ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΑΠΕΙΛΗ ΣΕΙΣΜΟΥ
Κυριακή, 18 Ιανουαρίου 2015
ΙΑΝΟΥΑΡΙΟΣ 26!! ΕΠΙ ΣΕΙΣΜΟΥ ΑΠΕΙΛΗΣ ΑΚΟΛΟΥΘΙΑ
ΙΑΝΟΥΑΡΙΟΣ ΚΣΤ΄!!
ΕΠΙ ΑΠΕΙΛΗΣ ΣΕΙΣΜΟΥ, ΘΕΪΚΗΣ ΟΡΓΗΣ, ΠΥΡΟΣ, ΛΟΙΜΟΥ, ΚΑΤΑΚΛΥΣΜΟΥ,
ΣΥΜΦΟΡΩΝ, ΑΝΑΓΚΗΣ, ΛΙΜΟΥ, ΝΟΣΩΝ, ΚΑΚΩΣΕΩΝ, ΑΙΡΕΤΙΖΟΝΤΩΝ, ΕΠΙΘΕΣΕΩΝ ΕΧΘΡΩΝ,
ΕΜΦΥΛΙΟΥ ΠΟΛΕΜΟΥ, ΑΙΦΝΙΔΙΟΥ ΘΑΝΑΤΟΥ, ΠΕΙΡΑΣΜΩΝ, ΚΑΙ ΠΑΣΗΣ ΑΛΛΗΣ ΒΛΑΒΗΣ, ΘΛΙΨΕΩΣ
ΚΑΙ ΠΕΡΙΣΤΑΣΕΩΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γεωργίου
Γαλανοπούλου· π. Νεκτάριος Μαμαλοῦγκος, www.nektarios.gr)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Δοξάσωμεν
σήμερον πιστοί, Κύριον φιλάνθρωπον, ἐν μελιχροῖς θείοις ᾄσμασι, τὸν λόγῳ
κτίσαντα, ἅπασαν τὴν κτίσιν, ὁρατήν, ἀόρατον, πηλῷ τε πλαστουργήσαντα ἄνθρωπον,
θεία Εἰκόνι του, δι’ ὃν, χρόνῳ ἐνηθρώπησεν, εἰς τὸ σῶσαι, τοῦτον ἁμαρτήσαντα.
Ψαλμοῖς
ἀνυμνήσωμεν Θεόν, εὐσεβῶν συστήματα, δόξαν Αὐτῷ ἀναμέλποντες, καὶ πίστει
κράζοντες· Πάτερ Λόγε, Πνεῦμα Τριὰς ἀκατάληπτε, σεισμοῦ τῆς ἀπειλῆς πάντας
λύτρωσαι, τοὺς προσκυνοῦντάς Σε, καὶ τὸν κλόνον τῆς γῆς κατάπαυσον, τῶν δ’
ἀνέμων, τὰς ὁρμὰς μετάβαλε.
Ὡς
αὔρα Θεὲ ὤφθης ποτέ, λεπτοτάτῃ δούλῳ σου, Θέσβης πατρίδος βλαστήματος, Προφήτῃ
οὐ πυρί, συσσεσιμῶ οὐδέ τε, Μωσῇ τῷ δυσήχῳ δέ, Σιναίῳ κατιδόντι Σε Δέσποτα,
θυέλλῃ γνόφῳ τε, ἐντολὰς πλαξὶ παρέδωκας, δοξαζόντων, δόξαν σου τὴν ἄῤῥητον.
Σεισμοῦ
ἀπειλῆς, θυμοῦ τ’ ὀργῆς, ῥῦσαι παντοδύναμε, τοὺς Σὲ θερμῶς ἱκετεύοντας, καὶ γῆν
στερέωσον, μεθ’ ἡμῶν σῷ φόβῳ, θείων προσταγμάτων σου, τῇ πέτρᾳ ἀσαλεύτως τῆς
πίστεως, ἁμαρτανόντων Σοι, καθ’ ἑκάστην πλημμελήμασι, μετανοίᾳ δ’ αὖθις
ἐπιστρέφοντας.
Δόξα.
Ἦχος β΄.
Τῆς
φοβερᾶς τοῦ σεισμοῦ ἀπειλῆς, τῆς δικαίας ὀργῆς σου, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν,
δικαιοκρίτα Κύριε, ἐλευθέρωσον τὸ πλᾶσμά σου, καὶ ἐμφύτευσον ἐν ταῖς καρδίαις
ἡμῶν, τὸν φόβον τῶν θείων ἐντολῶν σου, ἵνα εἰρηνεύοντες δοξάζομέν Σε, τὸν μόνον
φιλάνθρωπον Δεσπότην, καὶ Λυτρωτὴν ἡμῶν Θεόν. Καὶ προσκυνοῦντες πιστῶς, τὴν
Τριαδικὴν μονοκρατορίαν, τὴν ἐκ τοῦ μὴ ὄντος, τὰ πάντα τῷ λόγῳ συστήσασαν, καὶ
ἄνθρωπον ἐκ χοός, πνοῇ ἀθανάτῳ, δημιουργήσασαν, τῷ δέει ἐκβοῶμεν· Κύριε, δόξα
σοι.
Καὶ
νῦν. Ὁ αὐτός. Ὅτε ἐκ τοῦ ξύλου.
Τείχισον
Σταυρῷ μονογενοῦς, πάντας τοὺς ὑμνοῦντάς σε Μῆτερ, ἡγιασμένε Ναέ, ἔμψυχον
Παλάτιον, τοῦ Βασιλέως Θεοῦ, Θεοτόκε ἀπείρανδρε, καὶ σῶσον τοὺς πίστει, Ὄνομα
πανάγιον, ὁμολογοῦντάς Σου, ἵνα μὴ σατᾶν ἀφαρπάσῃ, πλᾶσμα ὑπὲρ ὅ, ὁ Υἱός Σου,
κράτος ταῖς παλάμαις κτείνας ἔλυσε.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Σῶσον
Χριστιανῶν, τὸ γένος τῆς ὀργῆς σου, δικαιοκρίτα Σῶτερ, καὶ γῆς τὸν κλόνον
παῦσον, πιστῶς σὲ ἱκετεύομεν.
Στ.: Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ,
σαλευθήτω ἡ γῆ.
Νεῦσον
Τριαδική, Θεότης οὐρανόθεν, ἡμῶν παρακαλούντων, κοπαύουσα θαλάσσης, τὸν σάλον
γῆς τὸν κλόνον τε.
Στ.: Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου
ἀφ’ ἡμῶν.
Ἅγιος
εἶ Θεέ, καὶ θαυμαστὸς ἐν πᾶσι, βοήσωμεν τῷ Κτίστῃ, αἰτούμενοι ῥυσθῆναι, ἡμᾶς
σεισμοῦ δονήσεως.
Δόξα.
Ἦχος β΄.
Τῆς
τοῦ σεισμοῦ φοβεροτάτης ἀπειλῆς, τοῦ σαλεύοντος γῆς τὰ θεμέλια, καὶ τῆς βλάβης
παντὸς ἑτέρου κινδύνου ἐκλύτρωσαι τὴν κληρονομίαν σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ
μηδέποτε δεόμεθά σου, ἀποστρέψης ἀφ’ ἡμῶν τὸ πρόσωπόν σου, διὰ τὸ πλῆθος τῶν
οἰκτιρμῶν σου, καὶ τῆς σῆς ἀγαθότητος δωρούμενος πᾶσι, τοῖς προσκυνοῦσί σε
πιστῶς, τὸ μέγα σου ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Ῥῦσαι
πάντας Χριστέ, Ἁγίων Σου πρεσβείαις, καὶ τῆς ἁγνῆς Μητρός σου, σεισμοῦ τοὺς
προσκυνοῦντας, Τριάδα ὁμοούσιον.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ὁ
ποιῶν τὴν γῆν τρέμειν, ἐπιβλέπων τοῖς ὄμμασι, ῥῦσαι ἐκ σεισμοῦ τὸν λαόν σου,
καὶ θυμόν σου ἀπόστρεψον, μακρὰν ἡμῶν φθορᾶς ἐλευθερών, λυτρούμενος ἀνάγκης καὶ
δεινῶν, συμφορῶν τε σοὺς οἰκέτας πανευλαβῶς, φόβῳ καὶ πίστει κράζοντας· δόξα
Σοι ὦ Τριὰς προσκυνητή, δόξα Σοι Θεὲ ἐπουράνιε, δόξα Σοι Παντοκράτορ Βασιλεῦ,
μόνε φιλάνθρωπε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὸν
λαὸν τῆς Ἑλλάδος σκέπε φρούρει καὶ φύλαττε, Σῶτερ τῆς Μητρός Σου πρεσβείαις, ἐξ
ἐχθρῶν ἐπιθέσεως, καὶ λύτρωσαι σεισμοῦ πυρὸς ἡμᾶς, παθῶν κινδύνων νόσων
συμφορῶν, καταπαύων τὴν ὀρφήν σου, ὅπως ψαλμοῖς, βοῶμεν τῇ τεξάσῃ σε· χαῖρε τῶν
Ὀρθοδόξων ἡ ἐλπίς, χαῖρε ἡμῶν μεσίτρια, χαῖρε ἡ προστασία γηγενῶν, τεῖχος
ἀπόρθητον.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος! Θείᾳ νεύσει ταχύ, ἄνεμος ἐκόπασε, καὶ φόβος τῶν
Μαθητῶν, ἁλῷ κατέπαυσε· διὸ ἀπειλῆς σεισμοῦ, καὶ τῆς ἐξάρδεως τούτου
ἐκλύτρωσαι, τοὺς δούλους σου λυτρωτά, καὶ ἑνοποίησον γῆς, πάντα ῥήγματα· ὅπως
πίστει προσκυνοῦμεν, σὲ τὸν πολυεύσπλαγχνον, τὸν δωρούμενον πᾶσιν, ἱλασμὸν καὶ
μέγα ἔλεος.
Βαβαὶ
τῶν σῶν θαυμασίων Θεέ! Οὐρανόθεν βλέπεις, καὶ ποιεῖς γῆν τρέμουσαν,
σταυρούμενος Γολγοθᾶ, ταύτην δ’ ἐσάλευσας, διέῤῥηξας τοῦ Ναοῦ, τὸ καταπέτασμα,
μνήματος ἤνοιξας· ἀνέστησας τοὺς νεκρούς, πολλοῖς ὀφθέντας, καὶ τρόμῳ
παρέχοντας· ὅθεν παῦσον γῆς τὸν κλόνον, σὲ καθικετεύομεν, ἀχαρίστων ὁ δῆμος, εὐεργέτα
πολυέλεε.
Σεισμοῦ
λαὸν ἐλευθέρωσον, καὶ ἀνάγκης ῥῦσαι, ἡμᾶς παντοδύναμε, δοξάζοντας σὴν φρικτήν,
οἰκονομίαν Χριστέ, δι’ ἧς ἔσωσας φθορᾶς, βροτῶν τὸ γένος, ζωὴν χαρισάμενος· διὸ
δὸς χριστιανοῖς, τῶν ὀφλημάτων τὴν λύσιν βοώντων σοι· ὦ Θεὲ ἡμῶν οἰκτῖρμον,
δέξαι τὴν μετάνοιαν, καὶ παράσχου σὴν χάριν, λυτρωθῆναι τῆς κολάσεως.
Ἕτερα. Ἦχος β΄. Ποίοις
εὐφημιῶν στέμμασι.
Ποίοις,
πνευματικοῖς ῥήμασι, μεγαλύνωμεν Τριάδος κράτος, ὕμνοις λιγυροῖς
προσφθεγγόμενοι, οὐχ ἀξίως νῦν οἱ ἀχάριστοι, καὶ ἁμαρτωλοὶ τοῦτο ποιοῦμεν, τὸ
σύμπαν, σὺ ἐκ μὴ ὄντων, λόγῳ ἔκτισας, πηλῷ τε, Ἀδὰμ χερσί, σαῖς ἐπλαστούργησας,
πηγὰς δ’ ἔστησας ὑδάτων, ἐν σοφίᾳ πάντα, ὦ Τριὰς ἡ προσκυνητή· διὸ γῆν
ἀσάλευτον, δὸς ἔχειν, σεισμοῦ ἀπαλλάττουσα.
