Στις 09/05/2019 εορτάζουν:
++++++++++++++++++++++
Προφήτης Ησαΐας
Άγιος Χριστόφορος ο Μεγαλομάρτυρας
Άγιος Νικόλαος ο εν Βουνένοις
Αγίες Ακυλίνα και Καλλινίκη
Άγιοι Επίμαχος και Γορδιανός
Άγιος Μάξιμος Πατριάρχης Ιεροσολύμων
Άγιος Κωνσταντίνος ο Μάρτυρας, βασιλέας των Σκώτων
Άγιος Δημήτριος ο μεγάλος πρίγκιπας της Μόσχας
Όσιος Ιωσήφ της Όπτινα.
Ὃς ἄσπορον προεῖδεν υἱομητρίαν,
Πρισθεὶς ἄναρχον εἶδεν υἱοπατρίαν.
Ἡσαΐας δ' ὁρόων μέλλοντ' ἐνάτῃ χερὶ πρίσθη.
Ἀπολυτίκιον
Ἦχος β’.
Τοῦ Προφήτου σου Ἡσαῒου, τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾽ αὐτοῦ σε δυσωποῦμεν, Σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς σάλπιγξ πανεύσημος, μεγαλοφώνω φθογγή, τῷ κόσμῳ προήγγειλας, τὴν παρουσίαν Χριστοῦ, Προφῆτα θεσπέσιε, σὺ γὰρ τοῦ Παρακλήτου, ἑλλαμφθεῖς τὴ δυνάμει, κάλαμος ὀξυγράφος, τῶν μελλόντων ἐδείχθης, διὸ σὲ Ἠσαΐα, ὕμνοις γεραίρομεν.
Κοντάκιον
Ἦχος β’. Τήν ἐν πρεσβείαις ἀκοίμητον.
Τῆς Προφητείας τὸ χάρισμα δεδεγμένος, προφητομάρτυς Ἡσαΐα θεοκήρυξ, πᾶσιν ἐτράνωσας τοῖς ὑφ᾽ ἤλιον, τὴν τοῦ Θεοῦ φωνήσας μεγαλοφώνως σάρκωσιν· Ἱδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται.
Πηγή: Απολυτίκια
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς σάλπιγξ πανεύσημος, μεγαλοφώνω φθογγή, τῷ κόσμῳ προήγγειλας, τὴν παρουσίαν Χριστοῦ, Προφῆτα θεσπέσιε, σὺ γὰρ τοῦ Παρακλήτου, ἑλλαμφθεῖς τὴ δυνάμει, κάλαμος ὀξυγράφος, τῶν μελλόντων ἐδείχθης, διὸ σὲ Ἠσαΐα, ὕμνοις γεραίρομεν.
Τὸν Χριστοφόρον οἶδά σε Χριστοφόρος,
Χριστῷ τυθέντα τῷ Θεῷ διὰ ξίφους.
Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Χριστὸν φέρων ἔνδοξε, ἐν τῇ ψυχῇ σου, ἰσχυρῶς κατέβαλες, τῶν ἐναντίων τὰς ἀρχάς· διὸ Χριστὸν ἐκδυσώπησον, ὦ Χριστοφόρε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Μεγαλυνάριον
Μάρτυς ἀκατάπληκτος καὶ στερρός, πέλων τῇ ἰδέᾳ, Χριστοφόρε καὶ τῷ νοΐ, τῶν ἀντικειμένων, κατέπληξας τὰ στίφη, ἀθλήσας ὑπὲρ φύσιν πόθῳ τοῦ Κτίστου σου.
Ἀπολυτίκιον
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Στολαῖς ταῖς ἐξ αἵματος, ὡραϊζόμενος, Κυρίῳ παρίστασαι, τῷ Βασιλεῖ οὐρανῶν, Χριστοφόρε ἀοίδιμε· ὅθεν σὺν Ἀσωμάτων, καὶ Μαρτύρων χορείαις, ᾄδεις τῆ τρισαγίῳ, καὶ φρικτῇ μελωδίᾳ· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, σῶζε τοὺς δούλους σου.
