κατὰ τὸν καιρὸν ἐκεῖνον πλείστων ὄντων ἐπισκόπων ὀρθοδόξων ἀπηγόρευε τοῖς τροφίμοις τῆς ἐκκλησίας τῇ τῶν ᾽Αρειανῶν χειροτονίᾳ κεχρῆσθαι οὐδεμία γὰρ προσῆν ἀπολογία. ὅτι δὲ τοῦτο ἀληθές - καὶ οὐκ ἠγνόουν τὴν γνώμην τοῦ πατρός -, οἱ μετ' ἐκεῖνον τῆς ἐκκλησίας διάδοχοι τοὺς ὑπὸ αἱρετικῶν χειροτονηθέντας, εἶτα βελτιωθέντας ἐδέξαντο, ὡς μεμαθήκαμεν διὰ τῶν προαναγνωσθέντων· πανταχοῦ γὰρ οἱ πατέρες ἀλλήλοις σύμφωνοί εἰσιν, ἐναντίωσις δὲ οὐδεμία ἔνεστιν αὐτοῖς, ἀλλ' ἐναντιοῦνται αὐτοῖς οἱ τὰς οἰκονομίας καὶ τοὺς σκοποὺς αὐτῶν μὴ ἐπιστάμενοι. Οἱ εὐλαβέστατοι μοναχοὶ εἶπον· Πρόσφορα τὰ ἐπιλυθέντα. ῾Η ἁγία σύνοδος εἶπεν· ᾽Αναγνώτωσαν οἱ προϊστάμενοι ἐπίσκοποι τοὺς οἰκείους λιβέλλους, ὡς νυνὶ προσελθόντες τῇ καθολικῇ ἐκκλησίᾳ. Ταράσιος ὁ ἁγιώτατος τι·ατριάρχης εἶπεν· ᾽Αναγνώτωσαν, ἐπειδὰν ἡ τῶν ζητουμένων δύο κεφαλαίων ἀκριβῶς ἐξητάσθη ὑπόθεσις περί τε τῶν προσερχομένων ἐξ αἱρέσεως τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ καὶ τῶν ὑπὸ αἱρετικῶν χειροτονηθέντων. ῾Υπάτιος ὁ ἐπίσκοπος Νικαίας ἀνέγνω τὸν ἑαυτοῦ λίβελλον - ἔστι δὲ ὁ αὐτὸς λίβελλος, ὃν καὶ Βασίλειος ὁ εὐλαβέστατος ἐπίσκοπος ᾽Αγκύρας ἐποιήσατο -, Λέων ἐπίσκοπος ῾Ρόδου, (Λέων ἐπίσκοπος ᾽Ικονίου), Νικόλαος ῾Ιεραπόλεως, Γρηγόριος Πισινούντων, Γεώργιος Ἀντιοχείας Πισιδίας, Λέων Καρπάθου τὰ ἶσα τοῦ αὐτοῦ λιβέλλου. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· Τὰς ὁμολογίας γνόντες διὰ τῆς ἀναγνώσεως τῶν λιβέλλων ἐν ἑτέρᾳ συνελεύσει ἡ αὐτῶν ἀποδοχὴ γενήσεται, εἰ οὐκ ἔστιν ἕτερον αὐτοῖς τὸ κωλλύον. ῾Η ἁγία σύνοδος εἶπε· Γενέσθω, ὡς ἐκέλευσας. Καὶ ἐν τούτοις ἐξαναστᾶσα ἡ ἁγία σύνοδος εὐφήμησεν οὕτως· Πολλὰ τὰ ἔτη τῶν βασιλέων. Εἰρήνης, καὶ Κωνσταντίνου μεγάλων βασιλέων καὶ αὐτοκρατόρων πολλὰ τὰ ἔτη. ὀρθοδόξων βασιλέων πολλὰ τὰ ἔτη. τοὺς καθαιρέτας τῆς γενομένης καινοφωνίας, κύριε, κράτυνον. εὐσεβῆ, κύριε, ζωὴν αὐτοῖς. Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· ῾Η εἰρήνη τοῦ θεοῦ ἔστω μετὰ πάντων ἡμῶν. ἀμήν. ACO III.2 Concilium universale Nicaenvm secundum.Actiones IV-V, p. 138-182

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΙ ΣΑΡΑΝΤΑ ΓΥΝΑΙΚΕΣ ΜΑΡΤΥΡΕΣ

ΚΑΘΑΙΡΕΣΙΣ ΝΙΚΟΛΑΙΤΩΝ ΥΠΟ ΤΗΣ ΠΑΝΟΡΘΟΔΟΞΟΥ ΣΥΝΟΔΟΥ

ΟΙ ΡΩΣΟΙ ΤΗΣ ΔΙΑΣΠΟΡΑΣ ΠΟΤΕ ΔΕΝ ΑΠΕΔΕΧΘΗΣΑΝ ΤΗΝ ΟΜΟΛΟΓΙΑΝ ΕΚΚΛΗΣΙΟΛΟΓΙΑΝ ΜΑΣ