Ποίοις,
ᾀσματικοῖς ἄνθεσιν, οὐχ ἀκάνθινον πλέξομεν στέφος, τῷ ἐν τῷ Κρανίῳ δι’ ἄφατον,
ἔλεος λησταῖς συσταυρωθέντι, οὐρανῶν φριττόντων, γῆς τρεμούσης· ἥνπερ συσσείσας
Σωτήρ, νεκροὺς ἀνέστησας, ἡμᾶς δέ, τῆς ἀπειλῆς σεισμοῦ ἐκλύτρωσαι, σοῦ
δεομένους δακρύοις, καὶ ἐκ βλάβης τήρει, ἀτρώτους οἰκίας λαοῦ, ναούς σου δ’
ἀπήμονας, ἵν’ εἰς αἰῶνα, σὲ δοξάζομεν.
Ποίοις,
μελῳδικοῖς ᾄσμασιν, ἀνυμνήσωμεν τὸν Ζωοδότην, ὄρη τῇ παλάμῃ ἁπτόμενον, καὶ τοῖς
ἠφαιστείοις καπνίζοντα, τὸν ἀβύσσους βλέποντα ὑψόθεν· δαιμόνων, τὸν καταλύτην
καὶ ἀντίδικον, ἀνθρώπων, τὸν εὐεργέτην, καὶ διδάσκαλον, τὸν οὐρανοῖς
ἐνοικοῦντα, πανταχοῦ παρόντα, δεομένων τὸν ἀρωγόν, νοσούντων θεράποντα, καὶ
πιστῶν, θεῖον ἀγαλλίαμα.
Δόξα.
Ἦχος πλ. β΄.
Ἔσεισας
τὴν γῆν σῷ νεύματι, καὶ ἔσχισας ὑδάτων φύσιν, τῇ προστάξει σου Μωσεῖ, ἐν τῇ
Ἐρυθρᾷ θαλάσσῃ Κύριε· τοῦ Ἰορδάνου τὰ ὕδατα, τῇ μηλωτῇ Ἠλιοῦ διέῤῥηξας, τῇ
ἀηττήτῳ σου ἰσχύει, καὶ ἐκ τῆς πέτρας ὕδωρ ἐξέβλυσας, τὸν πικρὸν ἐν τῇ Μεῤῥᾷ·
καὶ τῷ ἀνέμῳ κελεύσας, ἐν τῇ λίμνῃ Γεννησαρέτ, τὸν φόβον τῶν Μαθητῶν σου,
κατέπαυσας καὶ συνέσεισας τὴν γῆν, ἐν τῷ σταυροῦσθαί σε, ὑπὸ λαοῦ ἀχαρίστου καὶ
ἀγνώμονος· ἡμῶν δὲ τῶν ἁμαρτωλῶν οἰκετῶν σου, πάντα φόβον ἀπέθου, καὶ τὸν
κλόνον παῦσον ταχύ, τῆς δικαίας ὀργῆς σου μακρόθυμε, ὅπως τοῖς ᾀσματικοῖς
μέλεσιν, ἰσαγγέλῳ βιοτῇ, δοξολογοῦμεν τῷ κράτει σου, προσκυνοῦντες τὴν Τριαδικὴν
Θεότητα, σὺν Πατρί, Υἱῷ τε καὶ Ἁγίῳ Πνεύματι.
Καὶ
νῦν. Θεοτοκίον
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Βασιλειῶν
Δ΄ τὸ Ἀνάγνωσμα (Κεφ. β΄, 1-13).
Ἐγένετο,
ἐν τῷ ἀνάγειν Κύριον ἐν συσσεισμῷ τὸν Ἠλιού, ὡς εἰς τὸν οὐρανὸν καὶ ἐπορεύθη
Ἠλιοὺ καὶ Ἐλισσαιὲ ἐκ Γαλγάλων. Καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἐλισσαιέ· Κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με
ἕως Βαιθήλ. Καὶ εἶπεν Ἐλισσαιέ· Ζῆ
Κύριος, καὶ ζῆ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Βαιθήλ. Καὶ
ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθὴλ πρὸς Ἐλισσαιὲ καὶ εἶπον πρὸς αὐτόν· Εἰ ἔγνως, ὅτι Κύριος σήμερον λαμβάνει τὸν
κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; Καὶ εἶπε· Κἀγὼ ἔγνωκα, σιωπάτε. Καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἐλισσαιέ· Κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με
εἰς Ἱεριχώ. Καὶ εἶπεν Ἐλισσαιέ· Ζῆ
Κύριος καὶ ζῆ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Ἱεριχώ. Καὶ
ἤγγισαν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἱεριχῷ πρὸς Ἐλισσαιὲ καὶ εἶπον πρὸς αὐτόν· Εἰ ἔγνως ὅτι σήμερον λαμβάνει Κύριος
ἐπάνωθεν τῆς κεφαλῆς σου; Καὶ εἶπε· Καί
γε ἐγώ, ἔγνων, σιωπᾶτε. Καὶ εἶπεν αὐτῷ Ἠλιού· Κάθου δὴ ὦδε, ὅτι Κύριος ἀπέσταλκέ με ἕως εἰς τὸν Ἰορδάνην. Καὶ
εἶπεν Ἐλισσαιέ· Ζῆ Κύριος καὶ ζῆ ἡ ψυχή
σου, εἰ ἐγκαταλείψω σε· καὶ ἐπορεύθησαν ἀμφότεροι, καὶ πεντήκοντα ἄνδρες
υἱοὶ τῶν προφητῶν καὶ ἔστησαν ἐξεναντίας μακρόθεν καὶ ἐμφότεροι ἔστησαν ἐπὶ τοῦ
Ἰορδάνου. Καὶ ἔλαβεν Ἠλιοὺ τὴν μηλωτὴν αὐτοῦ καὶ εἴλησε καὶ ἐπάταξε τὸ ὕδωρ,
καὶ διηρέθη τὸ ὕδωρ ἔνθεν καὶ ἔνθεν, καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ. Καὶ
ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς καὶ Ἠλιοὺ εἶπε πρὸς Ἐλισσαιέ· Αἴτησε τὶ ποιήσω σοι πρὶν ἢ ἀναληφθῆναί με
ἀπὸ σοῦ. Καὶ εἶπεν Ἐλισσαιέ·
Γεννηθήτω δὴ δισσῶς ἐν πνεύματι σου ἐπ’ ἐμέ. Καὶ εῖπεν Ἠλιού· Ἐσκλήρυνας τοῦ αἰτήσασθαι· ἐὰν ἴδῃς με
ἀναλαμβανόμενον ἀπὸ σοῦ, καὶ ἔσται σοι οὕτως, καὶ ἐὰν μή, μὴ γένηται. Καὶ
ἐγένετο αὐτῶν πορευομένων, ἐπορεύοντο καὶ ἐλάλουν, καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ
ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων, καὶ ἀνελήφθη Ἠλιοὺ ἐν συσσεισμῷ
ὡς εἰς τὸν οὐρανόν. Καὶ Ἐλισσαιὲ ἑώρα καὶ ἐβόα· Πάτερ, Πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ καὶ οὐκ εἶδεν αὐτόν· ἔτι
καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ διέῤῥηξεν αὐτὰ εἰς δύο ῥήγματα. Καὶ ὕψωσε
τὴν μηλωτὴν Ἠλιού, ἣ ἔπεσεν ἐπάνωθεν Ἐλισσαιέ, καὶ ἐπέστρεψεν Ἐλισσαιέ, καὶ
ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ἰορδάνου καὶ ἔλαβε τὴν μηλωτὴν Ἠλιού, ἣ ἔπεσεν
ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξε τὸ ὕδωρ καὶ οὐ διέστη, καὶ εἶπε· Ποῦ ὁ Θεὸς Ἠλιοὺ ἄπφω; Καὶ ἐπάταξε τὰ ὕδατα, καὶ διεῤῥάγησαν ἔνθεν καὶ
ἔνθεν, καὶ διέβη Ἐλισσαιέ.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. ΙΘ΄, 1-6, 12, 16, 19-21)
Ἰδοὺ
Κύριος καθήσεται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσονται τὰ
χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν
αὐτοῖς. Καὶ ταραχθήσεται τὸ πνεῦμα αὐτῶν ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν
διασκεδάσω, καὶ παραδώσω τὴν Αἴγυπτον εἰς χείρας κυρίων σκληρῶν· τάδε λέγει
Κύριος Σαβαώθ. Καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν, ὁ δὲ ποταμὸς
ἐκλείψει καὶ ξηρανθήσεται. Τάδε λέγει Κύριος· ποῦ εἰσί νῦν οἱ σοφοί σου; Καὶ
ἀναγγειλάτωσάν σοι, καὶ εἰπάτωσαν· Τί βεβούλεται Κύριος Σαβαώθ ἐπ’ Αἴγυπτον; Τῇ
ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες, ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ
προσώπου τῆς χειρὸς Κυρίου Σαβαώθ, ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς. Καὶ ἔσται
Θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ
Κυρίῳ. Καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κυρίῳ, ἐν χώρᾳ Αἰγύπτου· ὅτι
κεκράξονται πρὸς Κύριον, καὶ ἀποτελεῖ αὐτοῖς ἄνθρωπον, ὃς σώσει αὐτούς. Καὶ
γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις· καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν
τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσι θυσίαν καὶ δῶρον, καὶ εὔξονται εὐχὰς τῷ Κυρίῳ
καὶ ἀποδώσουσι.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. ξγ΄, 1-15)
Ἐπίβλεψον
ἐκ τοῦ οὐρανοῦ Κύριε, καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης σου. Ποῦ
ἐστὶ τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἠνέσχου ἡμῶν Κύριε; Σὺ
γὰρ εἶ Πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς· ἀλλὰ
σὺ Κύριε, Πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς ἀπ’ ἀρχῆς τὸ ὄνομά σου ἐφ’ ἡμᾶς ἐστί. Τί
ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας τὰς καρδίας ἡμῶν, τοῦ μὴ
φοβεῖσθαί σε; Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας
σου, ἵνα μικρὸν κληρονομήσομεν τοῦ ὄρους τοῦ ἁγίου σου. Οἱ ὑπεναντίοι ἡμῶν
κατεπάτησαν τὸ ἁγίασμά σου· ἐγενόμεθα ὡς τὸ ἀπαρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ
ἐπεκλήθη τὸ ὄνομά σου ἐφ’ ἡμᾶς. Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ
ὄρη, καὶ τακήσονται, ὡσεὶ κηρὸς τήκεται ἀπὸ πυρός· καὶ κατακαύσει πῦρ τοὺς
ὑπεναντίους σου, καὶ φανερὸν ἔσται τὸ ὄνομά σου τοῖς ὑπεναντίοις σου· ἀπὸ
προσώπου σου ἔθνη ταραχθήσονται. Ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ
ὄρη. Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν πλήν σου·
καὶ τὰ ἔργα σου ἀληθινά, καὶ ποιήσεις τοῖς ὑπομένουσί σε ἔλεος. Συναντήσεται
γὰρ ἔλεος τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. Καὶ νῦν,
Κύριε, Πατὴρ ἡμῶν σὺ εἶ, ἡμεῖς δὲ πηλός, καὶ σὺ ὁ Πλάστης ἡμῶν· ἔργα χειρῶν σου
πάντες ἡμεῖς. Μὴ ὀργίζου ἡμῖν Κύριε ἕως σφόδρα, καὶ μὴ ἐν καιρῷ μνησθῇς
ἁμαρτιῶν ἡμῶν. Καὶ νῦν ἐπίβλεψον Κύριε, ὅτι λαός σου πάντες ἡμεῖς.
Λιτή.
Ἦχος α΄.
Τὴν
σαλευθεῖσαν κτίσιν, ἐπανάγαγε παντοδύναμε Θεέ, εἰς τὴν φυσικὴν ταύτης ἁρμονίαν,
τοῖς πᾶσιν εἰρήνην τὴν σὴν δωρούμενος. Δικαία γὰρ ἐστίν, ἐφ’ ἡμᾶς ἡ ὀργή σου,
τοὺς ἑκουσίως καὶ ἀκουσίως ἁμαρτάνοντας, καθ’ ἑκάστην νύκτα καὶ ἡμέραν, καὶ
λυπούντων σφόδρα, τὴν σὴν ἀγαθότητα. Μὴ ἀποστρέψης τὸ ἔλεος σου ἀφ’ ἡμῶν,
δεόμεθά σου εὔσπλαγχνε, μηδὲ διασκεδάσῃς τὴν διαθήκην σου, ὅτι χειρῶν ἐσμὲν
πλαστούργημα. Ὁ δι’ ἡμᾶς ἐνανθρωπήσας σαρκί, καὶ Σταυρὸν καὶ θάνατον
καταδεξάμενος, ἵνα σώσῃς ἐκ παραβάσεως, ἀνθρώπων τὸ γένος, μακρόθυμε Κύριε δόξα
Σοι.
Ἦχος
β΄.
Δεῦτε
χριστιανῶν ἡ ὁμήγυρις, συνελθόντες ἐν οἴκῳ Κυρίου, ἐκτενῶς καθικετεύσομεν,
Χριστὸν τὸν Θεὸν ἡμῶν, ὅπως καταπαύσῃ τῆς γῆς τὸν κλόνον, καὶ τῶν ἀνέμων τὰς
ὁρμάς, εἰς τὸ μὴ βλάπτεσθαι τὸ πλάσμα του, καὶ αἰφνιδίου θανάτου ἀφανίζεσθαι.
Αὐτῷ οὖν πιστοὶ ἀνακράξομεν, τῷ ἀθανάτῳ Δεσπότῃ καὶ Σωτῆρι Λυτρωτῇ· Σῶτερ,
διαφύλαξον ἡμᾶς κινδύνων ἀτρώτους, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἦχος
γ΄.
Πολλοῖς
ἁμαρτήμασιν, ἐν ῥαθυμίᾳ βιοῦντες, παρεπικραίνομεν Χριστέ, ἀεὶ τὴν σὴν
ἀγαθότητα· διὸ καὶ τῇ νεύσει σου, τὴν γῆν ταράττεις, καὶ ὅσα βούλει ποιεῖς,
ἀναμένων πάντων, λογισμοῦ ἐπιστροφῆν, τῶν πιστῶς ἐκβοώντων· Κύριε δόξα Σοι.
Ἦχος
δ΄.
Τίς
σου τὰ φρικτὰ θαυμάσια, ὦ Θεὲ ἐξυμνήσειε; Τίς σοῦ τὸ ὕψος τῆς δόξης, καὶ προνοίας
σου τὸ βάθος, ἱκανῶς ἐκδιηγήσειεν; ἢ τίς σοῦ τὸ φιλάνθρωπον καὶ μακρόθυμον,
ἀξίως ἐπαινέσειε; Τὸ γὰρ πάντα ἐν σοφίᾳ ἐποίησας. Μηδεὶς ἡμῶν ταῦτα τολμᾶ
κατανοεῖν, ἄνευ τῆς τοῦ παναγίου σου Πνεύματος δωρεᾶς, καὶ τῆς τοῦ σοῦ φωτισμοῦ
ἐνισχύσεως. Ὅτι δικαίως ἀγανακτεῖς καθ’ ἡμῶν, λυπούντων σὲ σφοδρῶς, πολλοῖς
ἁμαρτήμασι, καὶ συνέχεις τὴν κτίσιν, τῇ νεύσει ἢ τὴν ἀποστροφήν, τοῦ θείου
προσώπου σου, ἀλλὰ καὶ τῇ κελεύσει σου· διὸ παράσχου ἡμῖν πανοικτῖρμον,
πταισμάτων τὴν ἄφεσιν, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἦχος
πλ. β΄.
Κύριε
Βασιλεῦ, ἴσμεν ὅτι τὰ πάντα φρίσσει καὶ τρέμει, ἀπὸ προσώπου τῆς δυνάμεώς σου·
διὸ δεόμεθά σου μακρόθυμε, καὶ βοῶμέν σοι φιλάνθρωπε, ἐν ναῷ ἁγίῳ σου· ῥῦσαι
ἡμᾶς τῆς ἀπειλῆς τοῦ σεισμοῦ, καὶ ὑδάτων
Ἦχος
βαρύς.
Ἀπονέκρωσον
τῆς σαρκὸς σκιρτήματα, καὶ ἐμφωλεύοντα ψυχῇ, ἐκρίζωσον πάθη, τῆς μετανοίας
συσσεισμῷ, δεόμεθά σου ἐκτενῶς, τοῦ παντὸς Δημιουργέ· ὁ ἰώμενος τῶν ἀνθρώπων
τὰς νόσους, ἴασαι τὰ συντρίμματα ἐκ τοῦ σεισμοῦ, τῆς δικαίας σου ὀργῆς,
πολυέλεε Χριστέ· καὶ δώρησαι τοῖς πιστοῖς, τῶν πταισμάτων ἱλασμόν, εἰρήνην τῷ
κόσμῳ σου, καὶ ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. δ΄.
Ὁ
συνέχων φόβῳ τὴν κτίσιν, καὶ τὸν κόσμον πανσόφως κυβερνῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν,
ποιεῖς ὡς βούλει σύ, τὴν μετάνοιαν ἀναμένων πάντων τῶν βροτῶν· ὅτι χαρὰ
γίγνεται ἐν τῷ οὐρνῷ, καθὼς ἐν τῷ Εὐαγγελίῳ εἴρηκας, ἐπὶ ἑνὶ ἁμαρτωλῷ
μετανοοῦντι. Τούτων οὖν ἀκριβῶς μιμνησκόμενοι, δεόμεθά σου πολυέλεε, ὅπως
καταπαύσῃς τὴν δικαίαν ὀργήν σου, ἐφ’ ἡμᾶς τοὺς ἀξιοκατακρίτους, καὶ ἅπασαν τὴν
φύσιν, εἰς τὴν οἰκείαν ἁρμονίαν ἐπανάγῃς, εἰς τὸ μηκέτι ζημιοῦσθαι τὸ πλᾶσμά
σου, στοιχείοις καὶ καιρῶν μεταβολαῖς, παρέχων εἰρήνην, καὶ σωτηρίαν ταῖς
ψυχαῖς ἡμῶν.
Καὶ
νῦν. Ὁ αὐτός.
Ἡ
τὸν ἀχώρητον Θεὸν ἐν οὐρανοῖς, χωρήσασα ἐν μήτρᾳ σου, Θεοκυῆτορ Μαριάμ, ταῖς
μητρικαῖς σου πρεσβείαις, ἱλέωσαι παρακαλοῦμέν σε, τοῦ λυτρωθῆναι πάντας ἡμᾶς,
κινδύνων καὶ θλίψεων, σεισμοῦ, πυρός, λιμοῦ τε καὶ λοιμοῦ, νόσων, κακώσεων,
ἀνάγκης, ὀδύνης, αἱρετιζόντων ἐχθρῶν, ἐπηρειῶν τοῦ πονηροῦ, καὶ ἀπὸ πάσης
περιστάσεως, ὅπως ἀεὶ σὲ μακαρίζομεν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. δ΄. Κύριε εἰ καὶ κριτηρίῳ.
Πράϋνον,
ὀργήν σου δικαίαν Χριστέ μου, ἐπὶ τοῖς σὲ ἁμαρτάνουσι, καθ’ ἑκάστην ὥραν
ἡμέρας, καὶ νυκτὸς τοῖς πλημμελήμασιν· ἔχεις πληθὺν οἰκτιρμῶν, ἀμέτρου σου
χρηστότητος, καὶ διὰ τοῦτο, πίστει βοῶμεν, δὸς ἡμῖν πταισμάτων ἄφεσιν.
Στ.: Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ, ἀπ’ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ
κατοικοῦντες τὴν οἰκουμένην.
Λύτρωσαι,
ἡμᾶς ἀπειλῆς σφοδροτάτου, σεισμοῦ καὶ πάσης κακώσεως, σὲ παρακαλοῦμεν
οἰκτίρμον, καὶ ναοῖς σου καταφεύγομεν, δοῦναι Τριάδι πιστῶς, τὴν δόξαν καὶ
προσκύνησιν, ἵνα δωρήσῃς τοῖς αἰτουμένοις, ἱλασμὸν καὶ μέγα ἔλεος.
Στ.: Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου, ἐπὶ τοὺς φοβουμένους αὐτόν, τοὺς ἐλπίζοντας
ἐπὶ τὸ ἔλεος αὐτοῦ.
Κλύδωνος,
ἁλὼς τῆς ἰσχῦος ἀέρος, πυρὸς μανίας καὶ ὕδατος, τοῦ κατακλυσμὸν προκαλοῦντος,
πνιγεροῦ λαὸν ἀπάλλαξον· παῦσον τὸν γῆς κλονισμόν, κυμάτων τὴν ἐπέλασιν, τὰς
τῶν ἀνέμων λαίλαπας Σῶτερ, καὶ ἐχθρῶν πᾶσαν κακόνοιαν.
Δόξα.
Ὁ αὐτός.
Δεῦτε
πιστοί, τὴν Τρισυπόστατον Θεότητα ἱκετεύσωμεν, Πατέρα σὺν Υἱῷ καὶ Ἁγίῳ
Πνεύματι, σεισμοῦ ὅπως ῥύσῃ κατάκριτον λαόν, ἁμαρτάνοντα ταῖς πράξεσι,
ἐννοίαις, ῥήμασι, πάσῃ βιοτῇ, γεωργοῦντα τοῖς πάθεσι. Φόβος ἄμετρος, τρόμος
γεένης, πάντας συνέχει, σαλευομένην κτίσιν βλέποντας· ὅθεν δαβιτικῶς, ἐκ
καρδίας, τῷ παντεπόπτῃ τὴν ᾠδήν, ψαλμικοῖς μέλεσιν ἐκβοήσωμεν· ὡς θαυμαστὰ Θεέ,
πάντα τὰ ἔργα καὶ ἐξαίσια, ἃ σοφίᾳ ἐποίησας, κυβερνᾶς καὶ ἐπιβλέψεις. Αὖθις δ΄
ἐπανάγαγε, ἁρμονίας τῇ τάξει, ὡς βούλει σὺ τῇ γῇ, καὶ μακροθύμησον, ἐπὶ θνητοὺς
οἰκέτας, σὲ παροργήσαντας, παντάναξ Σῶτερ, δόξα σοι.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.

ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸν
σάλον τῆς ἁλώς, καταπράϋνον Σῶτερ, καὶ γῆς τὸν κλονισμόν, θείᾳ νεύσει σου
παῦσον, εἰρήνην δωρούμενος, τοῖς πιστῶς προσκυνοῦσί σε, καὶ κραυγάζουσι· δόξα
τῇ σῇ δυναστείᾳ, παντοδύναμε, ὡς θαυμαστά σου τὰ ἔργα, σοφίᾳ ἃ ἔκτισας.
Δόξα.
Θαλάσσῃ
Ἐρυθρᾷ, διεσάλευσας πάλαι, ὡς χεῖρας Μωϋσῆς, ὕψωσε πρὸς τὰ ἄνω, τεμὼν τῇ
προστάξει σου, ῥάβδῳ πόντον κλονούμενον, ἔνθα Ἰσραήλ, διεβιβάσθη ἀτρώτως, καὶ
τὰ ἅρματα, τοῦ Φαραῶ σὺν τοῖς ὕπποις, βυθῷ ἐκολπώθησαν.
Καὶ
νῦν. Θεοτοκίον.
Ἀγγέλων
γλυκασμός, καὶ παρθένων ἡ δόξα, πιστῶν ἡ χαρμονή, καὶ ἀντίληψις πάντων, σὺ εἶ
Μητροπάρθενε, ἱκετῶν σου ἐκλύτρωσιν· δέξαι δέησιν, τῆς ταπεινῆς μου καρδίας,
καὶ μεσίτευσον, Υἱῷ τῷ μονογενῇ σου, παθῶν μου ῥυσθῆναί με.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Λαὸν
ρῦσαι Δέσποτα φοβεροτάτου σεισμοῦ, δεινῶν περιστάσεων τὸν σὲ λυποῦντα σφοδρῶς,
πολλοῖς ἁμαρτήμασι· λύτρωσαι νοσημάτων, κλύδωνος καὶ ἀνάγκης, παῦσον ὀργὴν
δικαίαν, ἐφ’ ἡμᾶς παντεπόπτα, καὶ δώρησαι εἰρήνην τῇ γῇ, τὴν θεοβράβευτον.
Δόξα.
Εἰρήνης
τὸν ἄρχοντα φῶς καὶ πηγὴν τῆς ζωῆς, θερμῶς ἱκετεύομεν ὅπως θυμὸν καὶ ὀργήν,
πραΰνῃ τοῦ παύσασθαι, κλόνον σύμπαντος κόσμου, καὶ ὁρμὴν τῶν ἀνέμων, κλύδωνα
τῆς θαλάσσης, ἠφαιστείων τὴν λάβαν, μὴ θνήσκειν αἰφνιδίως ἡμᾶς, τοὺς ἁμαρτάνοντας.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
μόνην ἀκήρατον καὶ Θεοτόκον ἁγνήν, Μητέρα πανάχραντον τοῦ Ποιητοῦ καὶ Θεοῦ,
ἀξίως ὑμνήσωμεν, ᾄσμασι μελιῤῥύτοις, καὶ ᾠδαῖς γλυκυτάτοις, χαῖρε ταύτῃ
βοῶντες· ἀειπάρθενε Κόρη, χαῖρε ἡ σωτηρία, τοῦ βροτείου φυράματος.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Σῶτερ
κόπασον τῆς γῆς, κλόνον καὶ κλύδωνος ὁρμήν, καθικετεύομεν πιστῶς, δοῦλοί σου οἱ
ἁμαρτωλοί, θυμόν σου δ’ ἄφες καὶ φυσικήν, δὸς ἁρμονίαν, πάσῃ νῦν τῇ κτίσει,
μηκέτι ἀγανακτῶν, κατὰ τῶν σὲ λυπούντων, τοῖς ἀμπλακήμασιν· ὅθυεν σὴν εἰρήνην
δώρησαι φιλάνθρωπε, λογισμὸν μετανοίας, πταισμάτων λύσιν, καὶ σωτηρίαν, ψυχαῖς
ἡμῶν δοξαζόντων σε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε
ῥάβδος Ἰεσσαί, ἡ ἐκβλαστήσασα ἁγνή, χαῖρε ἡ κλίμαξ Ἰακώβ, δι’ ἧς κατέβη ὁ Θεός,
ἐνανθρωπήσας ἵνα βροτοὺς ἑλκύσῃ ἄνω· χαῖρε πύλη, στάμνε τοῦ μάννα, πόκε σκηνή,
τοῦ Δανιὴλ τὸ ὄρος τὸ ἀλατόμητον, βᾶτε Μωϋσέως ἄφλεκτε, νεφέλη πλὰξ τὸ
ἀμάραντον ῥόδον, καὶ Σολομῶντος ἡ θεία κλίνη, ἣν δυνατοί, περικυκλοῦσι.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί· ὁ
καθήμενος ἐπὶ τῶν Χερουβείμ, σαλευθήτω ἡ γῆ.

Εὐαγγέλιον,
ἐκ τοῦ κατὰ Μᾶρκον (Κεφ. δ΄, 36-41).
Τῷ
καιρῷ ἐκείνῳ οἱ μαθηταὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσι τὸν Ἰησοῦν, ὡς ἦν ἐν
τῷ πλοίῳ· καὶ ἄλλα δὲ πλοῖα ἦν μετ’ αὐτοῦ. Καὶ γίνεται λαίλαψ ἀνέμου μεγάλη, τὰ
δὲ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ἤδη αὐτὸ βυθίζεσθαι. Καὶ ἦν αὐτὸς ἐπὶ
τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ διεγείρουσιν αὐτὸν καὶ λέγουσιν
αὐτῷ· Διδάσκαλε, οὐ μέλλει σοι ὅτι
ἀπολλύμεθα; Καὶ διεγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ, καὶ εἶπε τῇ θαλάσσῃ· Σιῶπα, πεφίμωσο. Καὶ ἐκόπασεν ὁ ἄνεμος,
καὶ ἐγένετο γαλήνη μεγάλη. Καὶ εἶπεν αὐτοῖς· Τί δειλοὶ ἐστὲ οὕτω; Πῶς οὐκ ἔχετε πίστιν; Καὶ ἐφοβήθησαν φόβον
μέγαν καὶ ἔλεγον πρὸς ἀλλήλους· Τίς ἄρα
οὗτος ἐστίν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;
Ὁ Ν’ ψαλμός.
Δόξα: Πάντων σοῦ Ἁγίων, πρεσβείαις παντεπόπτα, γῆς κόπασον τὸν κλόνον, καὶ
δὸς ἔλεος πᾶσι.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Δεῦτε
τῖς ὕμνοις λαοί, δοξολογίαν μετ’ εὐχαριστίας, ἀναπέμψωμεν Κυρίῳ, τὴν Τριαδικὴν
πιστῶς, προσκυνοῦντες Θεότητα, ἐξαιτούμενοι παρ’ αὐτῆς, ῥυσθῆναι δεινῶν
περιστάσεων, σεισμοῦ ἀπειλῆς, καὶ πυρὸς γεέννης, ἡμᾶς τοὺς ἁμαρτωλοὺς καὶ
κατακρίτους. Καὶ πόθῳ δῶμεν αἴνεσιν, ἐκβοῶντες τῷ Δημιουργῷ καὶ Λυτρωτῇ·
οἴκτειρον Σῶτερ τὸ πλᾶσμά σου, ὁ δι’ ἡμᾶς ἐνανθρωπήσας σαρκί, εὐδοκῆσαι Θεός,
Σταυρὸν ἑκουσίως καὶ ταφὴν καταδεξάμενος, καὶ ἀναστὰς ἐν δόξῃ, εἰς τὸ σῶσαι τὸν
ἄνθρωπον.
Εἶτα, οἱ δύο Κανόνες.
Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς:
Αἰνῶν Θεῷ, σεισμοῦ λυτρούμενον δέομαι.
ᾨδὴ
α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Αἰνέσαι
τὴν δόξαν σου, Τριὰς ὁ τάλας πειράσομαι· διὸ νοῦν μου φώτισον, καὶ στόμα
πλάτυνον νῦν, ὅπως ᾄσμασι, δοξάσω σε ἀξίως, καὶ πίστει προσκύνησιν, δῷ τῇ
δυνάμει σου.
Ἱκέτης
προσπίπτω σοι, ῥοαῖς δακρύων δεόμενος, φιλάνθρωπε Κύριε, ῥῦσαι σεισμοῦ ἀπειλῆς,
σὸν πλαστούργημα, καὶ γῆς τὸν κλόνον παῦσον, τῷ θείῳ σου νεύματι, ἐξ ὕψους
δόξης σου.
Νεκροὶ
ἐξηγέρθησαν, τῇ σῇ Σταυρώσει μὴ φέροντες, Θεὲ ὅτε ἔσεισας, ἐκ θεμελίων τὴν γῆν,
καὶ διήνοιξας, μνημεῖα Ζωοδότα, καὶ νῦν μακροθύμησον, ἡμᾶς λυτρούμενος.
Θεοτοκίον.
Ὦ
Κόρη ἐκύησας, τῇ σῇ νηδύϊ σαρκούμενον, Υἱὸν Θεοῦ σύμπαντα, δρακὶ τοῦ φέροντα,
καὶ διέμεινας, Παρθένος μετὰ τόκον, ὡς πρὶν οὖσα πάναγνε, φρικτὸν μυστήριον.
Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς:
Ὦ Ζωοδότα, πρόσδεξαι ᾆσμα ἡδύ. Γεωργίου.
ᾨδὴ
α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
ᾨδὴν
θεοΰφαντον πλέξομεν ὕμνοις, φιλέορτοι ᾄδοντες, θαυμαστὴν δύναμιν, Θεοῦ τοῦ
παναληθῶς, τὰ σύμπαντα ἐκ μηδενός, δημιουργήσαντος.
Ζωὴν
ἐνυπόστατον ἔδωκας πρώτῳ, ἀνθρώπῳ φυσήμασι, σῆς πνοῆς πλάσαντι, Θεὲ κατ’ εἰκόνα
σήν, τ’ ὀμοίωσιν, πρὸ ἐντολῆς, καταπατήσαντι.
Ὦ
πῶς διηγήσομαι, τέρατα ξένα, σημεῖα ἐξαίσια, ἀπορῷ Κύριε! Διό μοι δὸς φωτισμόν, τοῦ μέλεσι Δαβιτικοῖς,
ψάλλειν σου πρόνοιαν.
Θεοτοκίον.
Ὀθνείαν
ἀλλοίωσιν εὐπρεπεστάτην, Υϊῷ Σου πρεσβεύουσα, μητρικῶς δίδου μοι, Παρθένε τῷ
ταπεινῷ, μετάνοιαν καὶ ἱλασμόν, τῶν ἐγκλημάτων μου.
ᾨδὴ
γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Νομή
σου ἀνθρώπους πλανωμένους, Χριστὲ ἐπανάγεις πρὸς τρυφήν, κηρύττων τὴν
μετάνοιαν, ἁμαρτημάτων ἄφεσιν, καὶ γῆς ἑδράζεις τρέμουσαν, παύων τὸν κλόνον τῇ
νεύσει σου.
Θυμόν
σου τὸν δίκαιον ἀπόθου, καὶ πράϋνον θείαν σου ὀργήν, ἐπὶ τοὺς ἁμαρτάνοντας, ὦ
Σῶτερ πολυέλεε· διὸ θαλάσσης κλύδωνα, καὶ σάλον τάχυ κατάπαυσον.
Ἐξ
ὕψους ὁρᾶς τὴν γῆν καὶ τρέμει, τὰ ὄρη ἁπτόμενα χειρί, τῇ σῇ Θεὲ καπνίζονται, ὡς
ψάλλει σε δοξάζοντα, Δαβὶδ ὁ ἐνθεότατος, ὕμνον κἀμεῖς νῦν σοῖ ᾄδομεν.
Θεοτοκίον.
Ὦ
Μῆτερ Θεοῦ σὲ ἀνυμνοῦμεν, Ἀδάμ τε καὶ Εὔας τὴν ἀράν, λυτρώσασα τῷ τόκῳ σου, τῶν
γηγενῶν τὸ ἄθροισμα, ἐν μελιῤῥύτοις ᾄσμασι, καὶ μοναζόντων συστήματα.
Ἕτερος.
Στερεωθήτω ἡ καρδία μου.
Δοξολογίαν
πάντες δῶμεν νῦν, Θεῷ φιλανθρώπῳ, σεισμοῦ ἀπειλῆς, ἐλευθερῶσαι καὶ δεινῶν, δεομένους
νυχθημερόν, καὶ πραΰναι αὐτοῦ δίκαιον θυμόν, σῶσαι πλᾶσμά του.
Ὁ
ἐπιβλέπων οὐρανόθεν γῇ, ποιεῖς τρεμαμένην, Χριστὲ ὁ Θεός, ἐκ θεμελίων τῷ
σεισμῷ, καὶ ὑδάτων συστήματα, μεταβάλλεις κατὰ βούλησιν, λόγῳ σου ἃ ἔκτισας.
Τίς
τὰς ἀβύσσους τῶν κριμάτων σου, ἐξιχνιάσειε παντάναξ Σωτήρ; ἢ τὴν δικαίαν σου
ὀργήν, ἐφ’ ἡμᾶς ἁμαρτάνοντας, δυνηθῆναι καταπαύσειε πλὴν εἰ δῷ μετάνοιαν.
Θεοτοκίον.
ᾌδων
ᾠδήν σοι, κράζω Δέσποινα, ῥῦσαί με ἐκ πάσης κατακρίσεως, δεινῶν παγίδων τοῦ
ἐχθροῦ, καὶ φλογὸς τῆς κολάσεως, μητρικαῖς σου παρακλήσεσιν, Υἱῷ πανοικτίρμονι.
Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὰ
σύμπαντα δόξαν σοι προσάγει Σῶτερ Χριστέ, Ἀγγέλων στρατεύματα καὶ γηγενῶν ἡ
πληθύς, καλῶς γὰρ ἐποίησας, κτίσιν λόγῳ χειρί σου, νοερὰν ὑλικήν τε, ἣν
κυβερνᾶς τῇ νεύσει, προνοῶν ἐπὶ πᾶσι· διὸ σοῦ δεόμεθα θερμῶς, τήρει ἀσάλευτον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Μετάνοιαν
δώρησαι τοῖς ἀστατοῦσι Χριστέ, πολλοῖς πλημμελήμασι παροργιζόντων ἀεί, τὴν σὴν
ἀγαθότητα, φαύλαις τε συνηθείαις, καὶ αἰσχραῖς βλασφημίαις, σφόδρα
ἁμαρτανόντων, ἑκουσίᾳ βουλήσει, πρεσβείαις τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων σου.
ᾨδὴ
δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Συσσεισμῷ
ποτὲ Θεσβίτης, οὐχ ἑώρακε Κύριε, ἀλλὰ λεπτοτάτῃ, αὔρᾳ τούτῳ σὺ προσωμίλησας·
ὅθεν κἀμῖν πρὸς ὠφέλειαν δὸς εὔκρατον, γῆς τὸν ἄνεμον, παύων τὸν κλόνον τῇ
νεύσει σου.
Ἐποχούμενον
προεῖδε, σὲ τῷ πόλῳ ἀστράπτοντα, θρόνῳ ὁ Προφήτης, κύκλῳ Χερουβεὶμ καθεζόμενον,
ὃν τρέμει πᾶσα ἡ κτίσις, ἀνυμνούμενον, τὸν συνέχοντα, πέρατα γῆς τῇ δυνάμει
σου.
Ἱκετεύομεν
βοῶντες, τῶν δεινῶν ἐλευθέρωσον, πλᾶσμά σου καὶ ῥῦσαι, νόσων χαλεπῶν
περιστάσεων, ὦ παντοδύναμε Σῶτερ, καὶ δὸς οὔρειον, ἔχειν ἄνεμον, τὰ ποντοπόρα
πληρώματα.
Θεοτοκίον.
Σὺ
Παρθένε νόμον δόντα, ἐν Σιναίῳ ἐκύησας, Πνεύματος ἐλεύσει· ὅθεν τοῦτον νῦν
ἐκδυσώπησον, δοῦναι ἡμῖν σωτηρίας, τὴν ἀπόφασιν, ὅτ’ ἐλεύσεται, κρῖναι βροτούς,
οὕσπερ ἔπλασεν.
Ἕτερον.
Ἐν Πνεύματι προβλέπων.
Πυρὸς
γεέννης ῥῦσαι ἡμᾶς παμβασιλεῦ, καὶ δικαίαν ἔπαρον ὀργήν σου ἀγαθέ· δὸς
μετανοίας τὰς τρίβους κατανοῆσαι, τῶν δωρεῶν σου τῷ φωτὶ ἐργαζομένους, πάντα τὰ
σὰ τηρεῖν προστάγματα.
Ῥευμάτων
ποταμίων κινήσεις συστροφάς, καὶ ἀνέμων δύναμιν μετάβαλλε Χριστέ· τῇ μηλωτῇ
Ἰορδάνης διεχωρίσθη, Τιβεριάδι τ’ ἡ ὁρμὴ ἐκμηδενίσθη, πάντα γὰρ ποιεῖς, ὅσα
βούλει σύ.
Ὀφρὺς
τοῦ νοητοῦ ἐτροπώθη Ἀμαλήκ, καὶ δαιμόνων ἔνεδρα ἐγένετο καπνός· τὴν τοῦ Σωτῆρος
ἀνθρώποις ἐπιδημίαν, ἐμφαντικῶς καὶ σκιωδῶς, θεῖοι Προφῆται, προὔφησαν, καὶ
τούτου ἐξαίσια.
Θεοτοκίον.
Σὲ
Κόρη θεία κλίνη προεῖδε Σολομών, δυνατῶν κυκλοῦσάν σε, ἀμέτρητος πληθύς· ὁ
Ἡσαΐας ὡς πύλην τὴν κεκλεισμένην, ἐν ᾗ ἀφθόρως Ἰησοῦς γαστρὶ εἰσέλθῃ, οὕτως δὲ
Λόγος ἐξελεύσεται.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Μανίας
ἐκλύτρωσαι, κατακλυσμοῦ τοὺς δούλους σου Σῶτερ, καὶ σεισμοῦ φρικώδους ῥῦσαι,
ἔνεδρα λῦσον, δαιμονικῶν πειρασμῶν, ἁπάσας τὰς θείας ἀρετάς, ἔνδον δὸς σῇ
χάριτι, καλὸν ἔχειν γεώργιον.
Ὀργὴν
καταπράϋνον, τὴν σὴν δικαίαν εὔσπλαγχνε, πάντας ἐκλυτρούμενος κινδύνων, παῦσον
ἐγκάτων, τὸν κλόνον σῇ νεύσει τῆς γῆς, θαλάσσης κλυδώνιον σφοδρόν, καὶ ἀνέμων
κίνησιν, βλαπτικὴν ἐξαιτούμεθα.
Ὑψόθεν
ἐπίβλεψον, ἐπὶ τὴν κληρουχίαν σου Σῶτερ, ὅτι πίστει ἱκετεύει, σὲ τὸν Δεσπότην,
Δημιουργὸν τοῦ παντός, θεμέλια στήσαντα τῆς γῆς, καὶ ὑδάτων ῥεύματα, φυσικὴν
ἔχει κίνησιν.
Θεοτοκίον.
Λοιμώδη
νοσήματα, ἡμῶν ταχὺ ἐκδίωξον, χεῖρας ἐπηρμένας πρὸς Υἱόν Σου, ἔχουσα Μῆτερ, τὸν
χωρητὸν σῇ γαστρί, καὶ πᾶσιν ἀχώρητον Θεόν, ὅνπερ σωματώσασα, παρθενίαν
ἐφύλαξας.
Ἕτερος.
Τὴν σὴν εἰρήνην δὸς ἡμῖν.
Δεινῶν
λυτροῦται τοὺς πιστούς, ὁ Ἐμμανουήλ, νόσων τε συμφορῶν, καὶ θλίψεων ῥύεται, τῆς
γῆς ἀβυσσαλέα ῥήγματα, νεύσει διανοίγει, καὶ γεφυρώνει αὖθις.
Ἐπὶ
τὴν πέτραν ἣν Χριστός, κελεύει ναούς, ἔπηξεν ἱερούς, βροτῶν πλῆθος πίστει καὶ
ὁμολογίᾳ, ἐμφορούμενον, οὓς τήρει ἀτρώτους, θερμῶς ἀπιστοῦμεν.
Ξοάνοις
οὐ τὸ λατρευτόν, γλυπτοῖς τε Μωσῇ, εἶναι ἔφη Θεός, καὶ Βάαλ κατήσχυνε, πῦρ
οὐρανόθεν κατερχόμενον, ὃ εἶδε Προφήτης, ἀλλ’ ἡμεῖς δ’ ἀπιστοῦμεν.
Θεοτοκίον.
Ἄκουσον
θύγατερ Δαβίδ, βοᾷ σοι ἁγνή, Ἄνακτος γὰρ Μητέρα λέγει, Βασίλισσα γεννήσει, ἐκ
σοῦ τεχθησόμενος, δίχα φθορὰν μήτρας, Λόγος Θεοῦ ἐξέλθει.
ᾨδὴ
στ΄. Τὴν θείαν ταύτην.
Ὑπὸ
Ἀγγέλου τὰς πτέρυγας, τοῦ φύλακος ἡμῶν δὸς φιλάνθρωπε, ἔχειν ἀλώβητον, πάσης
ἀνάγκης ἑκάστοτε, καὶ πειρασμῶν ποικίλων, τοῦ πολεμήτορος.
Τὴν
θλίψιν πόῤῥῳ ἀπέλασον, τὰ κύματα ἐχθρῶν καταδίωξον, μὴ ἡμᾶς βλάπτεσθαι, πίστει
θερμῶς σοῦ δεόμεθα, βασιλευόντων Ἄναξ, καὶ φρούρει ἅπαντας.
Ῥητόρων
γλῶσσαι πολύφθογγοι, τὰ σὰ ἐξιστορεῖν οὐ δεδύνηται, μεγαλουργήματα, ὅτι τὰ
σύμπαντα ἔστησας, Θεὲ τῷ λόγῳ μόνῳ, ἁρμονικότατα.
Θεοτοκίον.
Ὁρᾷς
πῶς πόντῳ βυθίζομαι, ῥοπῇ τῆς ἁμαρτίας πρὸς ὄλισθον, ἔχων Μητρόθεε; ὅθεν πρὸς
ἄνω ἰθύνουσα, Χριστοῦ τῆς Βασιλείας, τρίβους διόρθωσον.
Ἕτερος.
Τὸν Προφήτην Ἰωνᾶν.
Ἱλαρότητος
φωτί, ὦ ὡραῖε κάλλει σύ, ἡμῶν φρένας φωτισμοῦ, προσευχῆς διηνεκοῦς, νῦν
πλήρωσον, καὶ σωτηρίας τρίβοις κατεύθυνον.
Ἀγρυπνίαις
ἐκτενῶς, ἱκετεύω Λυτρωτήν, σὺν πιστοῖς χριστιανοῖς, λύτρωσαί με πειρασμῶν, τοῦ
δράκοντος ὀργῆς θεϊκῆς, νόσων καὶ θλίψεων.
Σωτηρίαν
ἐκζητῶ, τὰ ἡδέα νουνεχῶς, λείπω ὄπισθεν Θεοῦ, τειχιζόμενος Σταυρῷ, καὶ
φθέγγομαι, σεισμοῦ τῆς βλάβης, ῥῦσαί με Δέσποτα.
Θεοτοκίον.
Μολυνθέντα
με αἰσχραῖς, ἁμαρτίαις τὴν ψυχήν, ἱκετεύω σε θερμῶς, νῦν ἀπόπλυνον ἁγνή, καὶ
κάθαρον, παντοίου ῥύπου, δεινῶν κακώσεων.
Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τοῦ
σεισμοῦ ἐκλύτρωσαι, Σῶτερ λαόν σου, τῆς θαλάσσης κλύδωνα, κυμάτων σάλον καὶ
ὁρμήν, σφοδρῶν ἀνέμων κατάπαυσον, ὅπως ὑμνοῦμεν, τὴν σὴν ἀγαθότητα.
Ἕτερον.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἀπειλῆς
ἐκλύτρωσαι, σεισμοῦ Χριστὲ τοὺς σοὺς δούλους, καὶ θυμόν σου δίκαιον, ἁμαρτωλοῖς
ποίει πρᾶον, ἔχεις γάρ, μακροθυμίαν ἀνείκαστόν γε, πρόνοιαν, φιλανθρωπίαν
ἄῤῥητον πᾶσι· διὸ οἴκτειρον ἀνθρώπους, νῷ μεταγνῶντας, τῆς αἰωνίου φλογός.
Ὁ
Οἶκος.
Πᾶσα
ἡ κτίσις, φόβῳ συνεχομένη, δοξάζει Θεέ, τὴν σὴν παντοδυναμίαν καὶ ἀγαθότητα.
Θαμβοῦνται οὐρανοί, ἐξίστανται νόων Τάξεις, φρίττουσι δαίμονες καὶ γηγενεῖς
τρόμῳ συστελλόμενοι, οὐ τολμῶσι κατιδεῖν σου, τοῦ προσώπου τὸ κάλλος τὸ ἄῤῥητον
Σωτήρ, διὰ τὸ ἐφάμαρτον τῆς βροτείας φύσεως. Σὺ γάρ, ἐπιβλέπων πρὸς τὴν γῆν,
ποιεῖς αὐτὴν τρέμειν, τῇ δ’ ἐπιτιμήσει σου, παύει τάχυ τοῦ ἀνέμου ἡ δύναμις·
ὅθεν, προσδεχόμενος τὴν μετάνοιαν ἡμῶν, σοῦ δεόμεθα φιλάνθρωπε, στῆσον αὖθις τῇ
γῇ εἰς τοὺς πόδας αὐτῆς, καὶ δὸς ἁρμονικῶς κινεῖσθαι τὴν κτίσιν, οὐ ἀτάκτῳ καὶ
βιαίᾳ ῥοπῇ, τοῖς οὐρανίοις κυκλόθεν σώμασι, καὶ οἴκτειρον πάντας ἡμᾶς,
λυτρούμενος, τῆς αἰωνίου φλογός.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ μεγάλου σεισμοῦ.
Πράϋνον Σῶτερ, ὀργήν σου τὴν δικαίαν,
καὶ στῆσον αὖθις τῇ γῇ, σῇ θείᾳ νεύσει,
σεισμοῦ ἀπειλῆς, λυτρούμενος οἰκέτας.
Οὗτος γέγονεν εἰς τὰ τελευταῖα τῆς
βασιλείας Θεοδοσίου τοῦ νέου, υἱοῦ Ἀρκαδίου καὶ Εὐδοξίας, ἡμέρᾳ Κυριακῆ, ὥρᾳ
δευτέρᾳ τῆς ἡμέρας, καὶ κατέπεσον ὑπὸ τοῦ σεισμοῦ τὰ τείχη τῆς πόλεως, καὶ μέρος
πολὺ τῶν οἰκημάτων, κατ’ ἐξαίρετον δὲ ἀπὸ τῶν Τρῳαδησίων ἐμβόλων, ἕως τοῦ χαλκοῦ
Τετραπύλου. Καὶ ἐπεκράτησεν ὁ σεισμὸς μῆνας τρεῖς, ἔνθα ὁ βασιλεύς, λιτανεύων
πανδημεί, μετὰ δακρύων ἔλεγε· Ῥῦσαι ἡμᾶς Κύριε τῆς δικαίας σου ὀργῆς, καὶ τῶν
παραπτωμάτων ἡμῶν διὰ τῆς μετανοίας, εσάλευσας γὰρ τὴν γῆν, καὶ συνετάραξας αὐτήν,
διὰ τὰς ἀμαρτίας ἡμῶν τοῦ δοξάζειν σὲ τὸν μόνον ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ξενοφῶντος καὶ τῆς
συμβίας αὐτοῦ Μαρίας καὶ τῶν τέκνων αὐτοῦ Ἀρκαδίου καὶ Ἰωάννου.
Καὶ γῆν λιπόντας, τοὺς περὶ Ξενοφῶντα,
Ἁβρᾷ ξενίζω τοῦ λόγου πανδαισίᾳ.
Παισὶν ἅμ' ἠδ' ἀλόχῳ Ξενοφῶν θάνεν εἰκάδι ἕκτῃ.
Οὗτος ὁ Ὅσιος Ξενοφῶν ἧν ἐκ
Κωνσταντινουπόλει, πλουτῶν μὲν καὶ τὴν ἔξωθεν περιουσίαν, ἔνδοθεν δὲ πνέων τὴν
κατὰ Θεὸν εὐσέβειαν. Ἀποστείλας οὖν τοὺς δύω υἱοὺς αὐτοῦ εἰς Βηρυτὸν πόλιν,
μίαν τῶν κατὰ Φοινίκην, ἐπὶ μελέτῃ καὶ μαθήσει Νόμων, ἐπὶ τῶ κατὰ θάλασσαν
ναυαγίῳ ἐχρήσαντο, ἐξῆλθεν ἅμα τῇ γυναικὶ εἰς ἀναζήτησιν τούτων. Οὕς εὑρὼν εἰς Ἱεροσόλυμα,
μοναχικὸν σχῆμα ἠμφιεσμένους, ὑπέδυ καὶ αὐτὸς μετὰ τῆς γυναικὸς τὸν μονήρη
βίον. Καὶ ἐπὶ τοσοῦτον προῆλθον ἀρετῆς, αὐτός τε καὶ ἡ γυνὴ καὶ οἱ παῖδες, ὡς
καὶ θαύματα ἐκτελεῖν καταξιωθῆναι. Εὐηρέστησας δὲ μέχρι τέλους τῷ Θεῶ, καὶ πρὸς
Αὐτὸν ἐξεδήμησαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συμεών, τοῦ ἐπιλεγομένου
Παλαιοῦ.
Τὸν χοῦν παλαιὲ Συμεὼν ἀπεξύσω,
Ἐχθροῦ παλαιοῦ λεπτύνας εἰς χοῦν κάραν.
Οὗτος, ἐκ παιδιόθεν τὸν ἐρημικὸν ἀσπασάμενος
βίον, καὶ ἐν ἄντρῳ βραχεῖ διαιτώμενος, οὐδεμίας τροφῆς ἀνθρωπίνης άπλήλαυε.
Μόνας γὰρ τὰς ἐδωδίμους τῶν βοτᾶνων τροφὰς ἐποιεῖτο. Ἐπιθυμίαν δὲ λαβὼν εἰς τὸ
Σίναιον ἀπελθεῖν ὄρος, ἀφίκετο. Καὶ ἔνδον τοῦ σπηλαίου γενόμενος, ἐν ᾧ ποτὲ
Μωϋσῆς ἐκρύβη, πρηνὴς πεσών, ἐπὶ ἑπτὰ ἡμέρας, ἄσιτος τῇ προσευχῇ καὶ τοῖς
δάκρυσι προσκαρτερήσας, οὐ πρότερον ἀνέστη ἕως θείας φωνῆς ἀκήκοε, κελευούσης ἀναστῆναι
καὶ τὰ προτεθέντα αὐτῶ τρία μῆλα φαγεῖν. Ἀναστὰς δέ (πρηνὴς γὰρ ἧν κείμενος),
καὶ τὰ τρία μῆλα εὑρών, προθύμως κατέφαγεν. Ἐπανελθὼν δὲ ἀπὸ τοῦ ὄρους, καὶ
μοναστήρια δύω οἰκοδομήσας, τῆς ἐπιπόνου ζωῆς τὸ τέλος ἔλαβε, παράδοξα θαύματα
πρότερον ἐκτελέσας εἰς δόξαν Θεοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνανίου πρεσβυτέρου καὶ Πέτρου δεσμοφύλακος καὶ
τῶν σὺν αὐτοῖς ἑπτὰ στρατιωτῶν.
Πέτρος σὺν ἑπτὰ τὴν θάλασσαν εἰσέδυ,
Οἷς Ἀνανίας ἡδέως συνεισέδυ.
Οὗτοι, ὑπήρχον ἐπὶ Διοκλητιανοῦ
τοῦ βασιλέως, καὶ Μαξίμου ἡγεμόνος ἐν Φοινίκῃ. Πρὸς ὅν ἀχθεὶς ὁ Ἅγιος Ἀνανίας,
καὶ τὸν Χριστὸν ὁμολογήσας, καὶ τὰ εἴδωλα μυκτηρίσας, τύπτεται, καὶ ὀβελίσκοις
διαπύροις τὸν νῶτον συγκαίεται, καὶ ὄξει καὶ ἅλατι τὰς καταφλεχθείσας σάρκας ἐπιτάσσεται,
καὶ δι’ εὐχῆς τὸν ναὸν κατασείει, καὶ τὰ εἴδωλα εἰς γῆ κατάγει. Εἶτα, βληθεὶς ἐν
τῇ φυλακῆ, τροφῆς θείας μεταλαμβάνει. Ἔνθα τὸν κλειδοῦχον τοῦ δεσμωτηρίου πρὸς
τὴν εἰς Χριστὸν πίστιν μεθιστᾶ, μεθ’ οὗ ὑπὸ τοῦ ἡγεμόνος Μαξίμου, τὴν διὰ θαλάσσης
ὑφίσταται τελευτήν, μετὰ καὶ ἑτέρων ἑπτὰ στρατιωτών, οὕς πρὸς τὴν εἰς Χριστὸν
πίστιν ἐφειλκύσατο, παραδόξως ἐκ χαλεπωτάτων διασωθεὶς κολάσεων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀμωνᾶς ἐν εἰρήνῃ τελειοῦται.
Ζωῆς Ἀμωνᾶς νῆμα πληρώσας ἅπαν,
Ζωὴν ἐφεῦρεν, οὔποτε πληρουμένην.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γαβριὴλ ἐν εἰρήνῃ τελειοῦται.
Σὺν τῷ Γαβριὴλ τῷ Νόων πρωτοστάτῃ,
Καὶ Γαβριὴλ ἵστησι Χριστὸς τὸν νέον.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δύω Μάρτυρες, οἱ ἐν Φρυγίᾳ, τυπτόμενοι τελειοῦνται.
Βάκλοις ἀθληταὶ τραυματισθέντες δύω,
Στεφθέντες εὗρον τὴν συνούλωσιν τάχει.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ξενοφῶντος, κτήτορος τῆς ἐν Ἄθῳ Ἱ. Μ. Ξενοφῶντος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Κλήμεντος, τοῦ ἐν
τῶ Ὄρει Σαγματίῳ ἀσκήσαντος, πλησίον τῆς Βοιωτίας.
Κλήμης ὁ θεῖος ἐν μεταρσίῳ στύλῳ,
ἀρθεὶς ἀνέπτει πρὸς μονὰς οὐρανίους.
Οὗτος ὁ πατὴρ ἡμῶν Κλήμης, εἷλκε
τὸ γένος ἐν τῶν πάλαι χρυσῶν Ἀθηνῶν, γέννημα καὶ θρέμμα ὑπάρχων τῆς αὐτῆς
πόλεως. Γεννηθεὶς δὲ καὶ ἀνατραφεὶς ἐξ εὐγενῶν καὶ φιλοχρίστων γονέων, καὶ ἐπισήμων
ὄντων τῆς πόλεως, καὶ εἰς μέτρον ἐλθὼν ἡλικίας, τὰ ἱερὰ ἐκπαιδεύεται γράμματα,
τῶν δὲ γονέων αὐτοῦ τὸν βίον ἀπολιπόντων, καὶ πρὸς τὰ ἐκεῖσε ἀπελθόντων ἀναπαυτήρια,
τῶ ἀριθμῷ τοῦ κλήρου συγκαταλέγεται, τῆς τοῦ Θεοῦ ἁγίας ἐκκλησίας. Εὐλαβῶς δὲ
καὶ ὁσίως τὰς θείας ἐν αὐτῇ, ἐπιτελῶν λειτουργίας, καὶ ταῖς ψαλμῳδίαις σχολάζων
καὶ ἀναγνώσεσι, μικρὸν ἐν αὐτῇ διέτριψε χρόνον, φθάσας δὲ τὸ τριακοστὸν ἔτος τῆς
αὐτοῦ ἡλικίας καὶ ἀνδρωθεὶς καὶ τὰς καταιγίδας καὶ σπιλάδας τοῦ ματαίου κόσμου ἀπαλιπών,
τοὺς θορύβους καὶ τὴν τύρβην τοῦ βίου τούτου ἀποσεισάμενος τέλεον, ὡς ἀεὶ μὴ ἐμμένουσαν
εἰς τὴν τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Μελετίου μεταβαίνει μονήν, ἐν τῷ
Κιθαιρῶνι. Ἐνταῦθα διέλαμψεν ἐν τῇ σιωπῆ, ὑπακοῆ, ἀσκήσει τε καὶ εὐχῇ. Ἐν τῷ ἱερῶ
τοῦ Μελετίου φροντιστηρίῳ, ἔθος ἧν αὐτῶ προσεύχεσθαι κατὰ τὸν καιρὸν τῆς ἑσπέρας
εἴς τινα τόπον ἔξωθεν τῆς μονῆς ἀντίκρυ τοῦ Σαγματίου ὄρους. Ἀδελφὸς δέ τις, Ἰάκωβος
τοὔνομα, κατά τινα ἑσπέραν εἶδεν αὐτὸν αἰθέριον καὶ ὑψούμενον ἐν τῷ ὄρει, ὅπερ
καὶ διηγήσατο τοῖς ἀδελφοῖς. Ὁ ἰσάγγελος Κλήμης, γνοὺς τὸ πραθέν, καὶ φεύγων τὸ
κενὸν δοξάριον τῶν ἀνθρώπων, λαβὼν τὴν ευχὴν τοῦ Μελετίου μετῴκησεν ἐν τω
Σαγματίῳ ὄρει κατασκηνώσας εἰς φρικῶδες σπήλαιον. Τοῦτο τὸ σπήλαιον κείμενον ἐν
ἀκροτόμῳ λίθῳ, οἷον στῦλος μετάρσιος, γέγονεν ὁ τόπος τῶν ἀσκητικῶν αὐτοῦ
παλαισμάτων, ἤγουν τῶν δακρύων, τῆς χαυμενίας, τῆς εὐχῆς, τῆς νηστείας καὶ τῆς
δουλαγωγίας τοῦ σώματος. Ἐνθάδε διέτριψε πολλοὺς χρόνους, προσελκύσας πέριξ αὐτοῦ
πλῆθος μοναστῶν καὶ μιγάδων, οὕς ἐποδηγέτει θεοφιλῶς. Ἐν τῷ αὐτῷ ὄρει, τὸ ζῆν ἐξεμέτρησε
μετατεθεὶς εἰς τὰς οὐρανίους μονάς, πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ ἡμῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γερμανοῦ
τοῦ ἐν Σαγματᾷ
Γέρας ἀρετῶν,
Γερμανός γεγαιρέσθω,
ὡς τῶν γεηρῶν, λελοιπὼς πᾶσαν τέρψιν.
ὡς τῶν γεηρῶν, λελοιπὼς πᾶσαν τέρψιν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δαυίδ, βασιλέως τῆς Γεωργίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρκαδίου
τοῦ Βγιαζνικόφσκϊυ Ῥωσσίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γαβριήλ,
Μητροπολίτου Νόβγκοροντ καὶ Ἁγίας Πετρούπολης
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Κυρίλλου, Μητροπολίτου Καζάν
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀνακομιδὴς τῶν λειψάνων τοῦ Ὁσίου Θεοδώρου τοῦ
Στουδίτου, ἐπὶ Πατριάρχου Μεθοδίου, ἐν ἔτει 844 μ. Χ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὑπερήφανον
τοῦ ἑωσφόρου θέλημα, σὺ ἐταρτάρωσας, καὶ παραβάντας Ἀδάμ, τρυφῆς ἐξωστράκισας,
ἀποστασήσαντος παντοδύναμε, σοὶ γὰρ φωστῆρες, ἄστρα φῶς ὑπακούουσιν, ἡμεῖς δ’
οὐ.
Μεγαλύνει
σε τὰ σύμπαντα δοξάζοντα, πάντα τὰ ἔργα σου, ὅτι σοφίᾳ αὐτά, τῷ λόγῳ σου
ἔκτισας, ἄνθρωπον δ’ ἔπλασας, σοὶ κραυγάζοντα· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς
εὐλογητὸς εἶ.
Ἐστερέωσας
τῇ πίστει Παῖδας ἔμφρονας, Τρεῖς σὲ δοξάσαντας, μέσῳ καμίνου φλογός, Τριάδα
τυπώσαντος, τὴν ἀδιαίρετον, ὦ πανάγαθε, κἀμὰς ἀεὶ τῷ φόβῳ σου, πίστει τ’ ἀγάπῃ
συντήρει.
Θεοτοκίον.
Νεκρωθεῖσάν
μου καρδίαν αὖθις ζώωσον, σῇ θείᾳ χάριτι, καὶ πρὸς Υἱὸν καὶ Θεόν, Παρθένε
πρεσβείᾳ σου, σῶσον ὡς σώτειρα, οὖσα ἄσπιλε, ἡ σωτηρία τῶν βροτῶν, γλυκασμὸς
τῶν Ἀρχαγγέλων.
Ἕτερος.
Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ.
Ἀγαλλιάσει
ὄντως θεϊκῇ, καὶ Πνεύματι πιστῶς ἐμφορούμενος βοῶ· μύρων ὀσμῆς σου ὀπίσω
ἔδραμον, ἔρωτι Χριστὲ πυρούμενος· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἡδυπαθείαις
πάσαις ἡ ψυχή, μολύσμασι σατᾶν ὑποφέρει βλαπτικῶς, ῥέπει ὁ νοῦς πλείστοις
ἁμαρτήμασι, πράττων ἑκουσίως, Κύριον λύπην διδόντα πολλήν· διὸ ταράττει τὴν
γῆν.
Διὰ
πυρὸς διέρχει πειρασμούς, ἀλλ’ ὅπλῳ τοῦ Σταυροῦ, τούτους μάκρυνον ψυχή, ἔφη
ψαλμοῖς, Προφητάναξ ἔνθεος, οὐ μήν, ἀλλὰ καὶ δι’ ὕδατος, ἐξαγαγῶν Ἀθλητῶν,
χοροὺς εἰς ἀναψυχήν.
Θεοτοκίον.
Ὑπὸ
τὴν σκέπην τρέχομεν τὴν σήν, οἱ δοῦλοί σου ἁγνὴ ἐκζητοῦντες ἀρωγήν, φρούρει
πιστούς, καὶ ποίμνην συντήρησον, οὖσαν ἐν Ἑλλάδι ἄτρωτον, τὴν ἀνυμνοῦσαν ἀεί,
σὲ θεοφθόγγοις ᾠδαῖς.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Οἶδα
ὅτι σὺ ῥοαῖς δακρύων, ἀνθρώπων πιστῶν ὑπάρχεις εὐσυμπάθητος· ὅθεν ἱκετεύομεν,
πόθῳ δὲ σοὶ λέγομεν, ὀργῆς σεισμοῦ ἐκλύτρωσαι, κινδύνων θλίψεων, τοὺς δούλους
σου, καὶ βλάβης παντοίας, σὲ Χριστὲ ὑμνοῦντας, ἀπαύστως εἰς αἰῶνας.
Νεῦσον
οὐρανόθεν πανοικτῖρμον, καὶ στῆσον τὴν γῆν σεισμοῦ εἶναι ἀκλόνητον, σὺ γὰρ
ταύτην ἔκτισας, καὶ ἄνθρωπον ἔπλασας, οἰκοῦντα ταύτην δ’ ἔθηκας, καὶ σὲ
δοξάζοντα, ἀλλ’ ὔστερον, αἰσχραῖς ἁμαρτίαις, παροργίσαντά σε, χοΐ ἔδωκας πάλιν.
Δεῦτε
θεοφρόνων αἱ χορεῖαι, Κυρίῳ Σωτῆρι δῶμεν νῦν προσκύνησιν, ῥῦσαι ἀλαλάζοντες,
καὶ φωναῖς κραυγάζοντες, ἡμᾶς πυρὸς κακώσεων, σεισμοῦ καὶ θλίψεων, ὡς ἔσωσας
Ἁγίοις Τρεῖς Παῖδας, ἐξ ἑπταπλασίως, καμίνου καιομένης.
Θεοτοκίον.
Ἔσο
ἡμῶν θῦρα σωτηρίας, Παρθένε παρακαλοῦμέν σε, ὡς ἔφησαν πύλην ἐπουράνιον, βᾶτον
ἀκατάφλεκτον, Προφῆται θρόνον τράπεζαν, πόκον τὸν ἔνδροσον, καὶ κλίμακα, σκηνὴν
ναὸν ὄρος, κἀμεῖς δὲ Μητέρα, Θεοῦ ὁμολογοῦμεν.
Ἕτερος.
Ὃν φρίττουσιν Ἄγγελοι.
Γλῶσσα
νῦν ὡς κάλαμος, ὀξύγραφος ἐμή, ἐδείχθης πανάγαθε, ὑμνοῦσα σὲ πιστῶς, ψαλμοῖς
μελιῤῥύτοις, ἱκεσίαις θερμαῖς, οἷς δοξολογοῦμεν, ἀπαύστως εἰς αἰῶνας.
Ἑστῶτες
οἱ Ἅγιοι, κυκλόθεν ἱερῶς, σοὶ ὕμνον προσάδουσι, κἀμεῖς δ’ ἁμαρτωλοί, ἐνάρετον
βίον, καὶ ἔργα ἀγαθά, οὐκ ἔχομεν δοῦναι· διὸ ταράττεις κτίσιν.
Ὦ
θρηνῶν ἀκούσματα, καρδίας στεναγμοί, κραυγὴ ταπεινώσεως, ἡμάρτηκα Θεέ, ἐλέησον
Σῶτερ, βοῶμέν σοι πιστῶς, γοερῶς αἰτοῦντες, ἵνα σεισμοῦ ῥυσθῶμεν.
Θεοτοκίον.
Ῥωννύμεθα
Δέσποινα, δυνάμει κραταιᾷ, τῇ σῇ ἀνακράζοντες· ἡ ῥίζα Ἰεσσαί, βλαστήσασα Λόγον,
σὺ ὑπάρχεις ἁγνή, ἡ καθαρωτέρα ἡλιακῶν ἀκτίνων.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Ἄγγελοι, καὶ ἄνθρωποι θείοις ὕμνοις,
δοξάσατε τὸν Κύριον, καὶ μεγαλύνατε πάντα, ἃ πεποίηκε σοφίᾳ.
Ἄγγελοι, σκιρτήσατε σὺν Ἁγίοις,
Ὀρθόδοξοι δ’ ὑμνήσατε, τὸν παντεπόπτην Δεσπότην, τὸν δρακὶ κρατοῦντα κτίσιν.
Οἴκτειρον
Χριστέ, καὶ φεῖσαι τοῦ πλάσματος, ὃ πεπλαστούργησας, ὀργῆς ἀπειλῆς σεισμοῦ,
πυρὸς μανίας, νόσων καὶ θλίψεων, ῥυόμενος καὶ πράϋνον, ὡς εὐσυμπάθητος, τὸν
θυμόν σου, ἵνα σὲ δοξάζομεν, καὶ ποιοῦμεν ἀεί, τὸ σὸν θέλημα.
Ἄνθρωποι, θεόφρονες προθυμίᾳ, ναοῖς
Κυρίου σπεύσατε, γῆν δεηθεῖτε ἀπαύστως, ἀπειλῆς σεισμοῦ ῥυσθῆναι.
Ἅπασα, ἡ Κρήτη Κεφαλληνία, σὺν τῇ Ἑλλάδι
κράζει σοι· παῦσον Χριστὲ γῆς τὸν κλόνον, καὶ λαὸν λύτρωσαι βλάβης.
Μέμνησο
ἡμῶν, ἐν ὥρᾳ τῆς κρίσεως, καὶ ἀποφάσεως, αὐτοκατακρίτων γάρ, ὄντως παντάναξ,
ἀπολυτρούμενος, πυρὸς τοῦ αἰωνίζοντος, ὡς δικαιότατος, μετανοίας, τρόποις
ἐνδεικνύμενος, δεξιοῖς σου προβάτοις δ’ ἀρίθμησον.
Δράμετε, φιλέορτοι προσκυνῆσαι, Εἰκόνα
Παντοκράτορος, καὶ ἐκζητήσατε πίστει, δοῦναι πᾶσι θείαν χάριν.
Δόξα Σοι Θεότης ἡ τρισαγία, καὶ φύσις
ἀδιαίρετος, Πατὴρ Υἱός τε καὶ Πνεῦμα, ἡ συστήσασα τὸν κόσμον.
ᾈδω
σοι Σωτήρ, ἀπαύστως τοῖς μέλεσι, καθικετεύοντα, κράτυνον λυτρούμενον, ἔθνος
Ἑλλήνων, ἐχθρῶν ἁλώσεως, αἱρετιζόντων στόματα, φιμώτρῳ ἔμφραξον, καὶ κινδύνων,
πάντων ἐλευθέρωσον, τοὺς πιστῶς προσκυνοῦντας τῷ κράτει σου.
Θεοτοκίον.
Ἄχραντε, εὐλογημένη Παρθένε, Μαρία
θεοδόξαστε, τοῖς σὲ πιστῶς ἀνυμνοῦσι, Θεῷ ἴλαθι σωθῆναι.
Ἵλεως
γενοῦ, Χριστὲ παρακλήσεσι, Μητρός σου σώσασθαι, οἰκοῦντας γῆν ἐκ σεισμοῦ, λαοῦ
Ἑλλάδος, πιστῶν τὸ ἄθροισμα, καὶ ὀρθοδόξους ἄπαντας, ἐκ περιστάσεων, τοὺς
βοῶντας· χαῖρε βᾶτε ἄφλεκτε, ἡ κυήσασα Λόγον πανάγιον.
Ἕτερος.
Τὴν φωτοφόρον νεφέλην.
Μεγάλυνον ψυχή μου, τὸν Κτίστην τῶν
ἁπάντων, καὶ τῶν ἀνθρώπων Πλάστην, ἐν μελιῤῥύτοις ὕμνοις.
Μεγάλυνον ψυχή μου, σὺν Ἀσωμάτοις νόοις,
καὶ πᾶσι τοῖς Ἁγίοις, ψαλμοῖς τὸν Πλαστουργέτην.
Γινώσκομεν
ἐν τῇ πίστει, βυθὸν σοφίας ἔχειν σε, Σῶτερ ἀπύθμενον τῷ νῷ, καὶ ὅτι πάντα
οἶδας, προνοίᾳ σῇ δὲ θαυμαστῇ, τὴν γῆν κυκλικῶς ἡλίου, ἔστησας καὶ ταύτην
θεμελίοις, συνταράττεις τῷ σεισμῷ, νεύματι σῷ.
Δοξολογίαν αἶνον, εὐχαριστίαν ὕμνον,
προσκύνησιν ψυχή μου, τῷ Παντεπόπτῃ δίδου.
Μεγάλυνον ψυχή μου, τὸν σύμπαντος τοῦ
κόσμου, Δημιουργὸν καὶ Κτίστην, πάνσοφον Κυβερνήτην.
Ἴσθι
προστάτης τῶν πίστει, σὲ δοξαζόντων ἀπαύστως φιλάνθρωπε σὺν τοῖς χοροῖς,
Ἀγγέλων καὶ Ἁγίων, καὶ ἐν τῷ βήματι ἡμᾶς, ἐμφόβους παράστησον, καὶ λύτρωσαι,
τοῦ πυρὸς τοῦ ἀσβέστου, νῦν δὲ θλίψεων, καὶ βλάβης ἐξελοῦ.
Ὀργήν σου τὴν δικαίαν, ταχὺ πράϋνον
Σῶτερ, ἐπὶ τοὺς σὲ λυποῦντας, ποικίλαις ἁμαρτίαις.
Σεισμοῦ πυρὸς μανίας, κατακλυσμοῦ
κινδύνων, ἀνάγκης τε καὶ βλάβης, Θεὲ ῥῦσαι λαόν σου.
Ὁ
ὔδασι πᾶσαν κτίσιν, ἐπιστηρίξας καὶ τὴν γῆν, ὁ τῶν ἀνέμων λόγῳ σῷ, τὴν κίνησιν
ἰθύνων, τὸν τῆς ἁλὼς κλυδωνισμόν, καὶ ὅριον ψάμμου σοφῶς θέμενος, ἵνα γνῶμεν τὸ
ὕψος, τῆς σῆς σοφίας Χριστέ, δὸς φῶς ἡμῖν.
Μεγάλυνον ψυχή μου, τῆς Τρισυποστάτου,
καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος.
Θεοτοκίον.
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην,
ἡμᾶς ἐκ τῆς κατάρας, Θεοῦ ἁγνὴν Μητέρα.
Ὑψηλοτέρα
ὑπάρχεις, τῶν οὐρανῶν Θεοτόκε, τιμιωτέρα Χερουβείμ, νόων ἐνδοξοτέρα· ὅθεν
χαρίτωσον σεμνή, τὸν πλέξαντα σοὶ ᾠδὴν ἡδύφθογγον, σὺν πρεσβείαις Ἁγίων, καὶ
ἀπήμονας συντήρει τοὺς πιστούς.
Ἐξαποστειλάριον.
Ἦχος γ΄. Ἀπόστολοι ἐκ Περάτων.
Ἀπὸ
Θρακῶν ἄχρι Κρήτης, γῆν τῆς Ἑλλάδος καὶ νήσους, ῥῦσαι σεισμοῦ καὶ κινδύνων,
παρακαλοῦμέν σε Σῶτερ, καὶ δὸς εἰρήνην τῷ κόσμῳ, τοῖς δ’ ὀρθοδόξοις τὸ νῖκος.
Ἕτερον,
ὅμοιον.
Τοὺς
μεταστάντας τοῦ βίου, σεισμῷ θαλάσσῃ ἀέρι, δοκιμασίαις τε πάσαις, καὶ φυσικαῖς
καταστροφαῖς, ἀνάπαυσον Σώτερ κόλποις, Πατριαρχῶν καὶ Δικαίων.
Θεοτοκίον.
Εἶδε
Μωσῆς ἐν Σιναίῳ, Βᾶτον σὲ ἄφλεκτον ἁγνή, θαῦμα θαυμάτων δηλοῦσα, τὸ ἀειπάρθενον
ἐν σοί, ὡς πρὸ τοῦ τόκου Παρθένος, ἐν τούτῳ μείνασα αὖθις.
Αἶνοι.
Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Δεῦτε
πιστοὶ συνελθόντες ὕμνοις προσοίσωμεν, Χριστῷ τῷ Ζωοδότῃ, τῷ συστήσαντι κτίσιν,
τῷ λόγῳ καὶ κρεμάσαντι οὐρανόν, ὡσεὶ δέῤῥιν καὶ ὕδατα, πάντα πηγαῖς συναχθῆναι
ὅπως ὀφθῇ, τῆς ξηρᾶς εἰπόντα πρόσωπον.
Τὴν
ἐντολὴν παραβάντα τοῦ σοῦ προστάγματος, τοῦ Παραδείσου ἅμα, τὸν Ἀδὰμ σὺν τῇ
Εὔᾳ, ἐξώρισας καὶ ἔδωκας τὴν ἀράν, τῷ βροτείῳ φυράματι, καὶ συνταράττεις τῇ
νεύσει σου τρόμῳ γῆν, ἐμβαλὼν ἐφ’ ἁμαρτάνοντας.
Τίς
ἂν ἐκφύγειε Σῶτερ θνητὸς δυνήσεται, ἀπὸ ὀργῆς θυμοῦ σου, ἁμαρτίαις ποικίλαις,
ἑκὼν καὶ ἀκουσίως πεποιηκώς; Πλὴν πηγαῖς τῶν δακρύων του, τῆς μετανοίας
ἐκπλύνειε ῥυπαρόν, οὐ βολίδι τοξευθήσεται.
Ῥῦσαι
σεισμοῦ καὶ ἀνάγκης δεινῶν καὶ θλίψεων, κακώσεων κινδύνων, συμφορῶν πάσης
βλάβης, αἱρέσεων μανίας κατακλυσμοῦ, πειρασμῶν πυρὸς ὕδατος, τῶν ἀλλοφύλων
Ἑλλάδος πιστὸν λαόν, καὶ νοσοῦντας Σῶτερ ἴασαι.
Δόξα.
Ἦχος πλ. α΄.
Δεῦτε
πιστοί, στησώμεθα χορείαν, καὶ οἴκοις Θεοῦ σπεύδοντες, προσοίσωμεν τὸν ὕμνον,
τῷ Δημιουργῷ καὶ Πλάστῃ ἁπάσης τῆς κτίσεως, πανευλαβῶς ἀνακράζοντες· Κύριε
παντοκρᾶτορ, ὃν πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου τῆς δυνάμεώς σου, ἔπαρον
τὴν δικαίαν σου ὀργήν, ἀφ’ ἡμῶν τῶν ἁμαρτωλῶν καὶ κατακρίτων, καὶ παῦσον ταχέως
τὸν κλόνον τῆς φῆς, τὰ συντρίμματα ἰώμενος, τῶν ἀνθρώπων τῷ γένει, ὅπως
ἀπαύστως σὲ δοξάζομεν. Μακροθύμησον φιλάνθρωπε, δεόμεθά σου, ἐπὶ τὴν
κληρονομίαν σου τήνδε, καὶ ῥῦσαι τὸν χριστεπώνυμον τῆς Ἑλλάδος λαόν, ἀπὸ πάσης
ἐνεστώσης ἀπειλῆς. Ἐξελοῦ δὲ νῦν ἡμᾶς, τῆς τυραννίδος τῶν παθῶν, τοῦ ἀρχεκάκου
ἐχθροῦ, τρόποις μετανοίας ἐνδεικνύμενος, καὶ παράσχου ἄφεσιν πταισμάτων,
εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Ὅπου
δοξολογεῖται τὸ ὄνομά σου Κύριε, ἐκεῖθεν καὶ καταργεῖται τοῦ βελίαρ τὰ ἔνεδρα,
οὐ δύναται γὰρ ἀκούειν Ἀγγέλων τὸν Τρισάγιον ὕμνον· διὸ αἰτοῦμέν σου, τὰ
πυρφόρα αὐτοῦ βέλη, τὰ καθ’ ἡμῶν κινούμενα ἀπόσβεσον· καὶ ἀπειλῆς σεισμοῦ
ἐκλύτρωσαι λαόν, τὴν σὴν πραΰνων ὀργήν, παντοδύναμε Ἰησοῦ, ὁ Θεὸς ἠμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Φύλαττε
σεισμοῦ ἡμᾶς ἀπειλῆς, κλονίζοντος Σῶτερ, γῆς τὰ ἔγκατα καὶ ψυχαῖς, ἰῷ
μολυνθείσαις παθῶν, δὸς μετανοίας, σεισμὸν σωτηριώδη, ὠφελιμώτατον.
Σῶσον
ἡμᾶς Σῶτερ ἐκ πειρασμῶν, νόσων καὶ κινδύνων, περιστάσεων δυσχερῶν, καὶ κἀμοὶ
πρὸς δόξαν, ὑφάναντί σοι ὕμνοις, δὸς ἀρετῶν τὸν πλοῦτον, καὶ θείαν φώτισιν.
Σημείωσις:
Ἔκλογή
εἰς τὸν Πολυέλεον:
Ψαλμός
ῥγ΄ (103), στίχοι: 1, 5, 19, 24, 30, 31, 32, 33, 35.
Ψαλμὸς
με΄ (45), στίχοι: 2, 3, 4, 7, 12.
Ψαλμὸς
νθ΄ (59), στίχοι: 2, 13.
Ψαλμὸς
οστ΄ (76), στίχοι: 15, 19.
Ψαλμὸς
πδ΄ (84), στίχοι: 4, 5.
Ψαλμὸς
ξη΄ (98), στίχος: 1.
ΕΠΙ ΣΕΙΣΜΟΥ ΑΠΕΙΛΗΣ ΑΚΟΛΟΥΘΙΑ
ΕΠΙ ΑΠΕΙΛΗΣ ΣΕΙΣΜΟΥ, ΘΕΪΚΗΣ ΟΡΓΗΣ, ΠΥΡΟΣ, ΛΟΙΜΟΥ, ΚΑΤΑΚΛΥΣΜΟΥ,
ΣΥΜΦΟΡΩΝ, ΑΝΑΓΚΗΣ, ΛΙΜΟΥ, ΝΟΣΩΝ, ΚΑΚΩΣΕΩΝ, ΑΙΡΕΤΙΖΟΝΤΩΝ, ΕΠΙΘΕΣΕΩΝ ΕΧΘΡΩΝ,
ΕΜΦΥΛΙΟΥ ΠΟΛΕΜΟΥ, ΑΙΦΝΙΔΙΟΥ ΘΑΝΑΤΟΥ, ΠΕΙΡΑΣΜΩΝ, ΚΑΙ ΠΑΣΗΣ ΑΛΛΗΣ ΒΛΑΒΗΣ, ΘΛΙΨΕΩΣ
ΚΑΙ ΠΕΡΙΣΤΑΣΕΩΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γεωργίου
Γαλανοπούλου· π. Νεκτάριος Μαμαλοῦγκος, www.nektarios.gr)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Δοξάσωμεν
σήμερον πιστοί, Κύριον φιλάνθρωπον, ἐν μελιχροῖς θείοις ᾄσμασι, τὸν λόγῳ
κτίσαντα, ἅπασαν τὴν κτίσιν, ὁρατήν, ἀόρατον, πηλῷ τε πλαστουργήσαντα ἄνθρωπον,
θεία Εἰκόνι του, δι’ ὃν, χρόνῳ ἐνηθρώπησεν, εἰς τὸ σῶσαι, τοῦτον ἁμαρτήσαντα.
Ψαλμοῖς
ἀνυμνήσωμεν Θεόν, εὐσεβῶν συστήματα, δόξαν Αὐτῷ ἀναμέλποντες, καὶ πίστει
κράζοντες· Πάτερ Λόγε, Πνεῦμα Τριὰς ἀκατάληπτε, σεισμοῦ τῆς ἀπειλῆς πάντας
λύτρωσαι, τοὺς προσκυνοῦντάς Σε, καὶ τὸν κλόνον τῆς γῆς κατάπαυσον, τῶν δ’
ἀνέμων, τὰς ὁρμὰς μετάβαλε.
Ὡς
αὔρα Θεὲ ὤφθης ποτέ, λεπτοτάτῃ δούλῳ σου, Θέσβης πατρίδος βλαστήματος, Προφήτῃ
οὐ πυρί, συσσεισμῶ οὐδέ τε, Μωσῇ τῷ δυσήχῳ δέ, Σιναίῳ κατιδόντι Σε Δέσποτα,

Σχόλια
Δημοσίευση σχολίου