Γόνε Ἀσίας Ἑλλάδος κλέος
Πολλὰς ὑποστὰς Νικόλαε βασάνους,
Χαίρων ἀνῆλθες ἐν πόλῳ μάκαρ τάχος.
Ἀμφ’ ἐνάτη Νικόλαον ἑῷον γῆθεν ἄειραν.
Νίκην ἀληθῆ Νικόλαε παράσχου
Γερασίμῳ πλέξαντι τοὺς δέ σοι Οἴκους.
Ω Nικόλαε διττόν είληφας στέφος,
Όσιος οία και αθλητής Kυρίου.
Ἀπολυτίκιον
Ἦχος δ’. Ὡς τῶν αἰχμαλώτων.
Ως τῶν νοσούντων ὁ ἄμισθος ἰατρός, καὶ τῶν ἐν κινδύνοις ἀπροσμάχητος βοηθός, θλιβομένων τε θερμὸς ὑπερασπιστής, καὶ τῶν ἐν παντοίαις ἀνάγκαις ὑπέρμαχος, Ὁσιομάρτυς ἐξ ἑῴας Νικόλαε‧ πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Εξ Ἑῲας ἐκλάμψας ἐν Βουνένοις ἠγώνισαι, Νικόλαε παμμάκαρ, ἐναθλήσας στεῤῥότατα· διὸ καὶ δοξασθεὶς παρὰ Χριστοῦ, θαυμάτων ἀναβλύζεις δωρεάς, τοῖς προστρέχουσι τῇ Κάρᾳ σου τῇ Σεπτῇ Ὁσιομάρτυς ἔνδοξε. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Εξ ἑῴας σήμερον ἀναφανέντα, ὡς ἀστέρα πάμφωτον, καὶ τῆς Ἑλλάδος εἰς δυσμὰς , ὑπὲρ Χριστοῦ ἐναθλήσαντά, σε ἀνυμνοῦμεν τὸν Νέον Νικόλαον.
Τετάρτη 8 Μαΐου 2019
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
ΜΙΑ ΕΝ ΕΤΕΙ 2008 ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΤΩΝ ΓΟΧ ΚΗΡΥΚΟΥ ΠΡΟΣ ΤΟΝ ΠΡΩΗΝ ΜΗΤΡΟΠΟΛΙΤΗΝ ΦΛΩΡΙΝΗΣ (ΤΟΥ Ν.Η.) κ. ΑΥΓΟΥΣΤΙΝΟΝ ΚΑΝΤΙΩΤΗΝ ΑΠΑΝΤΗΣΙΣ ΕΙΣ ΤΟ ΕΡΩΤΗΜΑ ΤΟΥ ΠΕΡΙ ΤΗΣ ΑΠΟΣΤΟΛΙΚΗΣ ΜΟΥ ΔΙΑΔΟΧΗΣ
Τετάρτη 21 Οκτωβρίου 2026 ΕΠΙΣΤΟΛΗ (ΕΝ ΕΤΕΙ 2008) ΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΤΩΝ ΓΟΧ ΚΗΡΥΚΟΥ ΠΡΟΣ ΤΟΝ ΠΡΩΗΝ ΜΗΤΡΟΠΟΛΙΤΗΝ ΦΛΩΡΙΝΗΣ (ΤΟΥ Ν.Η.) κ. ΑΥΓΟΥΣ...
-
Άγιες Τεσσαράκοντα Παρθένες (1η Σεπτεμβρίου) Αδαμαντίνη, Αθηνά, Ακριβή, Αντιγόνη, Αριβοία, Ασπασία, Αφροδίτη, Διόνη, Δωδώνη, Ελπινίκ...
-
ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΠΑΝΑΓΙΑΣ Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θ...
-
ΓΝΗΣΙΑ ΟΡΘΟΔΟΞΟΣ ΕΚΚΛΗΣΙΑ ΤΗΣ ΕΛΛΑΔΟΣ ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΜΕΣΟΓΑΙΑΣ ΚΑΙ ΛΑΥΡΕΩΤΙΚΗΣ ΣΤΡΟΓΓΥΛΗ 194 00 Τ.Θ. 54 ΚΟΡΩΠΙ ΑΤΤΙΚΗΣ ΤΗΛ. 210.6020176...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου